Κεντρική πλοήγηση
Ορθόδοξη Βιβλιοθήκη
Αφιερώματα
Εικόνα και ήχος
Υψηλή επισκεψιμότητα

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ * 12ος Τομος - 15 Ε

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

12ος Τομος - 15 Ε

ΚΕΦΑΛΑΙΑ ΘΕΟΛΟΓΙΚΑ ΗΤΟΙ ΕΚΛΟΓΑΙ
ΕΚ ΔΙΑΦΟΡΩΝ ΒΙΒΛΙΩΝ ΤΩΝ ΤΕ ΚΑΘ᾿ ΗΜΑΣ ΚΑΙ ΤΩΝ ΘΥΡΑΘΕΝ

(≡15Ε_010≡> Χαριν παρασχου, Χριστε, τοις εμοις πονοις.
ΤΟΥ ΑΓΙΟΥ ΕΦΡΑΙΜ,
Πως χρη αναγινωσκειν, η αναγινωσκοντι προσεχειν.
Οταν ταις θειαις Βιβλοις προσομιλεις, μη απλως εσο κατεσπουδασμενος επιτρεχων εξ επιπολης και διων παρεργως τα γεγραμμενα· αλλα καν δεοι πολλακις, και δις και τρις τα αυτο επελθειν εις ακριβειαν, μη παραιτηση. Πλην αλλα και μελλων αναγινωσκειν, η αναγινωσκοντι προσεχειν ετερω, δεηθητι προτερον του Θεου, «Κυριε, λεγων Ιησου Χριστε, διανοιξον τα ωτα και τους οφθαλμους της καρδιας μου, του ακουσαι των λογων σου και συνειναι, και το θελημα σου ποιησαι. Παροικος εγω ειμι εν τη γη, μη αποκρυψης απ' εμου τας εντολας σου. Αποκαλυψον τους οφθαλμους μου, και κατανοησω τα θαυμασια εκ του νομου σου».

ΛΟΓΟΣ Α´.
Περι βιου αρετης και κακιας.

(≡15Ε_012≡> Σολομωντος-- Αρετης μεν σημειον ουδεν εχομεν δειξαι· εν δε τη κακια ημων κατεδαπανηθημεν.
(=724=) Του αυτου.- Μη σε πλανησωσιν ανδρες ασεβεις, μηδε πορευθης εν οδω μετ᾿ αυτων· εκκλινον δε τον ποδα σου απο των τριβων αυτων· οι γαρ ποδες αυτων εις κακιαν τρεχουσιν.
Του αυτου- Ος καταφρονει πραγματος, καταφρονηθησεται υπ᾿ αυτου.
Του αυτου.-- Ωσπερ ομφαξ οδουσι βλαβερον και καπνος ομμασιν, ουτω παρανομια τοις χρωμενοις αυτη.
Σιραχ. -- Ο ποιων πανηρα, εις αυτον κυλισθησεται, και ου μη επιγνω ποθεν ηκει αυτω.
Βασιλειου.- Μονη κτηματων η αρετη αναφαιρετον.
Αρετης ασκησις, τιμιον μεν κτημα τω εχοντι· ηδιστον δε θεαμα τοις εντυγχανουσιν.
Ωσπερ γαρ τω πυρι αυτοματως επεται το φωτιζειν, και τω μυρω το ευωδειν· ουτω και ταις αγαθαις πραξεσιν αναγκαιως ακολουθει το ωφελιμον.
Αρχη προς την αναληψιν των καλων η αναχωρησις των κακων. Εκκλινον γαρ, φησιν, απο κακου, και ποιησον αγαθον.
Θεολογου. -- Φυσει προχειρον η κακια, και πολυς επι το χειρον ο δρομος, η ρους κατα πρανους ρεων, η καλαμη (≡15Ε_014≡> τις προς σπινθηρα και ανεμον ραδιως εξαπτομενη και γινομενη φλοξ, και συνδαπανωμενη τω οικειω γεννηματι.
Ου πανυ τι ραδιον εστι των αρετων την νικωσαν ευρειν, και ταυτη δουναι τα πρεσβεια και τα νικητηρια· ωσπερ ουδεν εν λειμωνι πολυανθει και ευωδει των ανθεων το καλλιστον και ευωδεστατον, αλλοτε αλλου την οσφρησιν και την οψιν προς εαυτο μεθελκοντος, και πρωτον δρεπεσθαι πειθοντος.
Χρυσοστ.-- Σπανιον η του αγαθου κτησις και προσαντες, καν ει πολυ το μεθελκον ειη και προκαλουμενον.
Αμισθος η αρετη, ινα και αρετη μεινη, προς το καλον μονον βλεπουσα.
Ποιει περιβοητους ου δεξια πραξις μονον, αλλα κακια νικωσα πονηραν ευδοκιμησιν.
Ουκ εστι τον αρετης επιμελουμενον, μη πολλους εχειν εχθρους· αλλ᾿ ουδεν τουτο προς τον εναρετον· δια γαρ των τοιουτων λαμπροτερος εστι μειζονως.
Πολλοι πολλακις αυτας τας αρετας δια τους (=725=) πονους φευγοντες, δια την εξ αυτων ευφημιαν αιρουνται ποιειν.
Ωσπερ το της ζωης τελος αρχη θανατου εστιν, ουτως και του κατ' αρετην δρομου η στασις, αρχη του κατα κακιαν γινεται δρομου.
Δυσεπιτευκτον μεν ειναι την αρετην, μυριοις ιδρωσι και πονοις σπουδη και καματω μογις κατορθουμενην, παρα της θειας Γραφης εδιδαχθημεν.
Χρυσοστ.- Ει γαρ των επι γης ανθρωπων ο παραβαινων τους νομους, απαραιτητον υφισταται την κολασιν· ποσω μαλλον αφορητοις εκδοθησεται βασανοις, ο του επουρανιου Δεσποτου αθετων τα προσταγματα;
Ωσπερ επι της κιθαρας ουκ αρκει μονον επι μιας νευρας την μελωδιαν εργαζεσθαι, αλλα πασας επιεναι δει μετα ρυθμου του προσηκοντος, ουτω και επι της κατα την ψυχην αρετης, ουκ αρκει ημιν νομος εις σωτηριαν εις, αλλα δει παντας αυτους μετα ακριβειας φυλαττειν.
(≡15Ε_016≡> Μη τοινυν λεγωμεν, οτι ο δεινα φυσει κακος, και ο δεινα φυσει καλος. Ει γαρ φυσει αγαθος, ουδεποτε δυνησεται γενεσθαι κακος· και ει φυσει κακος, ουδεποτε γενησεται αγαθος.
Ουχ υπομενει το σκοτος την του φωτος παρουσιαν· ου νοσος υγειας επιλαβουσης ισταται· ουκ ενεργει τα παθη της απαθειας παρουσης.
Ελευθεραν ειναι προσηκει παντος φοβου την αρετην. Αδεσποτον γαρ αρετη και εκουσιον, παντος φοβου και αναγκης ελευθερον.
Ουκ εστιν αλλην κακιας γεννησιν εννοησαι, η αρετης απουσιαν.
Κλημεντος. -- Η των κακων απαλλαγη σωτηριας εστιν αρχη.
Ως εοικεν, η δικαιοσυνη τετραγωνος εστιν, ιση και ομοια εν λογω, εν εργω, εν αποχη κακων, εν ευποιια, εν τελειοτητι γνωστικη· ουδαμη ουδαμως χωλευουσα, ινα μη αδικος και ανισος φανη.
Διδυμου. -- Σχηματιζου την αρετην, ουχ οπως απατησης, αλλ᾿ οπως ωφελησης.
Βασιλειαν Θεου λεκτεον την καταστασιν των κατα τους θειου νομους τεταγμενως βιουντων.
Πασα πρακτικη αρετη εν τω γινεσθαι, και ουκ εν τω γεγονεναι, το ειναι εχει.
Νειλου.- Χαιρε την αρετην ηνικα πραττεις· αλλα μη επαιρου, μη ποτε το ναυαγιον εν τω λιμενι γενηται.
Κυριλλου.-Χρη την αρετην μη χωλευειν καθ᾿ εκατερον, αλλ᾿ εργω και λογω ορθην και απηρτισμενην κατ᾿ αμφοτερα ειναι.
(≡15Ε_018≡> (=728=) Τραχεια η αρετη, και ορθως οιμος επ᾿ αυτην· και ουκ αν τι ελοιτο ταυτην διχα πονου μακρου.
Εκ των Πατερων. -- Δια τεσσαρων πραγματων η ψυχη μιαινεται· τω περιπατειν εν πολει και μη φυλασσειν τους οφθαλμους, και τω ολως εχειν γνωσιν μετα γυναικων, και τω εχειν φιλιαν μετα των ενδοξων του κοσμου, και τω αγαπησαι τας σαρκικας ομιλιας και ματαιολογιας.
Πλουταρχου.-Της αγνοουμενης αρετης ωσπερ του κατορωρυγμενου χρυσιου η λαμπροτης ου βλεπεται.
Η μεν τροφη τοις γυμναζομενοις, η δε αρετη τοις πεπαιδευμενοις ηδεια φαινεται.
Ο βιος καθαπερ νομισμα διαβληθεις εν αρχαις, εις παντα τον κοσμον αδοκιμος γινεται.
Απαντα δοκει ποιειν, ως μηδενα λησων. Και γαρ αν παραυτικα κρυψης, υστερον οφθηση.
Ανθρωπου τινος αυτον αδικησαντος, και περιφευγοντος και απανταν αισχυνομενου, συντυχων απαξ ειπεν· ου δε χρη εμε φευγειν, αλλ᾿ εμε σε, φαυλον οντα.
Ουκ εστι κυνος ανταξιος ουδ᾿ ονου δειλος ανηρ και αναλκις, υπο πλουτου και μαλακιας διερρυηκως.
Ουτως ζην προαιρου, ως μητε των δυνατωτερων καταφρονεισθαι, μητε τοις υποδεεστεροις φοβερος ειναι.
Δημοσθ. -- Ωσπερ οικιας, οιμαι, και πλοιου και των αλλων των τοιουτων, τα κατωθεν ισχυροτερα ειναι δει· ουτω και των πραξεων τας αρχας και τας υποθεισεις, αληθεις και δικαιας.
Κλειταρχου.- Μη το εχειν αρετην καλον νομιζε, αλλα το ως δει και υπερ ων δει.
(≡15Ε_020≡> Αρετην μεν εχων, παντα εξεις· κακιαν δε, ουδε σεαυτον.
Σωκρατης. -- Θεασαμενος τινα των μαθητων αυτου, του μεν αγρου επιμελουμενον, της πραξεως δε αμελουντα· Ορα, ω ουτος, εφη, μη τον αγρον εξημερωσαι βουλομενος, την ψυχην αγριωσης.
Καταμαθων δε τινα των γνωριμων εσπουδακοτα οπως αυτω η εικων ομοια γενηται, προς αυτον ειπε. Συ οπως μεν σοι ο λιθος ομοιος γενηται εσπουδακας· οπως δε μη αυτος λιθω ομοιος γενη, ου φροντιζεις.
Δημωνακτ.- Τους των σωματων επιμελουμενους, εαυτων δε αμελουντας ωνειδιζεν, ως των μεν οικων επιμελουμενους, των δε ενοικων αμελουντας.
Δημοκριτ.- Τας μεν γραμμας ασφαλεστερας, τας δε πραξεις λαμπροτερας εχειν δει.
(=729=) Θεου αξιον σε ποιησει, το μηδεν αναξιον αυτου πραττειν.
Βιας. - Ουτω πειρω ζην, ως και ολιγον και πολυν χρονον βιωσομενος.
Λακων. - Λακων ερωτηθεις, διατι ατειχιστος εστιν η Σπαρτη· Μη ψευδου, εφη· τετειχισται γαρ ταις των οικουντων αρεταις.
Διογενης, - Ονειδισαντος αυτω τινος, ως εις ακαθαρτους τοπους εισερχεται, εφη· Και ο ηλιος, αλλ' ου μιαινεται.
Λινδιου. - Ευσεβεαιν δει φυλασσειν· πολιταις τα βελτιστα συμβουλευειν· ηδονης κρατειν· βια μηδεν πραττειν· τον του δημου εχθρον πολεμιον νομιζειν· οικετας μεθυοντας μη κολαζειν· ει δε μη, δοξεις παροινειν.
Λυκουργου.--Λυκουργος ο νομοθετης, το μεν αξιοχρεων των ανθρωπων εφη εν τη ουσια κεισθαι· το δε αξιοπιστον, εν τοις τροποις.
Πυθαγορου. - Φιληδονον, φιλοσωματον, φιλοχρηματον και (≡15Ε_022≡> φιλοθεον τον αυτον, αδυνατον ειναι. Ο γαρ φιληδονος παντως και φιλοχρηματος· ο δε φιλοχρηματος, εξ αναγκης και αδικος· ο δε αδικος, εις μεν Θεον ανοσιος, εις δε ανθρωπον παρανομος.
Ων του σωματος απαλλαγεις ου δεηση, προς ταυτα σοι ασκουμενω Θεον παρακαλει γινεσθαι συλληπτορα.
Διοδωρου. - Παντες ανθρωποι δια την της φυσεως ασθενειαν, βιουσι μεν ακαριαιον τι μερος του παντος αιωνος· τετελευτηκασι δε παν τον υστερον χρονον. Και τοις μεν εν τω ζην μηδεν αξιολογον πραξασι, αμα ταις των σωματων τελευταις συναποθνησκει και τα αλλα παντα κατα τον βιον· τοις δε δι᾿ αρετην περιποιησαμενοις δοξαν, αι πραξεις απαντα τον αιωνα μνημονευονται, διαβοωμεναι τω θειοτατω της ιστοριας στοματι.
Υπεριδου. - Δει τον αγαθον επιδεικνυσθαι, εν μεν τοις λογοις, α φρονει· εν δε τοις εργοις, α ποιει.
Ιτταχου φιλοσοφ. - Τους αγαθους των ανθρωπων, Θεου τι μερος εχειν.
Αριστοτελ. - Θεου μεν εστι πραττειν α βουλεται· ανθρωπου δε, τα δεοντα προθυμεισθαι.
Αντιφανους. - Οταν ευπορων τις αισχρα πραττη πραγματα, τι τουτων απορησαντα πραξειν προσδοκας.

ΛΟΓΟΣ Β ´.
Περι φρονησεως και βουλης.

(≡15Ε_024≡> Σιραχ μ´. - Χρυσιον και αργυριον επιστησουσι ποδας, και υπερ αμφοτερα βουλη ευδοκιμησει.
Σιραχ κβ´. - Ιμαντωσις ξυλινη ενδεδεμενη εις οικοδομην, εν σεισμω ου διαλυθησεται· ουτω καρδια εστηριγμενη επι διανοημασι βουλης, εν καιρω ου δειλιασει.
Βασιλειου. - Διπλουν εστι το της φρονησεως ονομα. Η μεν γαρ τις εστι φυλακτικη του οικειου συμφεροντος, οια η του οφεως την κεφαλην εαυτου συντηρουντος· η δε τις εοικεν ειναι κακεντρεχεια τροπων, οξεως το ιδιον λυσιτελες εξευρισκουσα και συναρπαζουσα τους ακεραιοτερους· οποια ην η του οικονομου της αδικιας. Η δε αληθης φρονησις, διαγνωσις εστι των τε ποιητεων και ου ποιητεων· η ο επακολουθων, ουδεποτε τω ολεθρω της κακιας περιπαρησεται. Ο τοινυν νοων λογους φρονησεως, οιδεν τινες μεν σοφισματωδεις, τινες δε οι κατα βιον πρακτεοι και τα βελτιστα ημιν υποτιθεμενοι· και ως δοκιμος τραπεζιτης, το μεν καλον καθεξει, απο δε παντος ειδους πονηρου αφεξεται.
Ο γαρ το του οφεως φρονιμον περι το κακον, το τε της περιστερας ακεραιον περι το καλον αναμιξας, ουτε το φρονιμον εασει κακουργον γενεσθαι, ουτε το απλουν ανοητον.
Χρυσοστ. -- Πηγη και μητηρ και ριζα φρονησεως, η αρετη· ωσπερ και πασα πονηρια εξ ανοιας εχει την αρχην, (≡15Ε_026≡> ωσπερ δη και ο Προφητης φησιν· Ουκ εστιν ιασις εν τη σαρκι μου, απο προσωπου της αφροσυνης μου. Ο δε εναρετος και φοβον Θεου εχων, παντων εστι συνετωτερος. Διο και τις φησιν· Αρχη σοφιας φοβος Κυριου.
Ιγνατιου. - Τελειοι οντες, τελεια φρονειτε. Θελουσι γαρ υμιν ευ πραττειν, Θεος ετοιμος εις το παρεχειν.
Πλουταρχ. - Η φρονησις, ου σωματων, αλλα πραγματων οψις εστι, πριν εν αυτοις γενεσθαι τον ανθρωπον· οπως αριστα χρησεται τοις απαντωσι και προστυγχανουσι, παρεχουσα διασκοπειν το μελλον. Το μεν ουν σωμα, προσω που μονον ωμματωται· (=733=) τοις δε οπισθεν, τυφλον εστιν. Η δε διανοια, και τα παρωχημενα βλεπειν τη μνημη πεφυκεν.
Αφρων αυθημερον εξαγγελλει οργην αυτου.
Πας αφρων, ευθυς και μικροψυχος· ου γαρ εστι παγιος.
Ει ποτε τινα εωρακεν αμαρτανοντα, ελεγε· Μηποτε και εγω τοιουτω περιπεσω.
Μενανδρου. - Απαντα δουλα του φρονειν καθισταται.
Βουλευομενοι παραδειγματα ποιουνται παρεληλυθοτα των μελλοντων. Το γαρ αφανες, εκ του φανερου ταχιστην εχει την διαγνωσιν.

Ισοκρατ. - Ο κακως διανοηθεις περι των οικειων, ουδεποτε καλως βουλευσεται περι των αλλοτριων.

Δημωνακτ. - Εν αλλοτριοις παραδειγμασι παιδευε σεαυτον, και απαθης των κακων εση.

Αριστειδου. - Το μεν νικαν εν ταις μαχαις, και τοις φαυλοις πολλακις περιγινεται· φρονησει δε και σοφια κρατειν δυνασθαι, μονον εστι των ειδοτων βουλευεσθαι.

(≡15Ε_028≡> Γαιου. - Σωφρονεστερον οιμαι του μετα του παθους εγκαλειν, το πρι παθειν φυλαξασθαι του μη παθειν.

Σολωνος. - Συμβουλευε, μη τα ηδιστα, αλλα τα αριστα.

Επικτητου. - Βουλευου πολλα περι του λεγειν τι η πραττειν· ου γαρ εξεις αδειαν ανακαλεσασθαι τα λεχθεντα η πραχθεντα.

Βιας. - Το μεν ισχυρον τω σωματι γενεσθαι, φυσεως εργον· το δε λεγειν τα συμφεροντα τη πατριδι, ψυχης ιδιον και φρονησεως.
Ο αυτος ερωτηθεις, τις αριστος συμβουλος, εφη· Ο καιρος.
Τους φρονιμους ελεγε μαλλον υπο των αφρονων, η τους αφρονας υπο των φρονιμων ωφελεισθαι· τουτους μεν γαρ φυλαττεσθαι τας εκεινων αμαρτιας· εκεινους δε, τας τουτων μη μιμεισθαι κατορθωσεις.
Δει τον αγαθον ανδρα, μεμνησθαι μεν των γενομενων, πραττειν δε τα ενεστωτα· περι δε των μελλοντων ασφαλιζεσθαι.
(=736=) Μια εστιν αρχη του καλως βουλευεσθαι, το γνωναι περι οτου ο λογος· ει δε μη, του παντος αμαρτανειν αναγκη.

Ευριπιδου εν Αντιοπη.
Ψυχη μεγας χαλινος εστιν ο νους.
Το δ᾿ ασθενες μου και το θηλυ σωματος
Κακως εμεμφθης· ει γαρ ευ φρονειν εχω,
Κρεισσον τοδε εστι καρτερου βραχιονος.

Σοφοκλεοις εν Αιαντι.
Εκ τωνδε μεντοι των τροπων ουκ αν ποτε
Λαταστασις γενοιτ᾿ αν ουδενος νομου·
Ει τους δικη νικωντας εξωθησομεν,
Και τους οπισθεν εις το προσθεν αξομεν.

(≡15Ε_030≡> Αλλ᾿ εικτεον ταδ᾿ εστιν· ου γαρ οι πλατεις,
Ουδ᾿ ευρυνωτοι φωτες ασφλεστατοι,
Αλλ᾿ οι φρονουντες ευ κρατουσι πανταχου.
Μεγας δε πλευρας βους, υπο σμικρας ομως
Μαστιγος ορθος εις οδον πορευεται.
Ο γαρ φρονων ευ, παντα συλλαβων εχει.

ΛΟΓΟΣ Γ´.
Περι αγνειας και σωφροσυνης.

(≡15Ε_032≡> Ιωβ λα´. - Ει εξηκολουθησεν η καρδια μου γυναικι ανδρος ετερου· ει δε και εγκαθετος εγενομην επι ταις θυραις αυτης, αρεσαι και η γυνη μου ετερω.

Σοφιας. - Μακαρια στειρα αμιαντος, ητις ουκ εγνω κοιτην εν παραπτωματι· εξει καρπον εν επισκοπη ψυχων.
Κρεισσον παρθενια μετ᾿ αρετης· αθανατος εστιν η μνημη αυτης· οτι και παρα Θεω γινωσκεται και παρα ανθρωποις. Παρουσαν τε μιμουνται αυτην, και ποθουσιν απελθουσαν· και εν τω αιωνι στεφανοφορουσα πομπευει, τον των αμιαντων αθλων αγωνα νικησασα.

Σιραχ. - Ο αντοφθαλων ηδοναις, στεφανοι ζωην αυτου.

Ματθ. ιθ ´ - Ου παντες χωρουσι τον λογον τουτον, αλλ᾿ οις δεδοται.
Εισιν ευνουχοι, οιτινες εκ κοιλιας μητρος αυτων εγενηθησαν ουτως, κ. τ. ε

Βασιλειου. - Ουτε ουν επι σωφροσυνη επαινεισθαι προσηκει τους αποκοπτομενους τα μορια. Ουδε γαρ τους ιππους ως μη κερατιζοντας, ουδε τους βους ως μη λακτιζοντας επαινουμεν· αλλα τουτους μεν, ει μη λακτιζουσιν, επαινεσομεν· τοις δε βουσιν, ει μη κερατιζουσι, της ημεροτητος αποδεξομεθα. Ου γαρ εν ω μη δυναται τις, αλλ᾿ εν ω δυναμενος ουκ εις αδικιαν κεχρηται τη δυναμει, θαυμαζεται.
(=737=) Νεκρος ου στεφανουται. Ουδεις δικαιος δι᾿ αδυναμιαν κακου.
(≡15Ε_034≡> Δει ουν τον νουν ωσπερ τινα κυβερνητην ανω καθημενον των παθων, και οιονει πλοιω της σαρκος επιβαντα· και εμπειρως τους λογισμους ωσπερ οιακας περιστρεφοντα, καταπατειν γενναιως τα κυματα· υψηλοτερον δε διαμενοντα και δυσπροσιτον οντα τοις παθεσιν, μηδαμου της απ᾿ αυτων πικριας, ωσπερ αλμης τινος, αναπιμπλασθαι.

Θεολογου. - Συνοικον αιρου μηδ᾿ αδελφον ραδιως.
Υπεκκαυμα γαρ της νοσου τι δει βλεπειν;
Κρεισσον κατηφες ηθος, η τεθρυμμενον.
Μυρον δοχειον σαπρον ου πιστευεται.
Ουτε φλοξ μενει της υλης δαπανηθεισης, αλλα τω αναπτοντι συναπερχεται· ουτε λογισμος εμπαθης υφισταται μαραινομενου του υπεκκαυματος.
Οφθαλμος πορνευων ου φυλασσει την παρθενιαν. Γλωσσα πορνευουσα τω πονηρω μιγνυται. Ποδες ατακτα βαινοντες εκκαλουνται νοσον η κινδυνον τω νω. Παρθενευετω και η διανοια· μη ρεμβεσθω και πλανασθω. Μη τυπους εν εαυτη φερετω πονηρων πραγματων. Και ο τυπος, μερος πορνειας εστι. Μη ειδωλοποιειτω τη ψυχη τα μισουμενα.

Χρυσοστ. - Χλευη, τα μεν της παιδοποιιας οργανα τηρειν παρθενα, την δε γλωσσαν μη τηρειν. η γλωσσαν μεν τηρειν, την δε ορασιν η την ακοην η τας χειρας μη τηρειν· η ταυτα μεν εχειν και τηρειν παρθενα, την δε καρδιαν μη τηρειν, αλλ᾿ εταιριζεσθαι τυφω και θυμω.
Μη καταμαλαττωμεν ημων την ισχυν, μηδε εκκοπτωμεν τα νευρα ταις ομιλιαις ταυταις. Και γαρ αφατος και πολλη ταις ψυχαις ημων εντευθεν εισρει κακια. Τι γαρ, ει και μη αισθανωμεθα, τη φιλια μεθυοντες; Τουτο γαρ αυτο παντων εστι δεινοτατον, οτι ουδε ισμεν οπως εκνευριζομεθα, και κηρου παντος γινομεθα μαλακωτεροι. Καθαπερ γαρ τις λεοντα γαυρον και βλοσυρον λαβων, ειτα αποκειρας μεν την κομην, ανελων δε τους (≡15Ε_036≡> οδοντας, και περιελων τους ονυχας, αισχρον ποιει και καταγελαστον, και παιδιοις ευκαταγωνιστον, τον φοβερον και αφορητον, και απο μονου του βρυχηματος τα παντα σειοντα· ουτω δη και αυται, παντας οσους εαν λαβωσιν, ευχειρωτους τω διαβολω ποιουσι· μαλακωτερους, θερμοτερους, αναισχυντους, ανοητους, αροχολους, θρασεις, ακαιρους, αγενεις, απηνεις, δουλοπρεπεις, ανελευθερους, ιταμους, φλυαρους· και απλως παντα τα γυναικεια παθη τα διεφθαρμενα φερουσαι, εις την τυτων εναποματτονται ψυχην. Αμηχανον γαρ τον γυναικι συνοικουντα μετα συμπαθειας τοσαυτης, και ταις εκεινων ενστρεφομενον ομιλιαις, μη αγυρτην τινα ειναι, και αγοραιον και συρφετωδη. Καν (740) γαρ φθεγγηται τι, παντα απο των ιστων και των εριων φθεγξεται, της γλωττης αυτου τη ποιοτητι των γυναικειων αναχρωσθεισης ρηματων· καν ποιη τι, μετα πολλης τουτο εργαζεται δουλοπρεπειας, πορρω της τοις Χριστανοις πρεπουσης ελευθεριας εαυτον αποικισας, και ουδε προς ουδεν των μεγαλων κατορθωματων γενομενος χρησιμος.

Γρηγορ. Νυσσης. - Μακαριζει ο Κυριος, ου τους εξω παθους βιοτευοντας (ου γαρ δυνατον εν υλωδει ζωη τον αϋλον καθολου και απαθη καατορθωθηναι βιον) , αλλα προς τας της φυσεως ορμας βραδεως και δυσκινητως εχοντας.
Πασης οντως κακιας οιον τι δελεαρ η ηδονη προβληθεισα, ευκολως τας λιχνοτερας ψυχας επι το αγκστρον της απωλειας εφελκεται.

Κλημεντος. - Παρθενων φθορα λεγεται, ου μονον πορνεια, αλλα και η προ καιρου εκδοσις· οταν, ως ειπειν, αωρος εκδοθη τω ανδρι, ητοι αφ᾿ εαυτης , η παρα των γονεων.

Εκ των Πατερων. - Δια τεσσαρων πραγματων εγειρεται η πορνεια, εκ του φαγειν και πιειν εις πλησμονην· και ο κορος του υπνου, και το αργειν καιι παιζειν και αργολογειν· και ο καλλωπισμος των ιματιων.

Νειλου. - Αποστησον απο της συμβιου σου τον ευνουχον (≡15Ε_038≡> Σμαραγδον· καν γαρ δοκοιη των κατω διδυμων εκτετμησθαι, αλλ᾿ ανω εχει εν τω προσωπω πως τους διδυμους οφθαλμους, εμπαθως εμβλεποντας, και επισυρομενους ηδη πονηρας μαρτυριας.

Κυριλλου. - Καπνου δικην, η και ωπερ τινες ατμοι των εμφυτων ηδονων ανισχουσιν εν ημιν αι ορεξεις. Αλλ᾿ ο μεν σωφρων και νεανικος, επιτιμα τοις κινημασι, και περαιτερω προελθειν ουκ εα· ω και αδρανες ον ετι το παθος ηττηται ραδιως· ο δε ραθυμος και κατημελημενος, εισδεχεται μεν τας των ηδονων αρχας ως εννοιας ετι ψιλας· επιτρεψας δε προελθειν εις πλατος, δυσχερεστατην ευρησει την αντιστασιν. Ο γαρ προαλους και προηττημενος, ου των ιδιων εστιν θεληματων Κυριος· υποκειται δε μαλλον καθαπερ τινι Βαρβαρω τω νικησαντι παθει.

Μενανδρου.
Ταμειον εστιν αρετης η σωφροσυνη.
Ιαμβλιχου εξ Επιστολων περι σωφροσυνης.

(=741=) Πασα μεν αρετην το θνητοειδες παν ατιμαζει, το δε αθανατον ασπαζεται. Πολυ δε διαφεροντως η σωφροσυνη ταυτην εχει την σπουδην, ατε δη τας προσηλουσας τω σωματι την ψυχην ηδονας ατιμαζουσα, και εν αγνοις βαθροις βεβωσα, ως φησι Πλατων. Πως γαρ η σωφροσυνη τελειους ημας ου ποιει, το ατελες και εμπαθες ολον αφ᾿ ημων εξοριζουσα; Γνοιης δ᾿ αν ως τουτο ουτως εχει, τον Βελλεροφοντην εννοησας, ως μετα της κοσμιοτητος συναγωνιζομενος, την Χιμαιραν και το θηριωδες και αγριον και ανημερον φυλον παν ανειλεν. Ολως γαρ η των παθων αμετρος επικρατεια ουδε ανθρωπους αφιησιν ειναι τους ανθρωπους, προς δε την αλογιστον αυτους ελκει φυσιν και θηριωδη και ατακτον.
Μεμνησο λιμου και διψους· ταυτα γαρ δυνανται μεγαλως τοις σωφροσυνην διωκουσιν.

Εκ των Αριστογνοππουμμων. - Κρατει ηδονης, ουχ ο απεχομενος, αλλ᾿ ο χρωμενος μεν, μη προεκφερομενος δε· ωσπερ (≡15Ε_040≡> και νηος και ιππου, ουχ ο μη χρωμενος, αλλ᾿ ο μεταγων οπου βουλεται.

Ησαιου. - Ηγουμαι μεγιστην ειναι των λειτουργιων, το καθ᾿ ημεραν βιον κοσμιον και σωφρονα παρεχειν.

Σωκρατ. - το μεν πυρ, ο ανεμος, τον δε ερωτα, η συνηθεια εκκαιει.

Αλεξανδρ. - Αιχμαλωτους λαβων τας Δαρειου θυγατερας, επειδη συνεβουλευον αυτω οι φιλοι, ευειδεσιν ουσαις αυταις συγγενεσθαι· Αισχρον, εφη, εστιν, ανδρας νικησαντας, υπο γυναικων ηττηθηναι.
Ο αυτος εις Ιλλυριους παραγενομενος, εν τω του Διος βωμω κατιδων γυναικα καλλει διαφερουσαν, εκπλαγεις αυτης την ευμορφιαν, πολυν χρονον εθεατο· του δε Ηφαιστιωνος ειποντος, οτι εικος εστι παραλαβειν αυτην ερωμενην, εφη, Και πως ου δεινον, ει οι αλλων ακρασιας κολαζειν βουλομενοι, δουλευοντες ακρασιαις υπο των εκτος ανθρωπων φωραθωμεν;

Κλειταρχου. - Φιλων α μη δει, ου φιλησεις α δει. Απληρωτον γαρ η επιθυμια, δια τουτο και απορον.

Διογενης. - Δεινον ελεγεν, ει οι μεν αθληται και οι κιθαρωδοι, γαστρος και ηδονων κρατουσιν, οι μεν της φωνης χαριν· οι δε, του σωματος· σωφροσυνης δε ενεκα, ουδεις τουτων καταφρονησει.

(=744=) Δημωνακτ. - Ενιοι πολεων μεν δεσποζουσι, γυναιξι δε δουλευουσι.

Αντιφωντ. - Οστις δε των αισχρων, η των κακων, μητε επεθυμησε, μητε ηψατο, ουκ εστι σωφρων· ου γαρ εσθ᾿ οτου κρατησας, αυτος εαυτον κοσμιον παρεχεται.

Επικτητου. - Ουδεις ελευθερος, εαυτου μη κρατων.

Πυθαγορου. - ῾Ρωμη ψυχης απαθους, σωφροσυνη. Αυτη γαρ ψυχης απαθους φως εστιν.
(≡15Ε_042≡> Δουλευειν παθεσι χαλεπωτεερον η τυραννοις. Ελευθερον αδυνατον ειναι τον παθεσι δουλευοντα, και υπο παθων κρατουμενον.

Σοφοκλεους. - Ζην αισχρον αισχρως τοις καλως πεφυκοσι.

Δημοσθ. - Δει τον ευ φρονουντα, τον λογισμον αει των επιθυμιων κρειττω πειρασθαι ποιειν.

Δημητριος. - Δημητριος ο Φαληρευς, τους αστειους ειπε των νεων, εν μεν ταις οικιαις τους γονεις δεινα ιδεισθαι· εν δε τη οδω, τους απαντωντας· εν δε ταις ερημιαις, εαυτους.

Μενεδημος. - Μενεδημος, νεανισκου τινος ειποντος, Μεγα εστι το τυχειν ων αν τις επιθυμη, ειπεν· Πολλω μειζον εστι το μηδεν επιθυμειν ων μη δει.

Βιας. - Βιας ο Πριηνευς, ειπε· Μακαριος εστιν ο πλουτων, και ων επιθυμει απολαυων· ο δε μη επιθυμων, μακαριωτερος.

Ξανθου. - Ξανθος ο σοφος, θεασαμενος επι θυραις ευπρεπους γυναικος ανδρα οικοφθορον, εφη· Ουτος ηδονην μικραν ωνειται μεγαλω κινδυνω.

Χαρικλειας. - Η γαρ των ερωτικων αντιβλεψις, υπομνησις του πασχοντος γινεται, και αναφλεγει την διανοιαν η θεα, καθαπερ υλη πυρι γενομενη υπεκκαυμα. Υπεκκαυμα γαρ επιθυμιας λογος ερωτικος.

ΛΟΓΟΣ Δ´.
Περι ανδρειας και ισχυος.

(≡15Ε_044≡> Μαθ. ις´. - Ει τις θελη οπισω μου ελθειν, απαρνησασθω εαυτον, και αρατω τον σταυρον αυτου, και ακολουθειτω μοι.

Παροιμ. κα´. - Ουκ εστιν ανθρωπω σοφια, ουδε εστιν ανδρεια, ουδε εστι βουλη κατεναντι Κυριου.
(=745=) Ιππος ετοιμαζεται εις ημεραν πολεμου· παρα δε Κυριου βοηθεια.

Συραχ ιγ´. - Ισχυροτερω σου μη κοινωνει. Τι κοινωνησει χυτρα προς λεβητα; αυτη προσκρουσει, και αυτη συντριβησεται.

Εφ. στ΄. - Ενδυσασθε την πανοπλιαν Θεου, προς το δυνασθαι υμας στηναι προς τας μεθοδειας του διαβολου, κ. τ. ε.

Βασιλειου. - Υπενεγκεν τοινυν ουκ απαθως ουδ᾿ αναισθητως. Τις γαρ μισθος αναλγησιας; αλλ᾿ επιπονως μεν και συν αλγηδοσι μυριαις, πλην υπενεγκε, ωσπερ τις γενναιος αγωνιστης, την ισχυν και την ανδρειαν, ου μονον εκ του τυπτειν τους αντιπαλους, αλλα και εκ του φερειν στερρως τας παρ᾿αυτων πληγας επιδεικνυμενος· και ωσπερ τις κυβερνητης σοφος και αταραχος υπο της αγαν περι τον πλουν εμπειριας, ορθην και αβαπτιστον και παντος χειμωνος υψηλοτεραν την ψυχην διασωζων.

Θεολογου. - Θαρσος και θρασος, καν τοις ονομασι πλησιαζει, πλειστον αλληλων τη δυναμει κεχωρισται· ανδρειαν τε ειναι φαμεν και ανανδρειαν. Το μεν γαρ εν τοις τολμητεοις θαρρειν, ανδρειας εστιν, ωσπερ το υφιεσθαι, δειλιας. Ου δε πλειον ο κινδυνος, ομοσε χωρειν και ωθιζεσθαι, αλλα μη κατεχεσθαι, θρασεως, ωσπερ το υποχωρειν ασφαλειας.

(≡15Ε_046≡> Χρυσοστ. - Ουτε παραιτεισθαι δει τους αγωνας, ουτε προς τουτους επιπηδαν. Ουτω γαρ και ημιν η νικη λαμπροτερα εστι, και η ηττα τω διαβολω καταγελαστοτερα. Ελκυσθεντας μεν γαρ γενναιως εσταναι· μη καλουμενους δε, ησυχαζειν και τον καιρον αναμενειν, των αγαθων· ινα και το ακενοδοξον, και το γενναιον επιδειξωμεθα.

Σωκρατης. - Θεασαμενος τας των Κορινθιων πορτας εσχυρως κεκλεισμενα, εφη· Μη γυναικες ενθαδε κατοικουσιν;

Μενανδρου, - Ισχυς νουν ουκ εχουσα, ταφω τους εμπιπτοντας παραδιδωσιν.

Αλεξανδρ. ο βασιλευς. - Ουτος παρακαλουμενος υπο των φιλων νυκτος επιθεσθαι τοις πολεμιοις, ειπεν· Ου βασιλικον εστι κλεπτειν την νικην. Θεασαμενος δε τινα ομωνυμον αυτου δειλον οντα, εφη· Νεανισκε, η το ονομα αλλαξον, η τον τροπον.
(=748=) Παρακαλουμενος δε υπο των φιλων τεκνοποιησαι, εφη· Μη αγωνιατε· καταλειπω γαρ υμιν τεκνα, τας εκ των αγωνων νικας.
Του αυτου ενιοντος επι τον πολεμος, Αριστοτελης εφη· Περιμεινον το τελειον της ηλικιας, και τοτε πολεμει. Ο δε, Φοβουμαι, ειπε, μη περιμενων το τελειον της ηλικιας, την της νεοτητος τολμαν απολεσω.
Λακων ονειδιζομενος υπο τινος, οτι χωλος ων εξεισιν επι τον πολεμον, Τι τουτο; εφη· ου φευγοντων εστι χρεια, αλλα μενοντων και αγωνιζομενων.

Λαονιδης . - Λεονιδας ο Λακεδαιμονιος, ολιγους εχων στρατιωτας, εις την προς τους Περσας μαχην εξεπορευετο. Ειποντος δε τινος, οτι μετ᾿ ολιγων παντελως εκπορευεται, ειπεν· Αλλα μετα βουλομενων.
Λακων ασθενεως το σωμα διακειμενος επι παραταξιν προηγε· λεγοντων δε τινων αυτω, Που τοιουτος ων πορευη; εφη· Υπερ της πατριδους αποθανειν.

Μουσωνιου. - Αρπαξε το καλως αποθνησκειν οτε εξεστι. (≡15Ε_048≡> μη μετα μικρον το μεν αποθνησκειν σοι παρη, το δε καλως μηκετι εξης.

Εκ των Διωνος Χρειων. - Λακεινα γυνη, του υιου αυτης εν παραταξει χωλευοντος, και δυσφορουντος επι τουτω, Μη λυπου τεκνον, ειπε· καθ᾿ εκαστον γαρ βημα της ιδιας αρετης υπομνησθηση.

Εκ της Νικολαου συναγωγης. - Κελτοι οι τω Ωκεανω γειτνιωντες, αισχρον ηγουνται τοιχον καταπιπτοντα η οικιαν φευγειν· πλημμυριδος δε εκ της εξω θαλαττης επερχομενης, μεθ᾿ οπλων απαντωντες υπομενουσιν, εως κατακλυζωνται, ινα μη δοκωσι φευγοντες τον θανατον φοβεισθαι.

Κορισκου. - Κορισκος ευ μαλα γερων ων, ως απο τινος χαλεπης αρρωστιας ανερρωσεν, Απαγε, εφη, ως αηδως ανεστροφα, ηδη της οδου προκεκοφως, ην δει παντως πορευθηναι.

Πυρρου. - Πυρρου επιστρατευσαντος τοις Λακεδομονιοις, και πολλα απειλουντος, Κερκυλλιδας εις των γεροντων αναστας εν τη Εκκλησια, ειπεν· Ει μεν Θεος εστιν ο απειλων, μη φοβωμεθα· ουδεν γαρ αδικουμεν· ει δ᾿ ανθρωπος, γνωτω ανδρασιν απειλων.

Εκ του Πλουταρχου Ιστοριων. - Δαρειος ο των Περσων βασιλευς, μετα τριακοντα μυριαδων εν (749) Μαραθωνι εστρατοπευδευσατο. Αθηναιοι δε χιλιους επεμψαν επ᾿ αυτους, στρατηγους αυτοις δοντες, Πολυζηλον, Καλλιμαχον, Κυναιγειρον και Μιλτιαδην. Συμβληθεισης δε της παραταξεως, Πολυζηλος μεν υπερ ανθρωπον φαντασιαν θεασαμενος, την ορασιν απεβαλεν, και τυφλος ων, ανειλε τεσσαρακοντα και οκτω. Καλλιμαχος δε πολλοις πεπαρμενος δορασι, και νεκρος εσταθη· Κυναιγειρος δε Περσικας αγομενην ναυν, κατεχων, εχειροκοπηθη· οθεν και εις αυτους υπο Παντελειου τοιαδε γεγραφθαι λεγεται·

Ω κενεου καματου και απρηκτου πολεμοιο!
Ημετερω βασιλει τι λεξομεν αντιασαντες;
(≡15Ε_050≡> Ω βασιλευ, τι μ᾿ επεμπες επ᾿ αθανατους πολεμιστας;
Βαλουμεν, ου πιπτουσι· τιτρωσκομεν, ου φοβεονται.
Μουνος ανηρ συλησεν ολον στρατον· εν δ᾿ αρα μεσω
Ασματοεις [Ασθματ.] εστηκε σιδηρειαις υπο ριζαις,
Ουδε θελει πεσεειν· ταχα δ᾿ ερχεται ενδοθι νηων.
Λεγε, κυβερνητα, νεκυος προφυγωμεν απειλας.

ΛΟΓΟΣ Ε´.
Περι δικαιοσυνης.

(≡15Ε_052≡> Ματθ. ε´. - Μακαριοι οι πεινωντες και διψωντες την δικαιοσυνην, οτι αυτοι χορτασθησονται.
Λευϊτ. ιθ ´. - Ζυγα δικαια και μετρα δικαια και χους δικαιος εστι υμιν.
Ησαι. κστ ´. - Δικαιοσυνην μαθετε, οι ενοικουντες επι της γης.
Παροιμ. ιδ ´. - Δικαιοσυνην υψοι εθνος, ελασσονουσι δε φυλας αι αμαρτιαι.
Παροιμ. ιβ .´- Κτημα τιμιον ανηρ καθαρος πορευομενος εν οδοις δικαιοσυνης.
Οδος δικαιοσυνης και ελεημοσυνης ευρησει ζωην και δοξαν.
Παροιμ. κζ΄. - Ορυσσων βοθρον τω πλησιον, εμπεσειται εις αυτον· ο κυλιων λιθον, εφ᾿ εαυτον κυλιει.
Κρεισσον ολιγη ληψις μετα δικιοσυνης, η πολλα γεννηματα μετα αδικιας.
Σιραχ μ΄. - Χρηματα αδικων ως ποταμος ξηρανθησεται, και ως βροντη μεγαλη εν υετω εξηχησει.
(=752=) Βασιλειου. - Ο την αληθη δικαισυνην μη εχων προεναποκειμενην τη ψυχη, αλλ᾿ η χρημασι διεφθαρμενος, η φιλια χαριζομενος, η εχθρα αμυνομενος, η δυναστεια δυσωπουμενος, το κριμα κατευθυνειν ου δυναται.
Δικαιοσυνη εστιν εξις απονεμητικη του κατ᾿ αξιαν. Δυσθηρατον δε τουτο, των μεν δια το περι την φρονησιν ελλιπες ουχ ευρισκοντων εκαστω διανειμαι το ισον· των δε δια το προκατεχεσθαι υπο παθων ανθρωπινων αφανιζοντων το δικαιον.
(≡15Ε_054≡> Θεολογου. - Θεου μεν οργης τρυγιαν τινα και πιστευομεν, και ακουομεν· το λειμμα της κατα των αξιων κινησεως, επειδη Θεος εκδικησεων Κυριος. Ει γαρ και κλινει δια φιλανθρωπιαν εκ του αποτομου προς το ενδοσιμον, αλλ᾿ ου παν συγχωρει τοις αμαρτανουσιν, ινα μη τη χρηστοτητι χειρους γινωνται.
Χρυσοστ. - Ουτε παντας ενταυθα απαιτει δικην ο Θεος, ινα μη απογνως την αναστασιν, και απελπισης την κρισιν, παντων ενταυθα διδοντων λογον· ουτε παντα αφιεται ατιμωρητι απελθειν, ινα μη παλιν απρονοτητα ειναι παντα νομισης.
Του Νυσσης. - Η του Θεου δικαιοκρισια, ταις ημετεραις διαθεσεσιν εξομοιουται· και οια περ αν τα παρ᾿ ημων η, τοιαυτα ημιν εκ των ομοιων αντιπαρεχεται.
Ευαγριου. - Αδικος δικαστης, μεμολυσμενη συνειδησις.
Κυριλλου. - Πας ο αδικουμενος, καταφλεγεται μεν υπο λυπης· αμυνασθαι δε ουκ εχων η δια των ισων ελθειν, εσθ᾿ οτε δια το ηττασθαι της του αδικουντος χειρος, της ανωθεν μισοπονηριας το κεντρον καλει προς επικουριαν.
Πλατωνος. - Τιμιος μεν δη και ο μηδενα αδικων· ο δε μηδ᾿ επιτρεπων τοις αδικουσιν αδικειν, πλεον η διπλασιας τιμης αξιος εκεινου. Ο μεν γαρ ενος, ο δε πολλων ανταξιος ετερων.
Εγω γαρ δη οιμαι, και εμε, και σε, και τους αλλους ανθρωπους, το αδικειν του αδικεισθαι κακιον ηγεισθαι· και το μη διδοναι δικην, του διδοναι.
(=753=) Αξιον τουτους επαινειν των ανθρωπων, οι μηδεμιαν ωφελειαν προαιρουνται του δικαιου· χρηματα γαρ εστι κτησασθαι, δοξαν δε, χρηματων ου ραδιον πριασθαι.
Μοσχιωνος. - Αμεινον δικαιως κριναντα, προς του καταδικασθεντος αδικως μεμφθηναι, η αδικως κριναντα, παρα τη φυσει δικαιως ψεγεσθαι.
Εκ των επτα φιλοσοφων. - Δοκει δε μοι πολις αριστα πραττειν (≡15Ε_056≡> και μαλιστα σωζειν δημοκρατιαν, εν η τον αδικησαντα του αδικηθεντος προβαλλονται και κολαζουσιν.
Υπεριδου. - Δια δυο προφασεις των αδικηματων ανθρωποι απεχονται, η δια φοβον, η δια αισχυνην.
Σωκρατ. - Α πασχοντες παρ᾿ ετεροις οργιζεσθε, ταυτα τοις αλλοις μη ποιειτε.
Επικτητου. - Ωσπερ ευθυς ζυγος, ουτε προς αληθους ευθυνεται ζυγου, ουθ᾿ υπο ψευδους κρινεται· ουτω και ο δικαιος κριτης, ουθ᾿ υπο δικαιων ευθυνεται, ουτε παρ᾿ αδικοις δικαζεται.
Μη προτερον ετερω δικαστηριω δικασης, πριν αυτος παρα τη δικη κριθης.
Πυθαγορου. - Κακα μειζω πασχει δια του συνειδοτος ο αδικων, βασανιζομενος, η ο τω σωματι και ταις πληγαις μαστιγουμενος.
Ζηνωνος. - Ζηνων ο Στοϊκος φιλοσοφος, ερωτηθεις υπο τινος των γνωριμων, πως αν μηδεν των αδικων πραττο[ι]μεν, ειπεν· Εαν δια παντος υπολαμβανητε με συμπαρειναι υμιν.
Ο αυτος ερωτηθεις, ει δυναται λανθανειν Θεον ανθρωπος αδικων, Αλλ᾿ ουδε διανοουμενος , εφη.
Σωκρατης. - Καταδικασθεις υπο Αθηναιων κατακρημνισθηναι, της γυναικος Ξανθιππης κλαιουσης, και λεγουσης· Ω Σωκρατες, ως αδικως αποθνησκεις! εφη· Συ ουν εβουλου με δικαιως αποθανειν;
Μενανδρου. -
Χρηστου προς ανδρος μηδεν υπονοει κακον.
Δικαιος αδικειν ουκ επισταται τροπος.
Ξενοφωντι Σωκρατης. - Η ου δοκει σοι αξιοτεκμαρτοτερον του λογου το εργον ειναι; Πολυ γε, νη Δια, εφη. Δικαια μεν λεγοντες πολλοι, αδικα ποιουσι· δικαια δε πραττοντων, ουδ᾿ αν εις αδικος ειη.

ΛΟΓΟΣ Στ´ .
Περι φιλων και φιλαδελφιας.

(≡15Ε_058≡> Α´ Κορ. ιγ´. - Εαν ταις γλωσσαις των ανθρωπων λαλω και των αγγελων, αγαπην δε μη εχω, γεγονα (=756=) χαλκος ηχων, η κυμβαλον αλαλαζον. Και μετ᾿ ολιγον· Εαν ψωμισω παντα τα υπαρχοντα μοι, και παραδω το σωμα μου ινα καυθησομαι, αγαπην δε μη εχω, ουδεν ειμι.
Παροιμ. κζ´. - Αξιοπιστοτερα τραυματα φιλου, η εκουσια, φιληματα του εχθρου.
Παροιμ. κθ´. - Ος παρασκευαζεται επι προσωπον του εαυτου φιλου δικτυον, περιβαλει αυτο τοις εαυτου ποσιν.
Παροιμ. ιη΄.- Προφασιζεται ανηρ βουλομενος χωρισθηναι απο φιλων.
Παροιμ. ιε´. - Κρεισσον ξενισμος λαχανων προς φιλιαν και χαριν, η παραθεσις μοσχων μετα εχθρας.
Σιραχ κβ´. - Βαλλων λιθον τις επι πετεινα, επισοβει αυτα· και ονειδιζων φιλον, διαλυσει φιλιαν.
Σιραχ στ´. - Φιλος πιστος σκεπη κραταια· ο δε ευρων αυτον, ευρε θησαυρον.
Σιραχ θ´. - Μη εγκαταλιπης φιλον αρχαιον· ο γαρ προσφατος ουκ εστιν επισης αυτω.
Σιραχ στ ´. - Φιλου πιστου ουκ εστιν ανταλλαγμα, και ουκ εστιν σταθμος της καλλονης αυτου.
Βασιλειου. - Ουδεις πονηρων και αμαθων φιλος. Ουδε γαρ πιπτει το φιλιας καλον, εις μοχθηραν διαθεσιν· διοτι ουδεν αισχρον και αναρμοστον εις συμφωνιαν δυναται χωρησαι φιλιας. (≡15Ε_060≡> Το γαρ κακον, ου τω αγαθω εναντιον εστι μονον, αλλα και αυτο εαυτω.
Τα παρα φιλων, καν υβρις η, φορητα.
Θεολογου. - Αει προτιμα τους καλους των μη καλων.
Κακοις δ᾿ ομιλων, και κακος παντως εση.
Παντα οισει φιλια, και πασχουσα και ακουουσα.
Κρεισσων εμπαθους ομονοιας η υπερ ευσεβειας διαστασις.
Βλαβεραι αι προς τους κακους συνουσιαι· επειδη νομος ουτος φιλιας δι᾿ ομοιοτητος πεφυκεν τοις συναπτομενοις εγγινεσθαι οι μισος εν τω βαθει κατεχοντες, αγαπη δεικνυουσι κατακεχρωσμενην την επιφανειαν, κατα τας υφαλους πετρας, αι βραχει υδατι καλυπτομεναι, κακον απροαιρετον τοις αφυλακτοις γινονται.
Κακου παρ᾿ ανδρος μη ποτε χρηστον παθης.
Ζητει γαρ ων βεβιωκε συγγνωμην εχειν.
Τα μεν γαρ σωματα τοπω συναπτεται,
Ψυχαι δε πνευματι συναρμοζονται.
Εχθρας ορους γινωσκε, φιλιας δε μη.
Μηδεις οιεσθω με λεγειν, οτι πασαν ειρηνην αγαπητεον (οιδα γαρ, ωδπερ στασιν τινα βελτιστην, ουτω και βλαβερωτατην ομονοιαν), αλλα την τε καλην και επι καλω, και Θεω συναπτουσαν.
(=757=) Χρυσοστ. - Ωσπερ ψυχη ανευ σωματος ου καλειται ανθρωπος, ουδε ην σωμα ανευ ψυχης· ουτως ουδε αγαπη προς Θεον, εαν μη εχη ακολουθον και την προς τον πλησιον αγαπην.
Ουδεν ομονοιας ισον. Ο γαρ εις, πολλοστος εστιν ουτως. Αν γαρ ομοψυχοι ωσι δυο η δεκα, ουκετι εις εστιν ο εις, αλλα δεκαπλασιων εκαστος αυτων γινεται· και ευρησεις εν τοις δεκα (≡15Ε_062≡> τον ενα, και εν τω ενι τους δεκα. Καν εχθρους εχωσιν εν τω ενι προσβαλων, εν τοις δεκα προσβαλων, ουτως αλισκεται. Ηπορησεν ο εις, αλλ᾿ ουκ εστιν εν απορια· τω γαρ μειζονι μερει το απορουν συσκιαζεται. Εκαστος τουτων εικοσι χειρας εχει και εικοσιν οφθαλμους, και ποδας τοσουτους, και ψυχας δεκα. Ου γαρ τοις εαυτου μονον, αλλα και τοις εκεινων εργαζεται παντα. Ει δε και εκατον γενοιτο, το αυτο εστι παλιν. Ο αυτος και εν Περσιδι και εν ῾Ρωμη δυναται ειναι· και οπερ φυσις ου δυναται, η αγαπη δυναται. Εαν ουν χιλιους εχης φιλους η δισχιλιους, εννοησον που παλιν υπερβησεται τα της δυναμεως. Το γαρ θαυμαστον τουτο εστι, το χιλιοστον ποιησαι ενα, Βελτιον γαρ ημιν σβεσθηναι τον ηλιον, η φιλων αποστερηθηναι. Πολλοι γαρ τον ηλιον, ορωντες, εν σκοτω εισι· φιλων δε ευπορουντες, ουδ᾿ αν εν θλιψει γενοιντο. Ουδεν γαρ, ουδεν της αγαπης γλυκυτερον γενοιτο αν. Τι γαρ ουκ αν εργασαιτο φιλος γνησιος; ποσην μεν ουκ αν εμποιησειεν ηδονην; ποσην δε ωφελειαν; ποσην ασφαλειαν; καν μυριους θησαυρους ειπης, ουδεν ανταξιον γνησιου φιλου ευροις. Και καθαπερ τα λαμπρα των σωματων ανθος απορρει προς τους πλησιον τοπους· ουτω και φιλοι, οις εαν παραγενωται τοποις, εαυτων χαριν αφιασι. Κρεισσον γαρ εν σκοτω διαγειν, η φιλων ειναι χωρις.
Γρηγ. Νυσσης. - Ωσπερ τα ευωδη των αρωματων, της ιδιας ευπνοιας τον παρακειμενον αερα πληρη ποιουσιν, ουτως ανδρος αγαθου παρουσια τους πελας ονισησιν.
Ευαγριου. - Αγαπη, τα φλεγμαινοντα μορια του θυμου θεραπευει.
Φιλωνος. - Φιλον ηγητεον, τον βοηθειν και αντωφελειν εθελοντα, καν μη δυνηται.
Εκ χρυσου ποτηριου πινειν φαρμακον, και παλαιοτερα αγνωμονος συμβουλιαν λαμβανειν, ταυτον εστιν.
Σκευη μεν τα καινα, κρειττονα, φιλια δε η παλαιοτερα.
(≡15Ε_064≡> Οι μεν εκ της γης καρποι κατ' ενιαυτον, οι δε εκ της φιλιας, κατα παντα καιρον φυονται.
Οι μεν εκ της γης καρποι κατ᾿ ενιαυτον· οι δε εκ της φιλιας, κατα παντα καιρον φυονται.
Πολλοι φιλους αιρουνται, ου τους αριστους, αλλα τους πλουτουντας.
(=760=) Πολλοι δοκουντες ειναι φιλοι, ουκ εισι· και ου δοκουντες, εισι· σοφου ουν εστι γινωσκειν εκαστον.
Φευγειν δει την φιλιαν, ων τινων αμφιβολος η διαθεσις.
Ισοκρατ. - Φιλους κτω, μη παντας τους βουλομενους, αλλα τους της σης φυσεως αξιους οντας.
Του αυτου. - Μηδενα φιλον ποιου, πριν αν εξετασης πως κεχρηται τοις προτερον φιλοις. Ελπιζε γαρ αυτον και περι σε γενεσθαι τοιουτον, οιος και περι εκεινους γεγονεν.
Βραδεως μεν φιλος γινου· γενομενος δε, πειρω διαμενειν. Ομοιως γαρ αισχρον μηδενα φιλον εχειν, και πολλους εταιρους μεταλλαττειν.
Η αληθινη φιλια τρια ζητοι μαλιστα· την αρετην, ως καλον· και την συνηθειαν, ως ηδυ· και την χρειαν, ως αναγκαιον. Δει γαρ αποδεξασθαι κριναντα, και χαιρειν συνοντα, και χρησθαι δεομενον.
Πλουταρχ. - Ιππου μεν αρετην εν πολεμω, φιλου δε πιστιν εν ατυχια κρινομεν.
Ου χρη τον αδελφον καθαπερ πλαστιγγα ρεπειν εις τουναντιον, υψουμενου ταπεινουμενον αυτον.
Ηδεως μεν εχε προς απαντας, χρω δε τοις βελτιστοις. Ουτω γαρ, τοις μεν ουκ απεχθης εση, τοις δε φιλος γενηση.
Φιλους κτω, μη μεθ᾿ ων ηδιστα συνδιατριψης, αλλα μεθ᾿ ων αριστα.
Εκ των Διωνος Χρειων. - Οποσους γαρ αν τις η κεκτημενος εταιρους, τοσουτοις μεν οφθαλμοις α βουλεται ορα, τοσαυταις δε ακοαις α δει ακουει, τοσαυταις δε διανοιαις διανοειται (≡15Ε_066≡> περι των συμφεροντων. Διαφερει γαρ ουδεν, η ει τω Θεος εν σωμα εχοντι, πολλας ψυχας εδωκεν, απασας υπερ εκεινου προνοουμενας.
Αριστοτελ. - Χρηματα ποιεισθαι μαλλον των φιλων ενεκα προσηκει, η τους φιλους των χρηματων.
Ουτος ονειδιζομενος οτι πομηροις συνδιατριβει, Εκεινος, εφη, αριστος ιατρος εστι, ος τους υπο παντων απεγνωσμενους αναλαμβανει.
Ο αυτος ελεγεν, οτι το πασιν αρεσαι δυσχερεστατον εστιν.
Σωκρατης. - Οι φιλιαν παραθεωρουντες, καν την εκ των ηδικημενων εκφυγωσι τιμωριαν· αλλ᾿ ουν γε την εκ Θεου τιμωριαν ου διακρουονται.
Φιλειν ακαιρως, ισον εστι του μισειν. Φιλον γνησιον εν κακοις μη φοβου
Ο αυτος επερωτων Κροισον, τι παρα της βασιλειας εσχε τιμιωτατον· ειτα εκεινου ειρηκοτος, Το τους εχθρους μετελθειν, και φιλους ευεργετειν· Ποσω μαλλον, εφη, χαριεστερον εποιησας, ει και τουτους εις φιλιαν μετετροπωσας.
Δημοκριτ. - Το μη δυνασθαι βοηθειν τοις φιλοις, αποριας, το δε μη βουλεσθαι, κακιας τεκμηριον.
(=761=) Κλειταρχου. - Σεαυτου τα ατυχηματα των φιλων ηγου· των δε ιδιων ευτυχηματων κοινωνει.
Τελευτησαντων των φιλων, θρηνειν μεν ουκ ευγενες· προνοειν δε των οικειων, επιμελες.
Κατων. - Ου τα χρηματα φιλοι, αλλ᾿ οι φιλοι χρηματα. Και χρηματα μεν, φιλιαν ουδεποτε αν εργασαιτο, ωσπερ ουδε η γη Θεον· φιλια δε χρηματα ραδιως κτησαιτο [κτισ.], καθαπερ και Θεος γην.
Ωσπερ μελιτταν ου δια το κεντρον μισεις, αλλα δια τον καρπον τημελεις· ουτω και φιλον, μη δι᾿ επιπληξιν αποστραφης, αλλα δια την ευνοιαν αγαπα.
(≡15Ε_068≡> Οστις φιλον λυπουμενον εφυγεν, ουδε του χαιροντος απολαυειν αξιος.
Μενανδρου.
Και φιλειν δει ως και μισησοντας.
Και μισεειν ως και φιλησοντας.
Χρυσος μεν οιδε δοκιμαζεσθαι πυρι,
Η προς φιλους δ᾿ ευνοια καιρω κρινεται.
Ο καιρω ευτυχουντα κολακευων φιλον,
Καιρου φιλος πεφυκεν, ουχι του φιλου.
Ου προτερον αληθινους φιλου κτησαι, πριν τους φαυλους αποδιωξης.
Ουδεποτε ωρεχθην τοις πολλοις αρεσκειν. Α μεν γαρ εκεινοις ηρεσκεν, ουκ εμαθον· α δ᾿ ηδειν εγω μακραν ην της εκεινων διαθεσεως.
Σωκρατης. - Οι αδελφους παριοντες, και αλλους φιλους ζητουντες, παραπλησιοι εισι τοις την εαυτων γης εωσι, την δε αλλοτριαν γεωργουσι.
Κριτιου. - Οστις τοις φιλοις παντα προς χαριν πρασσων ομιλει, την παραυτικα ηδονην εχθραν καθιστησιν εις υστερον χρονον.
Πολυαινου. - Οσω αν πλειον ευεργετησεις τον φιλον, τοσουτω μαλλον το σαυτου συμφερον ποιησεις. Αντεπιστρεφει γαρ παλιν εις ημας η εξ εκεινων ευνοια.
Κυψελου. - Φιλοις ευτυχουσι και ατυχουσιν, ο αυτος ισθι.
Επικτητου. - Φευγειν δει κακων φιλιαν και αγαθων εχθραν.
Σεξτ. - Μη κτηση φιλον, ω μη παντα πιστευεις.
Κυρου. - Πεμψαντος αυτω τινος κοσμον πολυν, δεδωκε τοις φιλοις. Ερωτηθεις δε, διατι ουχ υπελειπετο αυτω, εφη· Οτι το μεν εμον σωμα ουκ αν δυναιτο πασι τουτοις κοσμεισθαι· φιλους δε κεκοσμημενους ορων, μεγιστον εμαυτω κοσμον αποκεισθαι δοξω.
(≡15Ε_070≡> Τιμων. - Τιμων ο μισανθρωπος, ερωτηθεις διατι παντας ανθρωπους μισει, ειπε· Διοτι τους μεν πονηρους ευλογως μισω· τους δε λοιπους, οτι ου μισουσι τους πονηρους.
῾Ρωμυλ.-- Ρωμυλος εγκαλουμενος οτι πονηροις ανθρωποις συνεστιν, εφη· Και οι ιατροι τοις νοσουσιν· αλλ᾿ αυτοι υγιαινουσιν.
Αντιγονος Βασιλευς. - Ουτος θυων τοις θεοις, ηυχετο φυλαττειν αυτον απο των δοκουντων ειναι (764) φιλων. Πυνθανομενου δε τινος, δια ποιαν αιτιαν τοιαυτην ευχην ποιειται, εφη. Οτι τους εχθρους γινωσκων φυλασσομαι.
Αλεξανδρ. - Ερωτηθεις υπο τινος, Που τους θησαυρους εχεις; δειξας τους φιλου, εφη, Εν τουτοις.
Λιβανιου. - Συγχαιρειν χρη τοις φιλοις καλως πραττουσιν, ως και συναλγειν λυπουμενοις.
Αι εκ φιλων εις φιλου γενομεναι λυπαι, δυσθεραπευτοι λιαν τυγχανουσι, και μειζους των εχθρων εχουσι τας επηρειας.
Πεισωνιανου. Διωνος. - Οσω δ᾿ αν τις τους φιλους ισχυροτερους ποιει, ουτος ισχυροτερος αυτων γινεται.
Ποια μεν συμφορα διχα φιλιας ουκ αφορητος; ποια δε ευτυχια χωρις φιλων ουκ αχαρις;
῾Ραον αν τις συμφοραν χαλεπωτατην φερει μετα φιλων, η μονος ευτυχιαν μεγιστην.
Εκεινον αθλιωτατον κρινω δικαιως, ος εν μεν ταις συμφοραις πλειστους εχει τους εφηδομενους, εν δε ταις ευτυχιαις ουδενα τον συνηδομενον.
Ο τοις φιλοις χαριζομενος, αμα μεν ως χαριζομενος ηδεται διδους, αμα δε ως αυτος κτωμενος.

ΛΟΓΟΣ Ζ´.
Περι ελεημοσυνης.

(≡15Ε_072≡> Ματθ. ε´. - Μακαριοι οι ελεημονες, οτι αυτοι ελεηθησονται.
Δευτ. ιε´. - Ου μη εκλιπη ενδεης απο της γης. Δια τουτο εγω σοι εντελλομαι το ρημα τουτο λεγων, Ανοιγων ανοιξεις τας χειρας σου τω αδελφω σου τω πενητι.
Ιωβ κθ´. - Οφθαλμος ημην τυφλων, πους δε χωλων· εγω ημην πατηρ αδυνατων.
Παροιμ. γ´. - Ελεημοσυναι και πιστις μη εκλειπετωσαν σε· εφαψαι δε αυτας επι σω τραχηλω, και ευρησεις χαριν.
Δαν. δ´. - Τας αμαρτιας εν ελεημοσυναις λυτρωσαι, και τας ανομιας σου εν οικτιρμοις πενητων.
Σιραχ γ´. - Πυρ φλογιζομενον κατασβεσει υδωρ, και ελεημοσυνη εξιλασκεται αμαρτιας.
Σιραχ δ´. - Κλινον πτωχω αλυπως το ους σου, και αποκριθητι αυτω εν πραΰτητι ειρηνικα.
Σιραχ ιβ´. - Δος τω ευσεβει, και μη αντιλαβου του αμαρτωλου· ευ ποιησον ταπεινω, και μη δως ασεβει.
Σιραχ κθ´. - Συγκλεισον ελεημοσυνην εν τοις ταμειοις σου, και αυτη σε εξελειται εκ πασης κολασεως [κακωσεως], και υπερ δορυ αλκης κατεναντι εχθρου πολεμησει υπερ σου.
Σιραχ λε´. - Ωραιον ελεος εν καιρω θλιψεως, ως νεφελη υετου εν καιρω αβροχιας.
(=765=) Βασιλειου.- Πλεονεξιας ειδος το χαλεπωτατον, μητε των φθειρομενων μεταδιδοναι τοις ενδεεσιν.
(≡15Ε_074≡> Τοσουτους αδικεις, οσοις παρεχειν ηδυνασο.
Θεολογου. - Το ευ ποιειν, του πασχειν τιμιωτερον, και περισπουδαστοτερον κερδους ελεος.
Κρειττον μυριων παιδων πατερα προσαγορευεσθαι, η μυριους στατηρας εχειν εν βαλαντιω. Τα μεν γαρ χρηματα καταλειψεις ενταυθα, και μη βουλομενος· την δε επι τοις αγαθοις εργοις φιλοτιμιαν αποκομισεις προς τον Δεσποτην· οταν δημος ολος επι του κοινου Κριτου παρισταντες σε, τροφεα και ευεργετην, και παντα τα της φιλανθρωπιας αποκαλωσιν ονοματα· Θεος εσται ο αποδεχομενος· αγγελοι ευφημουντες· οι απο κτισεως ανθρωποι μακαριζοντες· δοξα αιωνιος, στεφανοι δικαιοσυνης, βασιλεια των ουρανων αθλος σοι εσται.
Σκορπιζομενος ο πλουτος, καθ᾿ ον ο Κυριος επιταττεται τροπον, πεφηκε παραμενειν· συνεχομενος δε, αλλοτριουσθαι. Εαν φυλασσεις, ουκ εχει· εαν δε σκορπισεις, ουκ απολεσεις. Εσκορπισεν, εδωκε τοις πενησι.
Καλον ενταφιον η ευσεβεια. Παντας περιβαλομενος απελθε. Οικειον κοσμον τον πλουτον σου ποιησον· εχε αυτον μετα σεαυτου. Πεισθητι καλως συμβουλω τω αγαπησαντι σε Χριστω, τω δι᾿ ημας πτωχευσαντι, ιν᾿ ημεις τη εκεινου πτωχεια πλουτησωμεν.
Θεολογου. - Ελεημοσυνη, η πασης απηλλαγμενη αδικιας· αυτη παντα καθαρα ποιει. Τουτο και νηστειας βελτιον και χαμευνιας· καιτοιγε εκεινα μοχθηροτερα και επιπονωτερα, αλλ᾿ αυτη κερδαλεωτερα, χρωτιζει ψυχην, λεπτυνει, καλην και ωραιαν ποιει.
(≡15Ε_076≡> Εκεινα μονα κερδησομεν, οσα αν εκει προπεμψωμεν. Εκεινα μινα εστιν ημετερα, οσα της ψυχης εστι κατορθωματα, ελεημοσυνη και φιλανθρωπια· ου γαρ δυνατον χρηματα λαβοντα απελθειν· μαλλον δε και προπεμψωμεν αυτα, ωστε ετοιμασαι ημιν σκηνην εν ταις αιωνιαις μοναις.
Ελεημοσυνης χωρις, ακαρπος η ψυχη. Παντα ακαθαρτα ταυτης χωρις, παντα ανονητα. Τουτο εστιν ω εξισουσθαι δυναμεθα τω Θεω, το ελεειν και οικτειρειν. Οταν ουν τουτο μη εχωμεν, του παντος απεστερημεθα. Ουκ ειπεν, Εαν πιστευσητε ομοιοι εστε τω Πατρι υμων. Ουκ ειπεν, Εαν παρθενευσητε· αλλα τι; Γινεσθε οικτιρμονες, ως ο Πατηρ υμων ο εν τοις ουρανοις. Ελεον γαρ, φησι, θελω, και ου θυσιαν.
Ων βουλομεθα τυχειν παρα του Θεου, τουτων προτεροι μεταδιδοναι, τοις πλησιον οφειλομεν. Αν δε τους πλησιον τουτων αποστερωμεν, πως τουτων τυχειν βουλομεθα. Μακαριοι, φησιν, οι ελεημονες, (=768=) οτι αυτοι ελεηθησονται· ανιλεως δε κρισις τω μη ποιησαντι ελεος.
Εκτεινον σου τας χειρας, μη εις τον ουρανον, αλλ᾿ εις τας των πενητων χειρας. Εαν εις τας των πενητων εκτεινης την χειρα, αυτης ηψω της κορυφης του ουρανου· ο γαρ εκει καθημενος λαμβανει την ελεημοσυνην. Αν δε ακαρπους ανατεινης, ουδεν ωνησας. Ου γαρ εν τη εκτασει των χειρων, ουδε εν τω πληθει των ρηματων, αλλ᾿ εν τοις εργοις επακουεσθαι εστιν. Ακουε γαρ του Προφητου λεγοντος· Οταν τας χειρας υμων εκτεινητε, αποστρεψω τους οφθαλμους μου αφ᾿ υμων· και εαν πληθυνητε την δεησιν, ουκ εισακουσομαι υμων. Κρινατε δε μαλλον ορφανω και ταπεινω, και δικαιωσατε χηραν, και μαθετε καλον ποιειν.
Ει μη πενητες ησαν,ουκ αν το πολυ των αμαρτηματων υποτεμνετο. Ιατροι των τραυματων εισι των ημετερων οι πενητες· φαρμακα ημιν παρεχουσι τας αυτων χειρας. Ουχ ουτως ιατρος (≡15Ε_078≡> χειρας εκτεινων και φαρμακα επιτιθεις, την ιατρειαν παρεχει, ως πενης χειρα εκτεινων και τα παρ᾿ ημων λαμβανων, εκμαγειον των ημετερων εστι κακων. Εδωκας το αργυριον, συνεξηλθε και αμαρτηματα. Τοιουτοι γαρ οι ιερεις, αμαρτιας λαου μου φαγονται.
Τυφλος οιδεν ελεουμενος εις ουρανων βασιλειαν χειραγωγειν· και τοιχοις προσκρουων, και βοθροις ενολισθαινων, ουτος οδοποιος γινεται της εις ουρανον αναβασεως.
Τι ματαιοπονεις, ω πλουσιε, τα των πενητων εν τοις σοις θησαυροις αποκρυπτων; τι αιτουμενος παρ᾿ αυτων αγανακτεις, ως οικοθεν αναλισκων; Τα πατρωα θελουσιν, ου τα σα· τα εγχειρισθεντα σοι δι᾿ αυτους, ου μετα σου γεννηθεντα. Α ελαβες, δος, και την χρησιν κερδανον. Αρκει σοι οτι διδοναι, ου λαμβανειν εταχθης.
Ουδεν ουτως ευφραινει τον Θεον, ως ελεημοσυνη. Διο οι ιερεις κατα το παλαιον, ελαιον εχριοντο, και οι βασιλεις και οι προφηται. Της γαρ του Θεου φιλανθρωπιας ειχον συμβολον το ελαιον. Επειδη ο Θεος ελεει τους ανθρωπους και φιλανθρωπευεται, δια τουτο ελαιω εχριοντο. Και γαρ την ιερωσυνην απο ελεους εποιησεν· και οι βασιλεις ελαιω εχριοντο. Ελεησει γαρ, φησι, παντας, οτι παντα δυναται. Τουτο γαρ αρχης ιδιον, το ελεειν. Εννοησον οτι δι᾿ ελεον ο κοσμος συνεσταθη, και μιμησαι τον Δεσποτην. Ελεος ανθρωπου επι τον πλησιον αυτου· Ελεος δε Κυριου επι πασαν σαρκα.
Μη χρηση ρημα γογγυσμου μετα της επιδοσεως, οπερ πασχουσιν οι πολλοι, διδοντες μεν, το δε προθυμως ου προστιθεντες, ο του παρεχειν μειζον εστι και τελεωτερον. Μηδε δοκιμασιαν (≡15Ε_080≡> ζητει του ληψομενου, οστις αξιος, και οστις ου. Πολλω γαρ βελτιον, οιμαι, δια τους αξιους ορεγειν και τοις αναξιοις, η τους αξιους αποστερειν δα τους αναξιους.
Κρεισσον το κατα δυναμιν εισενεγκειν, η το παν (=769=) ελλειπειν. Ου γαρ ο μη δυηνηθεις, αλλ᾿ ο μη βουληθεις υπαιτιος.
Γενου τω πλησιον τιμιωτερος, εκ του φανηναι χρηστοτερος. Γενου τω ατυχουντι θεος, τον ελεον του Θεου μιμουμενος.
Συμμετρεισθαι δει τω αιτουμενω την αιτησιν. Ομοιως γαρ ατοπον παρα μικρου μεγαλα ζητειν, κκαι παρα μεγαλου μικρα. Το μεν γαρ ακαιρον· το δε, σμικρολογον.
Χρυσοστ.- Οταν διαθρεψης τον πενητα, σαυτον νομιζε διατρεφειν. Τοιαυτη γαρ η του πραγματος φυσις, εξ ημων εις ημας μεταχωρει τα διδομενα.
Μη φοβηθωμεν δικαστην, προ του δικαστηριου την χειρα προτεινοντα. Μη φοβηθωμεν δικαστην ουκ αρνουμενον το λαβειν.
Πολλης αλογιας, αγρον μεν βουλομενον ωνησασθαι, την ευφορον γην επιζητειν· ουρανου δε αντι γης προκειμενου, παρον εκει κτησασθαι χωριον, μενειν επι της γης, και των εκ ταυτης ανεχεσθαι πονων.
Γρηγ. Νυσσης, Ο πτωχω κοινωνησας, εις την μεριδα του δι᾿ ημας πτωχευσαντος εαυτον καταστησει.
Νειλου. - Καθαπερ ιδιον εστι του φωτος το φωτιζειν, ουτως ιδιον Θεου το ελεειν και οικτειρειν τα οικεια πλασματα.
Του αγιου Ειρηναιου εκ της προς Βικτωρα επιστολης. - Εν ω αν τις δυναιτο ευ ποιειν τοις πλησιον, και ου ποιει, αλλοτριος της αγαπης του Κυριου νομισθησεται.
Φιλωνος. - Τοιουτος γινου περι τους σους οικετας, οιον (≡15Ε_082≡> ευχη σοι τον Θεον γενεσθαι. Ως γαρ ακουομεν, ακουσθησομεθα υπο του Θεου· και ως ορωμεν, οραθησομεθα υπ᾿ αυτου. Προενεγκωμεν ουν του ελεου τον ελεον, ινα τω ομοιω το ομοιον αντιλαβωμεν.
Δημοσθ. - Δικαιον εστιν ελεειν, ου τους αδικους των ανθρωπων, αλλα τους παρα λογον δυστυχουντας.
Βιαντ. - Βιας θανατω μελλων καταδικαζειν τινα, εδακρυσεν. Ειποντος δε τινος, Τι παθων, αυτος καταδικαζων κλαιεις ; ειπεν· Οτι αναγκασθαιον εστι, τη μεν φυσει το συμπαθες αποδουναι, τω δε νομω την ψηφον.
Φωκιων. - Ουτε εξ ιερου βωμον, ουτε εκ της ανθρωπινης φυσεως αφαιρετεον τον ελεον.
Δημοκριτ. Ισοκρατ. και Επικτητου. - Ξενοις μεταδιδου, και τοις δεομενοις εκ των οντων· ο γαρ μη διδους δεομενω, ουδε αυτος ληψεται δεομενος.
Πειρατη τινι εμπεσοντι εις την γην, και διαφθειρομενω χειμωνος, περιβολαιον τις αρας, δεδωκεν, και εις την οικιαν εισαγαγων, τα εξης παντα παρεσχεν. Ονειδισθεις δε υπο τινος, οτι τους πονηρους (=772=) ευεργετει· Ου τον ανθρωπον, εφη, αλλα το ανθρωπινον τετιμηκα.
Χαρικλειας. - Ξενη εν γη, το μεν ωνιον, σπανιον ταις αγνοουσιν· το δε αιτουμενον, ευμεταδοτον τοις ελεουσι.

ΛΟΓΟΣ Η´.
Περι ευεργεσιας και χαριτος.

(≡15Ε_084≡> Λουκ. στ´. - Καθως εθελετε ινα ποιωσιν υμιν ανθρωποι, και υμεις ποιειτε αυτοις ομοιως.
Α΄ Ιωανν. γ´. - Ο αγαθοποιων, εκ του Θεου εστιν· ο δε κακοποιων, ουχ εωρακε τον Θεον.
Σιραχ ιη΄. - Κρεισσον ο λογος αγαθος, η δοσις· αγαθος λογος υπερ δομα.
Σιραχ ιζ´. - Χαριν ανθρωπου, ως κορην οφθαλμου συντηρησον.
Σιραχ λγ´. - Ο αναποδιδους χαριτας, μεμνηται και εις τα μετα ταυτα· και εν καιρω πτωσεως αυτου ευρησει στηριγμα.
Βασιλειου. - Ωσπερ γαρ οι οφθαλμοι, το αγαν προσκειμενον ουχ ορωσιν, αλλα δεονται συμμετρου τινος αποστασεως· ουτω και αι αχαριστοι ψυχαι εοικασιν εν τη απαλλοτριωσει των αγαθων της παρελθουσης χαριτος επαισθανεσθαι.
Θεολογου. - Εως πλεις εξ ουριας, τω ναυαγουντι δος χειρα· εως δε ευεκτεις και πλουτεις, τω κακοπαθουντι βοηθησον.
Ουδεν ουτως ως το ευ ποιειν ανθρωπος εχει Θεου, καν ο μεν μειζω, ο δε ελαττω ευεργετη, εκατερος, οιμαι , κατα την εαυτου δυναμιν.
Χρυσοστ. - Ευεργετων, νομιζε μιμεισθαι Θεον.
Ορωμεν πολλους των ανθρωπων, μετα τας ευεργεσιας, καθαπερ ανδραποδων ουτως υπερορωντας των ευεργετησαντων, και τα οφρυς ανασπωντων κατ᾿ αυτων.
(≡15Ε_086≡> Ευεργετωμεν τους μηδε αισθανομενους οτι ευεργετουνται, ινα μη αντιδιδοντες ημιν επαινον, η ο τι δηποτε, ελαττωσωσιν ημιν τον μισθον. Οταν γαρ μηδεν παρα ανθρωπων λαβωμεν, τοτε μειζοντα παρα Θεου ληψομεθα.
Αρκει πολλαχου και προαιρεσις μεγα ποιησαι αγαθον.
Ουκ ευ ποιει ο ευ ποιων, αλλ᾿ ευ πασχει αυτος, και ευεργετειται μαλλον, ουκ ευεργετει. Μειζονα γαρ λαμβανει η διδωσι. Θεω γαρ δανειζει, ουκ ανθρωποις· αυξει τον πλουτον ου μειοι· μειοι δε, εαν μη ελαττωση, εαν μη δω.
(=773=) Χρυσοστ. - Ο μεν πρωτον ευεργετων, φανεραν επιδεικνυται την χρηστοτητα· ο δε ευεργετηθεις, ο τι αν αποδω, οφειλημα αποδιδωσιν, ου χαριν αποτιθεται.
Κλημεντος ῾Ρωμης. - Ου δικαιον εστι του δεδωκοτος εγκαταλειφθεντος, τα δοθεντα παραμενειν τοις αγνωμοσιν
Του Νυσσης. - Ο θελησαας το αγαθον μονον, κωλυθεις δε προς το καλον τω μη δυνασθαι, κατ᾿ ουδεν ελαττουται της ψυχης διαθεσει, του δια των εργων την γνωμην δειξαντος.
Φιλων. - Ουδεν ουτω ευαγωγον εις ευνοιαν, ως η των ευεργετηματων ευφημια.
Πλεον αγαπα βασιλευ, τους λαμβανειν παρα σου χαριτας ικετευοντας, ηπερ τους σπουδαζοντας δωρεας σοι προσφερειν. Τοις μεν γαρ οφειλετης αμοιβης καθισταται· οι δε σου τον οφειλετην ποιησουσι τον οικειουμενον τα εις αυτους γινομενα, και αμειβομενον αγαθαις αντιδοσεσιν τον φιλανθρωπον σου σκοπον.
Του αυτου, αλλ. Πλουτ. - Η χαρις ωσπερ η σεληνη, οταν τελεια γενηται, τοτε καλη φαινεται.
Δημοκριτ. - Θεω ομοιον εχει ο ανθρωπος, οταν το ευ ποιειν μη καπηλευηται· και το ευεργετειν και το αληθευειν.
Ο αυτος ιδων τινα προχειρως πασι χαριζομενον, και ανεξεταστως (≡15Ε_088≡> υπηρετουμενον, Κακως, ειπεν, απολοιο, οτι τας Χαριτας παρθενους ουσας, πορνας εποιησας.
Μοσχιωνος. - Το μεν εις αχαριστον αναλωσαι, επιζημιον· το δε εις ευχαριστον μη αναλωσαι, βλαβερον.
Κατωνος. - Οι πολλοι των ανθρωπων, προς μεν τας τιμωριας ετοιμοτερως εχουσι· προς δε τας ευεργεσιας και φιλιας, υπτιως.
Αλεξανδρ. - Ξενοκρατει τω φιλοσοφω πεντηκοντα ταλαντα πεμψας, ως ουκ εδεξατο, μη δεισθαι φησας, ερωτησεν, ει μηδε φιλον εχει Ξενοκρατης· Εμοι γαρ, εφη, μολις ο Δαρειου πλουτος εις τους φιλους ηρκεσεν.
Τινος δε των αυτου φιλων αιτησαντος αυτον εις προικα της θυγατρος, εκελευσε πεντηκοντα ταλαντα λαβειν· αυτου δε φησαντος, ικανα ειναι δεκα, Σοι μεν, εφη, λαβειν, εμοι δε ουχ ικανα ειναι δεκα δουναι.
Ο αυτος πληρωσας ποτε οστεων πινακα, επεμψε Διογενει τω Κυνικω φιλοσοφω· ο δε λαβων, ειπεν, Κυνικον μεν το βρωμα, ου βασιλικον δε το δωρον.
Ο αυτος ειπεν, της αυτης αμαρτιας ειναι, το διδοναι οις μη δει, και το μη διδοναι οις δει.
Διογενης ερωτηθεις υπο τινος, δια τινα αιτιαν οι ανθρωποι, τοις μεν προσαιτουσι, διδοασι· τοις δε φιλοσοφουσιν, ουδαμως, ειπεν, Οτι χωλοι μεν και τυφλοι ισως ελπιζουσι γενεσθαι, φιλοσοφοι δε ου.
Φιλιστιων.
Τη γη δανειζειν κρειττον εστιν η βροτοις,
Ητις τοκους διδουσι μη λυπουμενη.

(=776=) Λυσανδρ. - Λυσανδρος, Διονυσιου του τυραννου πεμψαντος ιματια ταις θυγατρασιν αυτου των πολυτελων, ουκ ελαβεν, ειπων, δεδιεναι μη δια ταυτα μαλλον αισχραι φανωσιν.
Η χαρις, ως ουδεν αλλο εν βιω, τοις πολλοις ταχιστα γηρασκει.
(≡15Ε_090≡> Δημοσθ. - Οι μη χρησαμενοι τοις καιροις [κακοις] ορθως, ουδε ει συνεβη τι αυτοις παρα του Θεου χρηστον, μνημονευουσιν.
Ο αυτος ελεγεν, Τον μεν διδοντα χαριν, χρη παραχρημα επιλανθανεσθαι· τον δε λαμβανοντα, δια παντος μεμνησθαι.
Ηρακλειτου Φυσικου. - Η ευκαιρος χαρις, λιμω καθαπερ τροφη αρμοττουσα, την της ψυχης ενδειαν ιαται.
Μενανδρου.
Οταν ετερος σοι μηδεν πλειον διδω,
Δεξαι το μοριον· του λαβειν γαρ μηδεν,
Το λαβειν ελαττον, πλειον εσται σοι πολυ.

ΛΟΓΟΣ Θ´.
Περι αρχης και εξουσιας.

(≡15Ε_092≡> Σιραχ λη´. - Μη δως μωμον εν τη δοξη σου, και εν ημερα δοξης μη επαιρου.
Βασιλειου. - Βασιλεια εστιν εννομος επιστασια.
Αι ουν παρα βασιλεως διδομεναι υποθηκαι, του γε αληθως της προσηγοριας ταυτης αξιου, πολυ το νομιμον εχουσι, το κοινη πασι λυσιτελες σκοπουσαι, και ουχι προς τον σκοπον της ιδιας ωφελειας συντεταγμεναι. Τουτο γαρ διαφερει τυραννος βασιλεως, οτι ο μεν το εαυτου πανταχοθεν σκοπει· ο δε, το τοις αρχομενοις ωφελιμον εκποριζει.
Παροιμ. κα´. - Ει καρδια βασιλεως εν χειρι Θεου, ου σωζεται δια οπλιτικην δυναμιν, αλλα δια την θειαν χειραγωγιαν. Εν χειρι δε Θεου εστιν, ουχ ο τυχων, αλλ᾿ ο αξιος της του βασιλεως προσηγοριας.
Προς το του αρχοντος ηθος πλαττεσθαι πεφυκεν ως τα πολλα το αρχομενον· ωστε οποιοι ποτε οι αγοντες ωσι, τοιουτον αναγκη και το α(να)γομενον ειναι.
Παλαιος εστι λογος, τους αρετης μεταποιουμενους, μεθ᾿ ηδονης αυτους μη επιβαλλειν αρχαις.
Θεολογου. - Ανθρωπω χαλεπου οντος το (777) ειδεναι αρχεσθαι, κινδυνευει πολλω χαλεπωτερον ειναι το ειδεναι αρχειν ανθρωπων.
Η μεν αταξια, αναρχιας εστι γνωρισμα· η δε ταξις, τον ηγεμονευοντα δεικνυσι. Τι γαρ οφελος κυβερνητη ειναι χρηστον, πονηροις χρωμενον ερεταις;
(≡15Ε_094≡> Μη τις ενον ακινδυνως επεσθαι, αρχειν επικινδυνως επιθυμεισθω· μηδ᾿ ο της υποταγης νομος καταλυεσθω, η και τα επιγεια συνεχει και τα ουρανια.
Οι βασιλεις, αιδεισθε την αλουργιδα· νομοθετησει γαρ και νομοθεταις ο λογος. Γινωσκετε τι το πιστευθεν υμιν, και τι το περι υμας μυστηριον. Κοσμος ολος υπο χειρα την ημετεραν διαδηματι μικρω και βραχει ρακιω κρατουμενος. Τα μεν ανω, μονου Θεου· τα δε κατω, και υμων. Θεοι γινεσθε τοις υφ᾿ υμας· ινα ειπω τι και τολμηροτερον· Καρδια βασιλεως εν χειρι Θεου, και ειρηται και πεπιστευται. Ενταυθα εσω το κρατος υμων, αλλα μη εν τω χρυσω και ταις φαλαγξι.
Το δραστηριον δεικνυε μη τω δραν κακως, τω δ᾿ ευ τι ποιειν, ει θελεις ειναι θεος. Το δε εστιν ανδρος ειδοτος συγγενεις· κτεινει δε ραστα και τρυγων και σκορπιος.
Χρυσπστ. - Τιμης μεγεθος, τοις ουκ αξιως ζην προαιρουμενοις, προσθηκη τιμωριας εστιν.
Βασιλειας του Θεου δυο οιδεν η Γραφη, την μεν κατ᾿ οικειωσιν, την δε κατα δημιουργιαν, Βασιλευει μεν γαρ απαντων, και Ελληνων, και Ιουδαιων, και δαιμονων, και των αντιτεταγμενων, κατα τον της δημιουργιας λογον.
Οταν αρχων ανεπιληπτος η πασι, τοτε δυναται μεθ᾿ οσης βουλεται εξουσιας και κολαζειν και συγχωρειν, τους υπ᾿ αυτω ταττομενους απαντας.
Ουδεν ουτω δεικνυσι τον την αρχην εχοντα ως η φιλοστοργια περι τους αρχομενους. Και γαρ πατερα ου το γεννησαι μονον ποιει, αλλα και το φιλειν μετα το γεννησαι. Ει δε ενθα φυσις, αγαπης χρεια, πολλω μαλλον ενθα η χαρις.
(≡15Ε_096≡> Ουκ εν τη χλανιδι και τη ζωνη, ουδε εν τη φωνη του κηρυκος αρχων, αλλ᾿ εν τω τα πεπονηκοτα ανακτασθαι, και τα κακως εχοντα διορθουν· και κολαζειν μεν αδικιαν· μη συγχωρειν δε υπο δυναστειας το δικαιον απελαυνεσθαι.
Φιλων. - Ο μεν Θεος ουδενος δειται· ο βασιλευς δε, μονου Θεου. Μιμου τοινυν τον ουδενος δεομενον, και δαψιλευου τοις αιτουσι τον ελεον, μη ακριβολογουμενος περι τους σους ικετας, αλλα πασι παρεχων τας προς το ζην αφορμας. Πολυ γαρ κρειττον εστι δια τους αξιου ελεειν και τους αναξιους, (=780=) και μη τους αξιους αποστερειν δια τους αναξιους.
Αριστοτελ. - Ο πολλοις φοβερος ων, πολλους φοβειται.
Δει τους νουν εχοντας των δυναστευοντων, μη δια τας αρχας, αλλα δια τας αρετας θαυμαζεσθαι, ινα τυχης μεταπεσουσης, των αυτων εγκωμιων αξιωνται.
Ισοκρατ. - Ζηλου μη τους μεγιστην αρχην κτησαμενους, αλλα τους αριστα τη παρουση χρησαμενους.
Κακιστον ελεγεν αρχοντα ειναι, τον αρχειν εαυτου μη δυναμενον.
Δημοκριτ. - Ποθητος ειναι μαλλον η φοβερος κατα τον βιον προαιρου· ον γαρ παντες φοβουνται, παντας φοβειται.
Τον αρχοντα δει εχειν, προς μεν τους καιρους λογισμον· προς δε τους εναντιους τολμαν· προς δε τους υποτεταγμενους ευνοιαν.
Δει τον ετερων μελλοντα αρξειν, αυτον εαυτου προτερον αρχειν.
Κλειταρχ. - Κρεισσον αρχεσθαι τοισιν ανοητοις, η αρχειν.
Διογενης. - Ερωτηθεις πως αν τις πολιτευηται εξουσια, εφη· Καθαπερ πυρι, μητε λιαν εγγυς ειναι, ινα μη κατακαη· μητε πορρω, ινα μη ριγωση.
Κυρου. - Αρχειν ουδενι προσηκει, ος ου κρειττων εστι των αρχομενων.
(≡15Ε_098≡> Σολ. - Αρχε πρωτον μαθων αρχεσθαι· αρχεσθαι γαρ μαθων, αρχειν επιστηση.
Εις αρχην κατασταθεις, μηδενι χρω πονηρω προς τας διοικησεις. Ων γαρ αν εκεινος αμαρτοι, σοι τας αιτιας τω αρχοντι επιθησουσιν.
Ωσπερ τον εν δημοκρατια πολιτευομενον, το πληθος δει θεραπευειν· ουτω και τον εν μοναρχια κατοικουντα, τον βασιλεα προσηκει θαυμαζειν.
Χαιρεμον. - Ολως κρεισσον, ουκ εα φρονειν μεγα.
Αντιγον. - Αντιγονος ο βασιλευς, προς τινα μακαριζουσαν αυτον γραυν· Ει ηδεις, εφη, ω μητερ, οσων κακων εστι τουτο το ρακος, δειξας το διαδημα, ουκ αν επι κοπριας κειμενον εβαστασας.
Επαμιν. - Επαμινωνδας ο Θηβαιος ιδων (781) στρατοπεδον μεγα και καλον, στρατηγον ουκ εχον· Ηλικον, εφη, θηριον κεφαλην ουκ εχει.
Φιλιππου. - Τον βασιλεαν δει μνημονευειν, οτι ανθρωπος ων εξουσιαν ειληφεν [ελαβεν] ισοθεον, ινα προαιρηται μεν τα καλα και θεια, φρονησει δε ανθρωπινη χρηται.
Ει βουλει την οικιαν ευ οικεισθαι, μιμου τον Σπαρτιατην Λυκουργον. Ον γαρ τροπον ου τειχεσι την πολιν εφραξεν, αλλ᾿ αρετη τους ενοικουντας ωχυρωσεν, και διαπαντος ετηρησεν ελευθεραν την πολιν· ουτως και συ, μη μεγαλην αυτην περιβαλε και τοιχους υψηλους ανιστα, αλλα τους ενοικουντας ευνοια, και πιστει, και φιλια στηριζε, και ουδεν εις αυτην εισελευσεται βλαβερον, ουδ᾿ αν το συμπαν της κακιας παραταξηται στιφος.
Μηδεις των φρονιμων του αρχειν αλλοτριουσθω. Και γαρ ασεβες το αποσπαν εαυτον της των δεομενων ευχρηστιας [ευχαριστ.] και αγενες το τοις φαυλοις παραχωρειν. Ανοητον γαρ το αιρεισθαι κακως αρχεσθαι μαλλον, η καλως αρχειν.
Δεινον και χαλεπωτατον τους χειρους των βελτιονων αρχειν, και τους ανοητερους τοις φρονιμωτεροις προσταττειν.
(≡15Ε_100≡> Ευμενης. - Ευμενης ο βασιλευς ελεγε τοις αδελφοις διαπαντος· Εαν μεν ως βασιλει προσφερησθε, ως αδελφοις υμιν χαρισομαι· εαν δε ως αδελφω, εγω υμιν ως βασιλευς.
Κοτυς. - Κοτυς ο των Θρακων βασιλευς, Θηβαιων σεμνυνομενων οτι Λακεδαιμονιων ηγησαντο· Εγω, φησιν, εωρακα χειμαρρους ποταμων μειζους των αενναων γινομενους, αλλ᾿ ολιγον χρονον.
Ο αυτος ερωτηθεις, Τινι καταλιμπανεις το βασιλειον; εφη· Τω δυναμενω.
Φιλων. - Τη μεν ουσια του σωματος, ισος παντος ανθρωπου ο βασιλευς· τη εξουσια δε του αξιωματος, ομοιος εστι το επι παντων Θεω. Ουκ εχει γαρ επι γης αυτου υψηλοτερον. Χρη τοινυν και ως θνητον μη επαιρεσθαι, και ως Θεον μη οργιζεσθαι. Ει γαρ και εικονι θεϊκη τετιμηται, αλλα και κονει χοϊκη συμπεπλεκται, δι᾿ ης εκδιδασκεται την προς παντας απλοτητα [ομοιοτητα].
Μουσωνιου. - Πειρατεον καταπληκτικον μαλλον τοις υπηκοοις, η φοβερον θεωρεισθαι· τω μεν γαρ σεμνοτης [το σεμνοτητος], τω δε απηνεια παρακολουθει.
Δημοκριτ. - Πονηρα φυσις εξουσιας επιλαβομενη, δημοσιας απεργαζεται συμφορας.
Αντισθεν. - Τοτε τας πολεις απολλυσθαι συμβαινει, οταν μη δυνανται οι κρατουντες τους φαυλους εκ των σπουδαιων διακρινειν.
Επισφαλες μαινομενω δουναι μαχαιραν, και μοχθηρω δυναμιν.
Μενανδρου. - Πλουτος αλογιστος προσλαβων εξουσιαν, και τους φρονειν δοκουντας ανοητους ποιει.
Δημοσθ. - Το γαρ ευ πραττειν παρα την αξιαν, (784) αφορμην του κακως φρονειν παρα την αξιαν γινεται.

ΛΟΓΟΣ Ι ´.
Περι ψογου και διαβολης.

(≡15Ε_102≡> Ματθ. Ε´. - Μακαριοι εστε, οταν ονειδισωσιν υμας και διωξωσιν, και ειπωσι παν πονηρον ρημα καθ᾿ υμων ψευδομενοι ενεκεν εμου.
Κορινθ. Δ´.- Λοιδορουμενοι, ευλογουμεν· βλασφημουμενοι, παρακαλουμεν.
Παροιμ. Ι´. - Καλυπτουσιν εχθραν χειλη δικαια· οι δε εκφεροντες λοιδοριας, αφρονεστατοι εισι.
Σιραχ ΚΗ´. - Ανηρ αμαρτωλος ταραξει φιλους, και αναμεσον ειρηνευοντων βαλει διαβολην· κατα την υλην του πυρος ουτως εκκαυθησεται.
Εκκλησ. ΙΑ´. - Ου τα ρηματα πεφυκε τας λυπας κινειν· αλλ᾿ η κατα του λοιδορησαντος ημας υπεροψια, και η εκαστου αυτων υπεροψια.
Πεφυκασι πως ταις μεγαλαις δυναστειαις αι ανελευθεροι αυται παραφυεσθαι θεραπειαι, αι δια το απορειν οικειου αγαθου δι᾿ ου γνωρισθωσιν, εκ των αλλοτριων κακων εαυτους συνιστωσιν.
Θεολογου. - Το μεν γαρ επιτιμαν, ου μεγα· ραστον γαρ και του βουλομενου παντος· το δε αντεισαγειν την εαυτου γνωμην, ανδρος ευσεβους και νουν εχοντος.
Κακως ακουειν κρεισσον, η λεγειν κακως.
Απτεται ου των πολλων μονον, αλλα και των αριστων ο μωμος.
(≡15Ε_104≡> Χρυσοστ. - Ωσπερ το καλως λεγειν και εγκωμιαζειν αρχη φιλιας εστιν· ουτω το κακως λεγειν και διαβαλλειν, εχθρας, και απεχθειας, και μηριων κακων αρχη και υποθεσις γεγονεν.
Ου δυνατον τους εν αρετη οντας παρα παντων ακουειν καλως.
Ει δε παραδεχομενοι ακοην ματαιαν ουκ αν τυχοιεν συγγνωμης· οι διαβαλλοντες και λοιδορουντες ποιαν εξουσιν απολογιαν;
Μη το κακως ακουειν αλγωμεν, αλλα τω δικαιως ακουειν κακως.
Οι πολλοι των ανθρωπων, των μεν ιδιων αμαρτηματων συνηγοροι γινονται· των δε αλλοτριων κατηγοροι.
Πλουταρχου. - Γλωσσα βλασφημος, διανοιας κακης ελεγχος.
Ισοκρατ. - Ευλαβου τας διαβολας, καν ψευδεις (=785=) ωσιν. Οι γαρ πολλοι, την μεν αληθειαν αγνοουσι, προς δε την δοξαν αποβλεπουσιν.
Ουτος ακουσας παρα τινος, οτι Ο δεινα επ᾿ εμου ταδε κατα σου ελοιδορει· Ει μη συ, ειπεν, ηδεως ηκουσας, ουκ αν εκεινος ελοιδορει.
Δημοκριτ. - Η μεν μαχαιρα τεμνει· η δε διαβολη χωριζει φιλους.
Σωκρατης. - Απαγγειλαντος τινος αυτω, οτι Ο δεινα σε κακως λεγει, Και τυπτετω με, εφη, μη παροντα.
Ψιθυρον και διαβολον ανδρα, μη παραδεχου. Ου γαρ ενεκεν ευνοιας τουτο ποιει. Ως γαρ τα των αλλων απορρητα απεκαλυψε σοι, ωσαυτως και τα υπο σου λεγομενα ετεροις αναθησεται.
Μοσχιωνος. - Υπο πολλων διαβαλλεσθαι κακων, ουτε αληθες, ουτε βλαβερον· το δε υφ᾿ ενος αγαθου ψεγεσθαι, και αληθες και λυσιτελες.
Δημωνακτ. - Τινος σοφιστου αιτιωμενου αυτον, και λεγοντος, Διατι με κακως λεγεις; Οτι μη καταφρονεις, εφην, τον κακως λεγοντα.
(≡15Ε_106≡> Διογενης. - Λοιδορουμενος υπο τινος φαλακρου, εφη· Σε μεν ουχ υβριζω, τας δε τριχας σου επαινω, οτι κακον εξεφυγον κρανιον.
Προδοτου δε τινος κακως αυτον λεγοντος, εφη· Χαιρω εχθρος σου γενομενος· συ γαρ ου τους εχθρους, αλλα τους φιλους κακως ποιεις.
Αριστιππ.- Αριστιππος υβριζομενος υπο τινος, ανεχωρει· του δε επιδιωκοντος και λεγοντος, Φευγεις; Ναι, εφη· του μεν γαρ κακως λεγειν συ την εξουσιαν εχεις, του δε μη ακουειν, εγω.
Πελοπιδ. - Πελοπιδας ανδρειου στρατιωτου δαβληθεντος αυτω, ως βλασφημουντος αυτον· Εγω τα μεν εργα, εφη, αυτου βλεπω, των δε λογων ουκ ηκουσα.
Φιλημον.
Ηδιον ουδεν ουδε μουσικωτερον
Ες' η δυνασθαι λοιδορουμεον φερειν.
Και γαρ ο λοιδορων, αν ο λοιδορουμενος
Μη προσποιηται, λοιδορειται ο λοιδορων.

Δημοσθ. - Δημοσθενης, λοιδορουμενου τινος αυτον· Ου συγκαταβαινω, ειπεν, εις αγωνα εν ω ο νικωμενος του νικωντος εστι κρειττων.
Μενανδρου.
Ουδεν διαβολης εστιν επιπονωτερον,
την εν ετερω γαρ κειμενην αμαρτιαν,
Αει μεμψιν ιδιαν αυτον επαναγκες λαβειν.
Οστις δε διαβολαις πειθεται ταχυ,
῞Ητοι πονηρος αυτος εστι τοις τροποις,
Η πανταπασι παιδαριου γνωμην εχει.

῾Ρηγιν.- Πολλοι γουν ηδη μειζω κακα πεπονθασι υπο των διαβολων, η των πολεμιων· και πολλοι ηδη (788) μειζω ηδικηνται υπο της των ωτων ασθενειας, η υπο της των εχθρων επιβουλης.
(≡15Ε_108≡> Κλεανθ.
Κακουργοτερον ουδεν διαβολης εστι που.
Λαθρα γαρ απατησασα τον πεπεισμενον.
Μισος αναπλαττει προς τον ουδεν αιτιον.

Σεξτ. - Ο ενδιαβαλλων φιλον, μη ευδοκιμειτω, καν αληθη λεγη.
Χρυσιππ. - Ειποντος αυτω τινος, Ο φιλος δε λαθρα λοιδορει, εφη· Μη ελεγχε αυτον, επει φανερως αυτο εχει [μελλει] ποιειν.
Ο αυτος υπο τινος πονηρου πολλα λοιδορηθεις, εφη· Καλλιστα εποιησας, μηδεν σοι των προσοντων παραλιπων.
Ο αυτος, τινος λεγοντος οτι Σε τινες λοιδορουσιν, εφη· Αλλ᾿ εγω ουτως διαξω, ωστε απιστεισθαι αυτους.
Λικιαν. - Τις γαρ ουκ αν ομολογησειε, την μεν ισοτητα εν απασι, και το μηδεν πλεον, διακιοσυνης εργα ειναι· το δε ανισον τε και πλεονεκτον, αδικιας; Ο δε τη διαβολη κατα των απαντων λαθρα χρωμενος, πως ου πλεονεκτης εστιν; ολον τον ακροατην σφετεριζομενος, και προκαταλαμβανων αυτου τα ωτα, και αποφραττων, και τω δευτερω λογω παντελως αβατα κατασκευαζων αυτα υπο της διαβολης προπεπλησμενα.

ΛΟΓΟΣ ΙΑ´.
Περι κολακειας.

(≡15Ε_110≡> Λουκ. στ´. - Ουαι οταν καλως ειπωσιν υμας οι ανθρωποι.
Ιουδ. - Ουτοι εισι γογγυσται, μεμψιμοιροι, κατα επιθυμιας αυτων πορευομενοι, και το στομα αυτων λαλει υπερογκα, θαυμαζοντες προσωπα ωφελειας χαριν.
Παροιμ. Κστ´. - Λογοι κερκωπων μαλακοι· ουτοι δε τυπτουσιν εις ταμεια σπλαχνων.
Κρεισσον ανδρος ελεγχοντος, υπερ αλλου κολακευοντος.
Ησαι. Γ´. - Οι μακαριζοντες υμας, πλανωσιν υμας, και την τριβον των οδων ταραττουσιν.
Βασιλειου. - Φυγωμεν κολακειας και θωπειας, και της αρχιλοχου αλωπεκος τι κερδαλεον και ποικιλον.
Ουδεν γαρ χαλεπωτερον τοις ευ φρονουσι, του προς δοξαν ζην, και τα τοις πολλοις δοκουντα περισκοπειν, και μη τον ορθον λογον ηγεμονα ποιεισθαι του βιου.
Θεολογου. - Ει με οντα κακον, αριστον υπελαμβανες, τι με ποιειν εχρην; ειναι μαλλον κακον, ινα πλεον αρεσκω σοι; ουκ αν τουτο εναυτω συνεβουλευσα. Ουτως ουδε ει κατορθουντα με πταιειν υπολαμβανεις, το κατορθουν δια σε μεταθησομαι. Ου ζω γαρ σοι μαλλον η εμαυτω.
(=789=) Εστι γαρ ανδρος μεγαλοφρονος φιλων αποδεχεσθαι μαλλον ελευθεριαν, η εχθρων κολακειαν.
Πολλω βελτιον βραχεα λυπησαντα μεγιστα ωφελησαι, η το (≡15Ε_112≡> προς ηδονην διωκοντα, ζημιωσαι τω κεφαλαιω.
Χρυσοστ. - Οταν μεταβολη τις γενηται προς το χειρον, τοτε των κολακων αφαιρειται τα προσωπεια. Τοτε ο χορος ελεγχεται των υποκριτων, και η σκηψις του πραγματος. Ανοιγονται παντων τα στοματα, Ο μιαρος, λεγοντες, ο πονηρος, ο παμπονηρος. Ου χθες αυτον εκολακευες; ου τας χειρας αυτου κατεφιλεις; Προσωπειον ην εκεινα. Ηλθεν ο καιρος, και ερριψα το προσωπειον, και απεφηναμην τη διανοια.
Κλημεντος. - Νοσος φιλιας η κολακεια· τας των αρχοντων ευπραγιας μαλλον, η τους αρχοντας αυτους ειωθασι θεραπευειν οι πλειστοι.
Πλουταρχ. - Εοικεν η κολακεια γραπτη πανοπλια. Διο τερψιν μεν εχει· χρειαν δε ουδεμιαν παρεχει.
Τα μεν ξυλα το πυρ αυξανοντα, υπ᾿ αυτου του πυρος καταναλισκεται· ο δε πλουτος τρεφων τους κολακας, υπ᾿ αυτων τουτων διαφθειρεται.
Ωσπερ οι κορακες παρεδρευοντες εξορυσσουσι τους των νεκρων οφθαλμους· ουτως οι κολακες τοις επαινοις τους λογισμους διαφθειρουσι των ανθρωπων
Λαγω μεν κυνα, φιλω δε κολακα φυσει πολεμιον ηγητεον.
Ουτε της γαμετης την εταιραν, ουτε της φιλιας την κολακειαν δει προτιμαν.
Χαιρειν χρη τοις ελεγχουσιν, ου τοις κολακευουσιν. Οι μεν γαρ ημας λυπουντες, διεφειρουσιν· οι δε χαριζομενοι, εκλυουσι και σκελιζουσιν.
Ισοκρατ. - Διορα και τους τεχνη κολακευοντας, και τους μετ᾿ ευνοιας θεραπευοντας, ινα μη πλειον οι πονηροι των χρηστων εχωσιν.
Μισει τους κολακευοντας ωσπερ τους εξαπατουντας· αφμοτεροι γαρ πιστευθεντες, τους πιστευσαντας αδικουσι.
(≡15Ε_114≡> Κρατης. - Κρατης προς νεον πλουσιον πολλους κολακας επισυρομενον, ειπε, Νεανισκε, ελεω σου την ερημιαν.
Επικτητου. - Οι μεν κορακες, των τετελευτηκοτων τους οφθαλμους λυναινονται, οτα ουδεν αυτων εστι χρεια· οι δε κολακες, των ζωντων τας ψυχας διαφθειρουσι, και ταυτης ομματα τυφλωττουσιν.
Πιθηκου οργην, και κολακος απειλην, εν ισω θετεον.
Αποδεχου τους τα χρηστα συμβουλευειν εθελοντας, αλλα μη τους κολακευειν εκαστοτε σπευδοντας. Οι μεν γαρ το συμφερον εν αληθεια ορωσιν· οι δε, προς τα δοκουντα τοις κρατουσιν αφορωσι· και των σωματων τας σκιας μιμουμενοι, τοις παρ᾿ αυτων λεγομενοις συννευουσιν.
(=792=) Διωνος του Χρυσοστ. - Πασων γαρ, ως επος ειπειν, των κακιων, εσχατην αν τις ευροι την κολακειαν. Πρωτον μεν γαρ το καλλιστον και δικαιοτατον διαφθειρει τον επαινον, ωστε μηκετι δοκειν πιστον μηδ᾿ αληθως γινομενον· και το γε παντων δεινοτατον, τα της αρετης επαθλα τη κακια διδωσιν· ωστε πολυ χειρον δρωσι των διαφθειροντων το νομισμα. Οι μεν γαρ υποπτον αυτο ποιουσιν· οι δε την αρετην απιστον.
Διογεν. - Επι της κολακειας, ωσπερ επι μνηματος, αυτο μονον το ονομα της φιλιας επιγεγραπται.
Ο αυτος ερωτηθεις, Τι των θηριων κακιστα δακνει; εφη· Των μεν αγριων, συκοφαντης· των δε ημερων, κολαξ.
Δημοσθ. - Δημοσθενης εφη, τον κολακα τουτο διαφερειν του κορακος, οτι ο μεν ζωντας, ο δε νεκρους εσθιει.
Αντισθεν. -Αντισθενης φησιν· Αιρετωτερον εις κορακας εμπεσειν, η εις κολακας· οι μεν γαρ αποθανοντος το σωμα, οι δε ζωντος την ψυχην λυμαινονται.
Φαβωριν. - Ωσπερ ο Ακταιων υπο των τρεφομενων υπ᾿ αυτου κυνων απεθανεν, ουτως οι κολακες τους τρεφοντας κατεσθιουσιν.
(≡15Ε_116≡> Ζηνωνος. - Ελεγχε σαυτον, οστις ει, και μη προς χαριν.
Ακου· αφαιρου δε κολακων παρρησιαν.
Πυθαγορ. - Χαιρε τοις ελεγχουσι σε μαλλον, η τοις κολακευουσιν· ως δ᾿ εχθρων χειρονας εκτρεπου τους κολακευοντας.
Σωκρατης. - Η των κολακων ευνοια καθαπερ εκ τροπης, φευγει τας ατυχιας.

Φιλωνος. - Αποστρεφου των κολακων τους απατηλους λογους. Εξαμβλυνοντες γαρ τους της ψυχης λογισμους, ου συγχωρουσι [ιδειν] των πραγματων την αληθειαν. Η γαρ επαινουσι τα ψογου αξια, η ψεγουσι πολλακις τα επαινων κρειττονα.
Σωτιωνου εκ του περι οργης. - Οι δελφινες μεχρι του κλυδωνος συνδιανηχονται τοις κολυμβωσι· προς δε το ξηρον ουκ εξοκειλουσι· ουτως οι κολακες εν ευδια περιμενουσι, και τους φιλους εις αποδημιαν προπεμποντες μεχρι της λειας συμπαρακολουθουσιν· επειδαν δε εις τραχειαν ελθωσιν, απιασιν.
Φωτιων. - Φωτιων ειωθει λεγειν προς Αντιπατρον· Ου δυνασαι μοι και φιλω και κολακι χρησασθαι.

ΛΟΓΟΣ ΙΒ´.
Περι πλουτου, και πενιας, και φιλαργυριας.

(≡15Ε_118≡> Ματθ. ιθ´. -Ευκοπωτερον εστι καμηλον δια τρυπηματος ραφιδος διελθειν, η πλουσιον εισελθειν εις την βασιλειαν των ουρανων.
Α´ Τιμ. στ΄. -Τοις πλουσιοις εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν, μηδε ηλπικεναι επι (793) πλουτου αδηλοτητι, ελλ' επι τω Θεω, τω παρεχοντι ημιν παντα πλουσιως εις απολαυσιν.
Ιακωβ κ´.-Πλουτος αδικως συναγομενος εξεμεθησεται.
Παροιμ. ιθ´. - Κρεισσον πτωχος δικαιος, η πλουσιος ψευστης.
Εκκλη. ι´. - Τω αργυριω υπακουσεται τα συμπαντα.
Σιραχ λα´. - Αγρυπνια πλουτου εκτησει σαρκας, και η μεριμνα αυτου αφιστα υπνον.
Σιραχ λγ´. - Πλουτου σφαλεντος πολλοι αντιληπτορες · ελαλησεν απορρητα, και εδικαιωσαν αυτον.
Πλουσιος ελαλησε, και παντες εσιγησαν, και τον λογον αυτου ανυψωσαν εως των νεφελων.
Βασιλ. - Πενια μετ᾿ αληθειας, πασης απολαυσεως τοις σωφρονουσι προτιμοτερα.
Ου το πενεσθαι επονειδιστον, αλλα το μη φερειν ευγνωμονως την πενιαν.
Λογισμος γαρ φυλαργυρια προειλημμενος, τρυτανη εστιν επι το βαρυ του κανονος την ροπην καταφερουσα.
(≡15Ε_120≡> Θεολογου.
Πενητος ανδρος ουδεν ασφαλεστερον.
Προς τον Θεον νενευκε, και μονον βλεπει.
Ως απολοιτο πλουτος, ει μη βοηθει πενησιν·
Κρεισσον πενια, μη δικαιας κτησεως,
Και γαρ νοσος γε, της κακης ευεξιας.
Δεινον πενεσθαι, χειρον δ' ευπορειν κακως.

Χρυσοστ. Ω πηλικον αξιωμα της πενιας. Θεου γινεται προσωπειον. Κρυπτεται εν πενια Θεος· και πενης μεν, ο την χειρα προτεινων· Θεος δε, ο δεχομενος.
Ωσπερ γαρ επι των σωματων φλεγμονη, εκ δε φλεγμονης τικτεται πυρετος, ειτα θανατος εκειθεν πολλακις· ουτω και απο της των πραγματων και απο της του πλουτου υπερβολης, απονοια γινεται. Ωσπερ γαρ επι των σωματων φλεγμονη, ουτω και επι της ψυχης απονοια. Ειτα εξ απονοιας επιθυμια των ου προσηκοντων επακολουθειν ειωθεν.
Γρηγ. Νυσσης. - Το καλως εχειν ολιγα πολυ τιμιωτερον, του κακως εχειν πολλα. Ουδεις ποτε, του κερδαινειν γινεται κορος· αλλα το αει λαμβανομενον, υλη και υπεκκαυμα της του πλειονος επιθυμιας καθισταται.
Βαρυ χρημα το χρυσιον εστι· κουφον δε και ανωφερες πραγμα η αρετη. Ει ουν χρη των ανω προσβαινειν, των κατελθοντων [καθελκ.] πτωχευσωμεν, ινα εν ουρανοις ανω γινωμεθα.
Πλουτου καλλος ουκ εν βαλαντιοις, αλλ᾿ εν τη των χρηζοντων επικουρια.
(=796=) Φιλων. - Αι μεν χρηματων και κτηματων επιθυμιαι τους χρονους αναλισκουσι· χρονου δε φειδεσθαι, καλον.
Μειζονα και σπουδαιοτεραν επιμελειαν ποιου εις τους δι᾿ αρετην και θεοσεβειαν πτωχευσαντας, η πενομενους· αλλως τε ομοιως και εις τους εκ νοσων και συμπτωματων απορουντας, παρα τους εκ κακοπραγμονιας η ασωτιας πτωχευσαντας.

(≡15Ε_122≡> Νειλου. - Μη βουλου πλουτειν φιλοπτωχειας ενεκα· απο γαρ των οντων του ελεειν ο Θεος νομοθετει το δικαιον.
Πλουταρχ. - Εν πολεμω μεν προς ασφαλειαν σιδηρος χρυσου κρεισσων· εν δε τω ζην, ο λογος του πλουτου.
Ουτε ιππω χωρις χαλινου, ουτε πλουτω χωρις λογισμου, δυνατον ασφαλως χρησασθαι.
Ουτε συμποσιον ανευ ομιλιας, ουτε πλουτος χωρις αρετης ηδονην εχει.
Εοικεν ο των φιλαργυρων βιος νεκρου δειπνω. Παντα γαρ εχων, τον ευφρανθησομενον ουκ εχει. Ουτε παρα νεκρου ομιλιαν, ουτε παρα φιλαργυρου δει χαριν επιζητειν. Του μελιτος μελιτται ταχιον ερχονται επ᾿ αισθησιν· του κερδους δε, οι φιλαργυροι.
Σφαγη εστι του φιλαργυρου η του χρηματος η προς το κερδος επιθυμια· οθεν η του χρηματος αφαιρεσις, ωσπερ αιματος, επιφερει τον θανατον αυτω.
Ετοιμαζονται τινες δια του βιου τα προς τον βιον, ως βιωσομενοι μετα τον βιον.
Τους πλουσιους δε και απληστους υδρωπιωσιν εοικεναι ελεγεν· οι μεν γαρ πεπλησμενοι υδατων διψωσιν, οι δε χρηματων.
Ουτε ιππος ευγενης κρινοιτ᾿ αν πολυτελης σκευην εχων· αλλ᾿ ο τη φυσει λαμπρος· ουτε ανηρ σπουδαιος ο πολυτιμον ουσιαν κεκτημενος, αλλ᾿ ο την ψυχην γενναιος.
Καταφρονει των περι τον πλουτον σπουδαζοντων, χρησθαι δε τοις υπαρχουσι μη δυναμενων. Παραπλησιον γαρ οι τοιουτοι παχουσιν, ωσπερ αν ει τις ιππον κτησαιτο καλον, κακως ιππευειν επισταμενος.
Μεγαλοφρονας νομιζε, μη τους μειζονα περιβαλλομενους, (≡15Ε_124≡> ων οιοι τε εισι κατασχειν, αλλα τους μετριων μεν εφιεμενους, εργαζεσθαι δε δυναμενους, οις αν επιχειρωσι.
Αριστοτελ.- Η πενια πολλων εστιν ενδεης· η δε απληστια παντων.
Μηδεποτε μακαρισεις ανθρωπον επι πλουτω και δοξη· παντα γαρ τα τοιαυτα των αγαθων ελαττονι πιστει δεδεται.
Ουχ ο πλουτων, αλλ᾿ ο μη χρηζων πλουτου μακαριος.
(=797=) Μεγιστον εστι πλουτου, το γινωσκειν οτι περιττος, εστιν.
Αν μη πολλων επιθυμεις, τα ολιγα πολλα δοξει. Μικρα γαρ ορεξις πενιαν ισοσθενη πλουτου ποιησει.
Ο κατα φυσιν πλουτος, αρτω και υδατι και τη τυχουση του σωματος σκεπη, συμπεπληρωται. Ο δε περιττος, κατα ψυχην απεραντος, εχειν και την της επιθυμιας βασανον.
Ο αυτος ερωτηθεις, πως αν τις γενηται πλουσιος· Εαν των επιθυμιων εσται πενης, φησιν.
Οσα μεν επι τη φυσει, παντες εσμεν πλουσιοι· οσα δ᾿ εφ᾿ ημιν, παντες εσμεν πενητες.
Ο τω κατα φυσιν αρκουμενος πλουτω, του πολλα κεκτημενου, πλειονα δε επιθυμουντος, πολυ εστι πλουσιωτερος. Τω μεν γαρ ουδεν ελλειπει· τω δε, και ων κεκτηται πολλω πλειονα.
Η τεκνοις αγαν χρηματων συναγωγη, προφασις εστι φιλαργυριας, τροπον ιδιον ελεγχουσα.
Τα μεγιστα των κακων οι πενητες εκπεφευγασι· επιβουλην, φθονον και μισος· οις οι πλουσιοι καθ᾿ ημεραν συνοικουσιν.
Διογενης. - Διογενης ο Κυνικος φιλοσοφος, ερωτηθεις υπο τινος, δια τι το χρυσιον χλωρον εστιν, ειπεν· Οτι πολλους επιβουλους εχει.
Ο αυτος ιδων τους Αναξιμενους οικετας πολλα σκευη περιφεροντας, ηρετο· Τινος ταυτα; Των δε ειποντων, Αναξιμενους, ουκ αιδειται, φησι, ταυτα εχων απαντα, αυτος εαυτον μη εχων;
(≡15Ε_126≡> Σωκρατης. - Ο μεν οινος συμμεταβαλλεται τοις αγγειοις· ο δε πλουτος, τοις των κεκτημενων τροποις.
Ιδρως μεν εκ των γυμνασιων ευσχημονεστερον· πλουτος δε, εκ των ιδιων πονων.
Τα των πλουσιων και ασωτων χρηματα, ταις επι των κρημνων συκεαις εικαζεν, αφ᾿ ων ανθρωπον μεν μη λαμβανειν, κορακας δε και ικτινους, ωσπερ παρα τουτων εταιρας και κολακας.
Ο αυτος ερωτηθεις, τινες οι φιλοχρηματοι, εφη· Οι τα αισχρα κερδη θηρωμενοι, και τους αναγκαιους των φιλων υπερορωντες.
Ο των φιλαργυρων πλουτος, ωσπερ ο ηλιος καταδυς εις την γην, ουδενα των ζωντων ευφραινει.
Ευριπιδου εν Δαναη.
Ω χρυσε δεξιωμα καλλιστον βροτοις,
Ως ουδε μητηρ ηδονας τοιας εχει,
Ου παιδες ανθρωποισιν, ου φιλος πατηρ.
Ει δ' η Κυπρις τοσουτον οφθαλμοις ορα,
Ου θαυμ᾿ ερωτας μυριους αυτην τρεφειν.
Μοσχιων. - Ωσπερ ου τω ιππω κοσμος, ουδε τοις ορνεσι καλια υψουσθαι και γαυριαν διδωσιν· αλλα τω μεν του ποδος η ωκυτης, τοις δε των πτερων· ουτως ουδ᾿ ανθρωπω καλλωπισμος και τρυφη, αλλα χρηστοτης και ευποιια.
(=800=) Εν Περσαις μεν γεννηθεις, ουκ εσπευδες οικειν την Ελλαδα, αλλ᾿ αυτοθι διαγων ευτυχειν. Εν πενια δε γεννηθεις, τι σπευδεις πλουτειν, αλλ᾿ ουκ αυτοθι μενων ευτυχειν;
Την πενιαν ο σωφρων καρτερια και γενναιοτητι τιμων, πλουτου τιμιωτεραν αποφαινει.
Προιξ πολλη τεκνα βελτιονα ου ποιει.
Κλειταρχ. - Εγρατεια κρηπις ευσεβειας· ορεξις κτησεως, αρχη πλεονεξιας. Εκ γαρ φιλαργυριας αδικια φυεται.
(≡15Ε_128≡> Κατωνος. - Δοξα και πλουτος ανευ φρονησεως, ουκ ασφαλη κτηματα.
Απολλωνιου. - Ου το πενεσθαι κατα φυσιν αισχρον, αλλα το δι᾿ αισχραν αιτιαν πενεσθαι, ονειδος.
Ευσεβιου. - Οι ματαιοι των ανθρωπων, τους μεν μεγαλα χρηματα εχοντας και φαυλους οντας, τιμωσι τε και τεθαυμακασι· των δε σπουδαιων, επειδαν αχρηματειαν καταγνωσιν, υπερφρονεουσιν.
Μενανδρου.
Ψυχην εχειν δει πλουσιαν· τα δε χρηματα
Ταυτ᾿ εστιν οψις παραπετασμα βιου.
Μακαριος οστις ουσιαν και νουν εχει.
Χρηται γαρ ουτος εις α δει ταυτα καλως.
Οστις υπεχει χρυσιω την χειρα,
Καν μη φησι, πονηρα βουλευεται.
Ου πωποτε εζηλωσα πλουτουντα σφοδρα
Ανθρωπον απολαυοντα μηδεν ων εχει.
Λεγεις, α δε λεγεις, ενεκα του λαβειν λεγεις.

Κρατωνος.
Ου εστι πενιας μειζον ουδεν εν βιω
Συμπτωμα· και γαρ αν φυσει σπουδαιος ης,
Καταγελαστος εση.
Καλως πενεσθαι μαλλον η πλουτειν κακως·
Το μεν γαρ ελεον, το δ᾿ επιτιμησιν φερει.

Εκ των Φαυωρινου. - Βοιωτος εντυχων θησαυρω μετα εβδομηκοντα ετη, επαρας το σκελος απεματαϊσε και παρηλθεν, ως ουκετι οντα προς αυτον.
Ωσπερ τον αυτον οινον πινοντες, οι μεν παροινουσιν, οι δε πραΰνονται· ουτω και τον πλουτον.
Βιωνος. - Βιων καταγελαστους ελεγεν τους σπουδαζοντας περι τον πλουτον, ον τυχη μεν παρεχει, ανελευθερια δε φυλαττει, χρηστοτης δε αφαιρειται.
(≡15Ε_130≡> Θεογνιδος.
Ου δε ματην, ω Πλουτε, θεοι τιμωσι μαλιστα,
Η γαρ ρηιδιως την κακοτητα φερεις.
Ουκ εραμαι πλουτειν, ουτ᾿ ευχομαι, αλλα μοι ειη
Ζην απο των ολιγων ουδεν εχοντι κακον.

Λουκιανου.
Γης επεβην γυμνος, γυμνος δ᾿ επι γαιαν απειμι,
Και τι ματην μοχθω, γυμνον ορων το τελος;

Σιμωνιδου. - Σιμωνιδης ερωτηθεις, ποτερο αιρετωτερον πλουτος, η σοφια· ουκ οιδα, εφη· ορω μεντοιγε τους σοφους επι τας των πλουσιων θυρας φοιτωντας.
Αριστειδου. - Αριστειδης ο δικαιος, ονειδιζομενος επι πενια υπο τινος πλουσιου, ειπεν· Εμοι μεν (=801=) η πενια ουδεν ιστορησει κακον· σοι δε ο πλουτος ταραχας ουκ ολιγας.
Ιερωνος. - Ονειδιζομενος οτι πολλους ρητορευειν διδαξας, επενετο, ειπεν· Ουτε γαρ εδιδαξα φιλαργυρειν.
Μουσωνιου. - Των μεν Κροισου και Κυρου θησαυρων πενιαν εσχατην καταψηφιουμεθα· ενα δε και μονον πιστευομεν πλουσιον, σοφον, τον δυναμενον κτησασθαι το ανενδεες πανταχου.
Ξενοφωντ. φιλοσοφ.- Την πενιαν ελεγεν αυτοδιδακτον φιλοσοφιαν ειναι· α γαρ εκεινη τοις λογοις πειθει, αυτη τοις εργοις αναγκαζει.
Πολλων κακων επικαλυμμα εστιν ο πλουτος.
Ο αυτος, τον πλουσιον και απαιδευτον εφησε, ρυπον ειναι περιηργυρωμενον..
Φιλιστιων. - Καν μυριων πηχων γης κυριος υπαρχεις, θανων γενηση τριων η τεσσαρων.
Δημωνακτ. - Εισι τινες, οι τον μεν παροντα βιον ου ζωσιν, αλλα παρασκευαζοντες πολλη σπουδη ως ετερον βιον βιωσομενοι, ου τον παροντα.
(≡15Ε_132≡> Εκ των Αριστιππου γνωμων. - Ουχ ωσπερ υποδημα το μειζον αχρηστον, και η πλειων κτησις. Του μεν γαρ εν τη χρησει το περιττον εμποδιζει· τη δε, και ολη χρησθαι κατα καιρον εξεστι, και μερει.
Δημοσθ. - Δημοσθενης ο ρητωρ, θεσαμενος τινα εκφερομενον φιλαργυρον, εφη· Ουτος βιον αβιωτον βιωσας, ετεροις βιον κατελιπεν.
Ζημιαν αιρου μαλλον, η κερδος αισχρον· το μεν γαρ απαξ σε λυπησει· το δε, διαπαντος.
Δημοκριτ. αλ. Θεοκ. - Τους πολλους των πλουσιων ελεγεν επιτροπους ειναι, αλλα μη δεσποτας των χρηματων.
Πλατωνος. - Οστις σωμα θεραπευει το εαυτου, ουχ εαυτον θεραπευει· οστις δε χρηματα, ουθ᾿ εαυτον, ουτε τα εαυτου, αλλ᾿ εστι πορρωτερω των εαυτου.
Διφιλου.
Ει μη το λαβειν ην ουδ᾿ εις πονηρος ην.
Φιλαργυρια τουτ᾿ εστιν, οταν αφεις σκοπειν.
Τα δικαια, του κερδους διαπαντος δουλος ης.

Ανακρεοντ. - Ανακρεων δωρεαν παρα Πολυκρατους λαβων πεντε ταλαντα, ως εφροντισεν επ᾿ αυτοις δυοιν νυκτοιν, απεδωκεν αυτα, ειπων, ου τιμασθαι αυτα της επ᾿ αυτοις φροντιδος.
Ισοκρατ. - Τιμα την υπαρχουσαν ουσιαν δυοιν ενεκα, του τε ζημιαν μεγαλην ραδιως εκτισαι, και τω φιλω σπουδαιω δυστυχουντι βοηθησαι· προς δε (=804=) τον αδηλον βιον μηδεν υπερβαλλοντως, αλλα μετριως αυτην αγαπα.
Στεργε μεν τα παροντα· ζητει δε τα μελλοντα.

ΛΟΓΟΣ ΙΓ´.
Περι αυταρκειας.

(≡15Ε_134≡> Λουκ. ιβ´. - Ειπεν ο Κυριος Μη μεριμνησητε τη ψυχη υμων τι φαγητε, μηδε τω σωματι υμων τι ενδυσησθε.
Φιλιππησ. δ´. - Εγω αμαθον, εν οις ειμι, αυταρκης ειναι. Οιδα και ταπεινουσθαι, οιδα και περισσευειν· εν παντι και εν πασι μεμυημαι· και χορταζεσθαι, και πειναν· και περισσευειν, και υστερεισθαι. Παντα ισχυω εν τω ενδυναμουντι με Χριστω.
Παροιμ. λ´. - Πλουτον και πενιαν μη μοι δος, Κυριε· συνταξον δε μοι τα δεοντα και τα αυταρκη, ινα μη πλησθεις ψευδης γενωμαι, και ειπω· Τις με ορα, η πενηθεις κλεψω και ομοσω το ονομα του Θεου.
Σιραχ μ´. - Ζωη αυταρκειας εργατου γλυκανθησεται.
Σιραχ λ´. - Υπνος υγειας επι εντερων μετριων.

Βασιλειου. - Η οικονομουσα το ζωον δυναμις, αυταρκειαν μεν και λιτοτητα ραδιως κατεργασατο και ωκειωσε τω τρεφομενω· πολυτελειαν δε και ποικιλιαν βρωματων παραλαβουσα, ειτα αντισχειν προς το περας ουκ επαρκεσασα, τα ποικιλα γενη των νοσηματων πεποιηκεν.
Θεολογου. - Το καλως εχειν ολιγα, πολυ τιμιωτερον του κακως εχειν πολλα.
Χρυσοστ. - Ου πλουσιος εστιν εκεινος, ο πολλα κεκτημενος, αλλ᾿ ο μη πολλων δεομενος.
Προς χρειαν, αδελφοι, ου προς ηδονην η ζωη συμμετρειται. Το ουν περιττον της φυσεως αποθεμενοι, το αναγκαιον μονον ασπασωμεθα.
(≡15Ε_136≡> Νειλου. - Καλον τοις οροις της χρειας εμμενειν, και φιλονεικειν παση δυναμει τουτους μη υπερβαινειν. Εαν γαρ ολιγον παρενεχθη τις απο της επιθυμιας επι τα ηδεα του βιου, ουδεις λοιπον ιστησι την επι τα προσω φοραν.
Μετρον κτησεως εστιν η χρεια του σωματος· το δε ταυτην υπερβαινειν ακοσμια λοιπον, και ουκετι χρεια εστιν. Ως γαρ ο συμμεμετρημενος, τω σωματι χιτων, και χρεια εστι και κοσμος· ο δε παντοθεν περιρρεων και τοις ποσιν εμπλεκομενος, και τη γη μετα του απρεπους επισυρομενος, εμποδιον προς πασαν εργασιαν γινεται· ουτως η υπερβαινουσα την του σωματος χρειαν χρησις, και προς την αρετην εστιν εμποδιον, και πολλην εχει καταγνωσιν παρα (805) τοις την φυσιν των πραγματων ερευναν δυναμενοις.
Κλημεντ. - Ολιγοδειας μεν ερασται, πολυτελειαν δε, ως ψυχης και σωματος νοσον εκτρεπομενοι.
Η των αναγκαιων κτησις και χρησις, ου την ποιοτητα βλαβεραν εχει, αλλα την παρα το μετρον ποσοτητα.
Φιλωνος. - Ο σπουδαιος και ολιγοδεης, αθανατου και θνητης φυσεως μεθοριον· το μεν επιδεες εχων δια το σωμα θνητον· το δε μη πολυδεες, δια ψυχην εφιεμενην αθανασιας.
Δημοκρ. - Αυταρκιη τροφης, μικρα νυξ ουδεποτε γινεται.
Κλειταρχ. - Οφειλομεν εαυτους εθιζειν απο ολιγων ζην, ινα μηδεν αισχρον ενεκεν χρηματων μαθωμεν.
Σωκρατ. - Σωκρατης ερωτηθεις υπο τινος, Τις σοι πλουσιωτερος ειναι δοκει, ειπεν· Ο ελαχιστοις αρκουμενος· αυταρκεια γαρ εστι φυσεως πλουτος.
Ωσπερ εις οδον τον βιον, ου τα πολλου αξια συντιθει εφοδια, αλλα αναγκαιοτερα.
(≡15Ε_138≡> Βελτιον εστιν εν μια περιουσια συστελλομενον ευθυμειν, η μεγαλης τυγχανοντα δυστυχειν.
Αλεξανδρ. - Ειποντος αυτω τινος των δοκουντων ευνοειν, οτι Δυνανται αι πολεις σου πλειον παρεχειν εξοδους, εφη· κηπουρον μισω τον εκ ριζων εκτεμνοντα τα λαχανα.
Δημοκριτ. - Τραπεζαν πολυτελεα μεν τυχη παρατιθησιν, αυταρκεα δε σωφροσυνη.
Εκ των Επικτητου και Ισοκρατ. - Αυτακρεια, καθαπερ οδος βραχεια και επιτερπης, χαριν μεν εχει μεγαλην πονον δε μικρον.
Οχυρωσον σαυτον τη αυταρκεια· τουτο γαρ δισαλωτον εστιν χωριον.
Σωκρατ. - Ξανθιππης Σωκρατει τω ανδρι επιτιμωσης, διοτι λιτως παρεσκευαζετο υποδεξασθαι φιλους, ειπεν· Ει μεν ημετεροι εισιν, ουδεν εκεινοις μελησει· ει δε αλλοτριοι, ημιν περι αυτων ουδεν μελησει.

ΛΟΓΟΣ ΙΔ´.
Περι προσευχης.

(≡15Ε_140≡> Ματθ. στ´. - Προσευχομενοι μη βαττολογησητε, (=808=) ωσπερ οι εθνικοι· δοκουσι γαρ, οτι εν τη πολυλογια αυτων εισακουσθησονται. Μη ουν ομοιωθητε αυτοις· οιδε γαρ ο Πατηρ υμων ων χρειαν εχετε, προ του υμας αιτησαι αυτον.
Ιακ. ε´. - Κακοπαθεις τις εν υμιν; προσευχεσθω. Ευθυμεις τις; ψαλλετω. Ασθενει τις εν υμιν; προσκαλεσασθω τους πρεσβυτερους της Εκκλησιας, και προσευξασθωσαν επ᾿ αυτον, αλειψαντες αυτον ελαιω εν τω ονοματι Κυριου· και η ευχη της πιστεως σωσει τον καμνοντα, και εγερει αυτον ο Κυριος· καν αμαρτιας η πεποιηκως, αφεθησεται αυτω.
Σολομ. - Θυσιαι ασεβων βδελυγμα Κυριω· προσευχαι δε κατευθυνοντων, δεκται παρ᾿ αυτω.
Σιραχ ζ´. - Μη ολιγοψυχησης εν τη προσευχη σου.
Σιραχ ιη´. - Μη εμποδισης του αποδουναι ευχην ευκαιρως.
Βασιλειου. - Η θεια ακοη, ου φωνης δειται προς αισθησιν. Οιδε γαρ και εν τω κινηματι της καρδιας γνωρισαι τα επιζητουμενα. Η ουκ ακουεις οτι Μωϋσης μηδεν φθεγγομενος, τοις αλαλητοις εαυτου στεναγμοις εντυγχανων τω Κυριω, ηκουετο παρα του Κυριου, λεγοντος· Τι βοας προς με;
Εργων γαρ δικαιων παρουσια, μεγαλοφωνια εστι παρα Θεω.
(≡15Ε_142≡> Θεολογου. - Μη μικρολογιαν καταγνωσθωμεν, εν τω μικρα αιτειν ημας και του διδοντος αναξια.
Χρυσοστ. - Μεγα αγαθον ευχη, εαν μετα διανοιας ευχαριστου γενηται· εαν παιδευσωμεν εαυτου μη μονον λαμβανοντες, αλλα και αποτυγχανοντες, ευχαριστειν τω Θεω. Και γαρ ποτε μεν διδωσι, αμφοτερα χρησιμως. Ωστε καν λαβης, καν μη λαβης, ελαβες εν τω μη απολαβειν. Καν επιτυχης, καν μη επιτυχης, ετυχες εν τω απολαβειν. Καν επιτυχης, καν μη επιτυχης, ετυχες εν τω μη επιτυχειν. Εστι γαρ οτι το μη λαβειν λυσιτελεστερον. Ει γαρ μη συμφερον ημιν ην πολλακις το μη λαβειν, παντως εδωκεν αν. Το δε συμφεροντως αποτυχειν, επιτυχειν εστιν.
Οταν εκ καθαρων χειλεων εξερχηται δεησις, (=809=) και εκ καρδιας ανυποκριτου, οιδε φθασαι το ακολακευτον ους του Δεσποτου.
Οταν δι᾿ ευχης αιτησωμεθα τι τον Δεσποτην, μη ταχεως εξατονησωμεν· αλλα το συνεχες της αποτυχιας, τη συνεχεια της αιτησεως εκνικησωμεν.
Εν ταις αναβολαις και εν ταις υπεθεσεσι των δωρεων του Θεου, μη προκαμνωμεν, μηδε προαναπιπτωμεν. Πολλακις γαρ ο Δεσποτης την δοκουσαν αναβολην, εις την της πιστεως γυμνασιαν παρελκει.
Καλον παντοτε δια προσευχης ομιλειν τω Θεω. Ει γαρ συντυχια ανδρος αγαθου βελτιοι τον εντυγχανοντα, ποσω μαλλον το και εν ημερα και εν νυκτι καθομιλειν τω Θεω ;
Πολλακις ο Θεος αναβαλλεται την αιτησιν, ου βουλομενος ημας παρελκυσαι, αλλα τη μελλησει της δοσεως την διηνεκη προσεδρειαν ημιν σοφιζομενος. Ουτω γαρ και φιλοστοργοι πατερες ποιουσι, τα ραθυμα των παιδων, και προς τα παιδικα παιγνια τρεχοντα, πολλακις υποσχεσει δοσεως και δωρου μεγιστου κατεχουσι παρ' εαυτοις.
Ανθρωπων μεν γαρ δεομενοι, και δαπανης χρηματων δεομεθα και κολακειας δουλοπρεπους, και πολλης περιοδου και (≡15Ε_144≡> πραγματειας χρεια. Ου γαρ εξ ευθειας αυτοις τοις κυριοις δουναι την χαριν ενι και διαλεχθηναι πολλακις, αλλ᾿ αναγκη προτερον διακονους και οικονομους αυτων και επιτροπους, και χρημασι και ρημασι και παντι θεραπευσαι τροπω, και τοτε δι᾿ εκεινων την αιτησιν λαβειν. Επι δε του Θεου ουκ εστιν ουτως. Ου γαρ δειται μεσιτων επι των αξιουντων· ουδ᾿ουτως δι᾿ ετερων παρακαλουμενος, ως δι' ημων αυτων δεομενων επινευει τη χαριτι.
Ευηχος εστιν εκεινη η φωνη, και μεχρι της θειας αναβαινουσα ακοης· ουχ η μετα τινος διατασεως γινομενη κραυγη· αλλ᾿ η απο καθαρας συνειδησεως αναπτομενη ενθυμησις.
Γρηγ. Νυσσης. - Ο εν καιρω προσευχης η προς τα λυσιτελουντα τη ψυχη τεταμενος, αλλα προς τας εμπαθεις της διανοιας κινησεις, συνδιατιθεσθαι τον Θεον αξιων, ληρος τις εστιν, ως αληθως, και βαττολογος και φληναφος και φλυαρος, και ει τι αλλο της τοιαυτης σημασιας εστιν.
Ευσεβιου. - Υπερ της κοινης χρη ευχεσθαι προτερον σωτηριας, ειθ᾿ ουτως υπερ αυτων.
Νειλου. - Ωσπερ τα στρουθια δια της των πτερων κινησεως μεταρσια γινεται, ουτω και ο θεοσεβης ανθρωπος απο των επιγειων προς τα ουρανια δια προσευχων μετατιθησιν εαυτον.
Εαν κακως και ασυμφορως αιτεις, καθαπερ (812) ο πυρεττων ανθρωπος παρακαλει παρασχειν αυτω οινον, προβλεπων ο Θεος τα μελλοντα ου ποιει το θελημα σου, ουδε παρεχειν την αλογιστον δεησιν.
Μη πλουτον εν δεησει ζητησης, μη υγειαν, η των εχθρων αμυναν· μη δοξα ανθρωπινην· αλλα μονον τα συντελουντα προς σωτηριαν ψυχης.
Ωσπερ το αναπνειν ουδεποτε ακαιρον, ουτως ουτε το αιτεισθαι παρα Κυριου αιτηματα μυστικα μεχρις εσχατης αναπνοης.
Οταν περι τινος αγαθου παρακαλεσης τον Θεον, και μη (≡15Ε_146≡> εισακουση σου παραυτικα, μη ολιγωρησης, μηδε ολιγοψυχησης· πολλακις γαρ προς το παρον ου συμφερει σοι το αιτημα.
Αριστοτ. - Τον ευχομενον δει φρονιμον ειναι· μη λαθη τι κακον ευξαμενος εαυτω.
Αλεξανδρ. - Αλεξανδρος ο βασιλευς, επει Αντιπατρος αυτω πολλα κατα της μητρος εγραφεν, Αγνοεις, εφη, Αντιπατρε, οτι μητρος εν δακρυον, πολλων διαβολων επιστολας απαλειφει;
Επικουρ. - Ει ταις των ανθρωπων ευχαις ο Θεος κατηκολουθει, θαττον αν απολοιντο παντες ανθρωποι, συνεχως πολλα και χαλεπα κατ᾿ αλληλων ευχομενοι.
Ισοκρατ. - Οι ανθρωποι τοτε γινονται βελτιους, οταν Θεω προσερχονται· ομοιον δε εχουσι Θεω, το ευεργετειν και αληθευειν.
Βιας. - Ουτος συμπλεων ποτε εσεβεσι, χειμαζομενης της νεως, κακεινων Θεους επικαλουμενων, Σιγατε, εφη, μη αισθωνται ημας ενθαδε πλεοντας.
Τους αιτουμενους παρα των Θεων φρενας αγαθας, και μη εαυτους παιδευοντας, αναισθητους εφασκεν ειναι. Ουτε γαρ ζωγραφον ευχομενον τοις θεοις δουναι αυτω γραμμην και ευχροιαν λαβειν αν, ει μη μαθοι τεχνην· ουτε μουσικον γενεσθαι ποτ᾿ αν ενεκεν ευχης, ει μη αν τα μουσικα μαθοι. Τον δε αυτον τροπον, ουδ᾿ αν φρονιμον τινα μαθοι. τον δε αυτον τροπον, ουδ᾿ αν φρονιμον τινα γενεσθαι ευχομενον, ει μη τουτων την μαθησιν λαβοι.

ΛΟΓΟΣ ΙΕ´.
Περι διδαχης και λογων.

(≡15Ε_148≡> Ματθ. ι´. - Αμην λεγω υμιν, ος αν ποιηση και διδαξη, ουτος μεγας κληθησεται εν τη βασιλεια των ουρανων.
(=813=) Ιακ. α´. - Εστω πας ανθρωπος ταχυς εις το ακουσαι, και βραδυς εις το λαλησαι. Και, Ει τις εν λογω ου πταισει, ουτος τελειος εστι, δυναμενος χαλιναγωγησαι και ολον το σωμα.
Σολομ. - Εις ωτα αφρονος μηδεν λεγε, μη ποτε μυκτηριση τους συνετους σου λογους.
Σιραχ ΚΑ´. - Εξηγησις μωρου, ως εν οδω φορτιον· επι δε χειλη συνετου ευρεθησεται χαρις.
Βασιλειου. - Μηποτε τη αμετρια του λογου αχρηστα ποιησωμεν ημιν τα φιλοπονως συνειλεγμενα. Ατονουσα μεν η διανοια παντων ομου περιδραξασθαι, ομοιον πασχει γαστρι, δια την υπερβολην του κορου, εις πεψιν αγαγειν τα παραπεμφθεντα μη δυναμενη.
Βελτιον τας εαυτων ηνιας ενδιδοναι τεχνικωτεροις, η αλλων ηνιοχους ειναι ανεπιστημονας· και ακοην υποτιθεναι μαλλον ευγνωμονα, η γλωσσαν κινειν απαιδευτον.
Θεολογου.
Αφωνον εργον κρειττον απρακτου λογου.
Βιου μεν ουδεις πωποτε υψωθη διχα,
Λογου δε πολλοι του κενως ψοφουμενου.
Η μη διδασκειν, η διδασκειν τω τροπω.
Του λαλειν αισχρα, το ακουειν ατιμοτερον.
(≡15Ε_150≡> Χρυσοστ. - Τοτε μαλιστα οι μαθηται εις τον αγαθον αγωνιζονται ζηλον, οταν παρα των διδασκαλων εχωσι τα παραδειγματα.
Ουκ ακινδυνον η ακροασις, οταν η δια των εργων προσθηκη μη γενηται.
Εστις γνωσις λογου χωρις, και εστι γνωσις μετα λογου. Και γαρ εισι πολλοι γνωσιν μεν εχοντες, λογον δε ουκ εχοντες.
Νειλου. - Περισσος πας λογος προς διορθωσιν, οταν η των ακουοντων προς το χειρον νευουσα σπουδη, τοις κατα συμβουλην λεγομενοις εναντιως διακειται.
Διδυμου. - Τοτε ανυει διδασκαλος και πιστευεται λεγων, οταν αφ᾿ ων πραττει, παιδευει, κατα το, Ων ηρξατο ο Ιησους ποιειν τε και διδασκειν.
Μοσχιωνος. - Τον προσομιλουντα τριχη διασκοπου, ως αμεινονα, η ως ηττονα, η ως ισον· και ει μεν αμεινονα, ακουειν χρη και πειθεσθαι αυτω· ει δε ηττω, απειθειν· ει δε ισον, συμφωνειν.
Δημωνακτ. - Ο λογος, ωσπερ πλαστης αγαθος της ψυχης περιτιθεται σχημα.
(=816=) Σολωνος. - Οσον εν πολεμω δυναται σιδηρος, τοσουτον εν πολιτεια λογος ευ εχων ισχυει.
Ο αυτος εφασκε, τον λογον, ειδωλον ειναι των εργων.
Διογεν. - Τους ρητορας τα δικαια μεν εφη εσπουδακεναι λεγειν, πραττειν δε, ουδαμως.
Αττικου τινος εγκαλουντος αυτω, διατι Λακεδαιμονιους μαλλον επαινων, παρ᾿ εκεινοις ου διατριβει, Ουδε γαρ ιατρος, εφη, υγειας ων ποιητικος εν τοις υγιαινουσι την διατριβην ποιειται.
Ετεοκλεους. - Μη τας των λεγοντων, εφη, δυναμεις, αλλα τας των πραγματων φυσεις δοκιμαζειν.
(≡15Ε_152≡> Σωκρατης. - Ως ηκιστα τοις δυνασταις, η ως ηδιστα ομιλειν.
Ουκ εκ των λογων τα πραγματα, αλλ᾿ εκ των πραγματων τους λογους δει κρατειν. Ου γαρ ενεκα των λογων τα πραγματα συντελειται, αλλ᾿ εκ των πραγματων οι λογοι.
Τροπος εστω πειθων του λεγοντος, ου λογος.
Το γαρ λεγειν ευ, δεινον εστιν, ει φεροι
Τινα βλαβην.

Ανταγορας. - Ανταγορας επει ενεγινωσκε παρα Βοιωτοις το της Θηβαιδος συγγραμμα, και ουδεις υπεσημηνετο, κλεισας το βιβλιον, Δικαιως ειπε, καλεισθε Βοιωτοι· βοων γαρ ωτα εχετε.
Ιερων. - Ουτος ακροασιν ποιουμενος, ειπε τριων εστοχασθαι, τους συνετους ωφελησαι, τους απειρους διδαξαι, και τους φθονερους λυπησαι.
Οινοπιδ. - Ουτος, οποια η φυσις του ανθρωπου εστι, τοιουτον εφασκεν ειναι και τον λογον.
Ρωμυλ. - Ουτος, τον μεν κεραμον εκ του κοπτου εφη δοκιμαζεσθαι· τον δε ανθρωπον εκ του λογου.

ΛΟΓΟΣ Ιστ´.
Περι νουθεσιας.

(≡15Ε_154≡> Ιωανν. ε´. - Ειπεν ο Κυριος τω παραλυτικω, Ιδε υγιης γεγονας, μηκετι αμαρτανε, ινα μη χειρον τι σοι γενοιτο.
Α´ Θεσσ. ε´. - Παρακαλουμεν υμας, αδελφοι, νουθετειτε ολιγοψυχους και ατακτους· και αντεχετε των ασθενων, και παντοτε το αγαθον διωκετε.
Σολομωντος ιβ´. - Δια τουτο τους παραπιπτοντας κατ᾿ ολιγον ελεγχεις, Κυριε, και εν οις αμαρτανουσιν υπομιμνησκων νουθετεις, ινα απαλλαγεντες της κακιας αυτων πιστευσωσιν επι σε.
Σιραχ ιη´. - Ελεος Κυριου επι πασαν σαρκα, ελεγχων και νουθετων και επιστρεφων ως ποιμην το ποιμνιον αυτου.
Βασιλ. - Βιαιον γαρ μαθημα ου πεφυκε παραμενειν· το δε μετα τερψεως και χαριτος εισδυομενον, μονιμωτερον πως ψυχαις ενιζανει.
Ο τον κειμενον εγειρειν βουλομενος, υψηλοτερος (=817=) ειναι του πεπτωκοτος παντως οφειλει· ο δε εξ ισου καταπεσων, ετερου και αυτος ανιστωντος κειται.
Θεολ. - Μητε το αλγειν απαραμυθητον, μητε το ευ πραττειν απαιδαγωγητον.
Χρυσοστ. - Μη αλλους ιατρευειν επιχειρησωμεν, αυτοι βρυοντες ελκεσιν.
Συμφερει δακνεσθαι δια της των ρηματων αλγηδονος τους αμαρτανοντας, ινα της δια των πραγματων ασχημοσυνης απαλλαγωσιν.
Μη δει βαρυνεσθαι την παραινεσιν. Ει γαρ βαρυνεσθαι εδει, (≡15Ε_156≡> εμε εδει τον πολλακις λεγοντα και ουκ ακουομενον· ουχ υμας, τους αει μεν ακουοντας, αει δε παρακουοντας.
Αριστοτ. - Μη ελαττον ηγου του επαινεισθαι το νουθετεισθαι.
Διογενης. - Νεκρον ιατρευειν και γεροντα νουθετειν, ταυτον εστιν.
Δημοσθ. - Πυνθανομενου τινος, πως αν τις εαυτου διδασκαλος γενηται, ειπερ ων επιτιμα τοις αλλοις, εφη, και εαυτω επιτιμωη μαλιστα.
Δημητριου Φαληρεως. - Α γαρ οι φιλοι τοις βασιλευουσιν ου θαρρουσι παραινειν, ταυτα εν τοις βιβλιοις γεγραπται.
Ωσπερ το μελι τα ηλκωμενα δακνει, τοις δε κατα φυσιν ηδυ εστιν· ουτω και οι εκ φιλοσοφιας λογοι.
Ευριπιδ. -
Απαντες εσμεν εις το νουθετειν σοφοι.
Αυτοι δ᾿ οταν ποιωμεν, ου γινωσκομεν.
Αισωπ. - Αισωπος εφη, δυο πηρας εκαστος ημων φερειν· την μεν, εμπροσθεν· την δε, οπισθεν· και εις μεν την εμπροσθεν, αποτιθεναι τα των αλλων αμαρτηματα· εις δε την οπισθεν, τα εαυτων· διο ουτε καθορωμεν αυτα.
Ισοκρατ. - Μηδενι πονηρω πραγματι μητε παριστασο, μητε συνηγορει· δοξεις γαρ και αυτος τοιαυτα πραττειν, ει τοις αλλοις πραττουσι βοηθεις.
Επικτητου. - Τον νουθετουντα δει πρωτον της των νουθετουμενων αιδους τε και αισχυνης επιμελεισθαι· οι γαρ απερυθριασαντες αδιορθωτοι.
Κρειττον το νουθετειν του ονειδιζειν· το μεν γαρ, ηπιον τε και φιλον· το δε, σκληρον και υβριστικον· και το μεν διορθοι τους αμαρτανοντας, το δε, μονον εξελεγχει.
Εμπεδοκλ. - Ερωτηθεις, διατι σφοδρα ανανακτεις κακως ακουων, εφη. Οτι ουδε επαινουμενος αισθησομαι, ει μη κακως ακουων αχθησομαι.

ΛΟΓΟΣ ΙΖ´.
Περι παιδεις και φιλοσοφιας.

(≡15Ε_158≡> Ιωαν. ζ´. - Ανεβη ο Ιησους εις το ιερον, (=820=) και εδιδασκε τους οχλους. Εθαυμαζον δε οι Ιουδαιοι, λεγοντες, Πως ουτος οιδε γραμματα, μη μεμαθηκως;
Α´ Κορ. γ´. - Ει τις δοκει σοφος ειναι εν υμιν, εν τω αιωνι τουτω, μωρος γινεσθω, ινα γενηται σοφος. Η γαρ σοφια του κοσμου τουτου, μωρια παρα τω Θεω εστιν.
Παροιμ. α΄ .- Σοφια εν εξοδοις υμνειται, εν δε πλατειαις παρρησιαν αγει.
Σιραχ κς´. - Ουκ εστιν ανταλλαγμα ουδεν πεπαιδευμενης ψυχης.
Σιραχ στ´. - Τεκνον εν νεοτητι σου επιλεξαι παιδειαν· και ως αρροτριων και σπειρων προσελθε αυτη, και αναμενε τους αγαθους καρπους αυτης.
Βασιλειου. - Αμεινον και συμφερωτερον ιδιωτας και ολιγομαθεις υπαρχειν, και δια της αγαπης πλησιον γενεσθαι του Θεου, η πολυμαθεις και εμπειρους δοκουντας ειναι, βλασφημους εις τον εαυτων ευρισκεσθαι Δεσποτην.
Του αυτου. - Εοικασι τους οφθαλμοις της γλαυκης, οι περι την ματαιαν σοφιαν ησχοληκοτες. Και γαρ εκεινης αι οψεις νυκτος μεν ερρωνται· ηλιου δε λαμψαντος, αμαυρουνται. Και τουτων η διανοια, οξυτατη μεν προς την της ματαιοτητος θεωριαν· προς δε την του αληθινου φωτος κατανοησιν, εξαμαυρουται.
Θεολογου. - Οιμαι δε πασιν αν ομολογεισθαι των νουν εχοντων, την παιδευσιν των παρ᾿ ημων αγαθων ειναι το πρωτον.
Οι περι λογους, μη σφοδρα τοις λογοις θαρρειτε, μηδε σοφιζεσθε (≡15Ε_160≡> περισσα και υπερ λογον· μηδε νικαν επιθυμειτε παντα κακως· αλλ᾿ εστιν α και ηττασθαι καλως ανεχεσθε.
Σοφια πρωτη, βιος επαινετος και Θεω κεκαθαρμενος.
Σοφια πρωτη σοφιας υπεροραν, της εν λογω κειμενης και στροφαις λεξεων, και ταις κιβδηλαις και περιτταις αντιθεσεσιν. Εμοι δε γενοιτο πεντε λογους εν εκκλησια λαλειν μετα συνεσεως η μυριους εν γλωσση.
Ου γαρ ο εν λογοις σοφος, ουτος μοι σοφος, ουδ᾿ οστις γλωσσαν μεν ευστροφον εχει, ψυχην δε αστατον και απαιδευτον· αλλ᾿ οστις ολιγα μεν περι αρετης φθεγγεται, πολλα δε οις ενεργει πραδεικνυσι και το αξιοπιστον τω λογω δια του βιου προστιθησιν. Κρεισσων γαρ ευμορφια θεωρουμενη, της λογω ζωγραφουμενης· και πλουτος ον αι χειρες κατεχουσιν, η ονειροι πλαττουσι. Και σοφια, ουχ η τω λογω λαμπρυνομενη, αλλ᾿ η δια των εργων ελεγχομενη. Συνεσις γαρ αγαθη πασι τοις ποιουσιν αυτην, φησιν, αλλ' ου τοις κηρυττουσιν.
Η γαρ φιλοσοφητεον, η τιμητεον φιλοσοφιαν, ειπερ μη μελοιμεν παντελως εξω του καλου πιπτειν, (=821=) μηδε αλογιαν κατακριθησεσθαι λογικοι γεγονοτες, και δια λογου προς λογον σπευδοντες.
Σοφωτεροι γαρ των πολλων οι κοσμου χωρισαντες αυτους, και τω Θεω τον βιον καθιερωσαντες.
Ουδεν αναλωτοτερον φιλοσοφιας, ουδεν αλυποτερον. Παντα ενδωσει προτερον η φιλοσοφος. Δυο ταυτα δυσκρατητα, Θεος και αγγελος, και το τριτον, φιλοσοφια. [Εστι γαρ φιλοσοφος] αυλος εν υλη, εν σωματι απεριγραπτος, επι γης ουρανιος, εν (≡15Ε_162≡> παθεσιν απαθης, παντων ηττωμενος πλην φρονηματος· νικων τω νικασθαι τους κρατειν νομιζοντας.
Εγω μιαν σοφιαν οιδα, το φοβεισθαι Θεον. Αρχη τε γαρ σοφιας, φοβος Κυριου. Και, Τελος λογου το παν ακουε, τον Θεον φοβου, και τας εντολας φυλασσε.
Ποιησατε δικαιοσυνης οπλον, και μη θανατου, την παιδευσιν.
Χρυσοστ. - Ωσπερ γην μη βρεχομενην ουκ εστι καν μυρια λαβη σπερματα σταχυας εξενεγκειν· ουτω ψυχην ουκ εστιν μη ταις θειαις Γραφαις φωτισθεισαν, καν μυρια τις εκχεη ρηματα, καρπον τινα επιδειξασθαι.
Διδυμ. - Εντυγχανειν δει ταις θειαις Γραφαις. Ωσπερ γαρ ο οινος πινομενος αναπαυει λυπην, και μεταβαλλει καρδιαν εις ευφροσυνην· ουτως ο πνευματικος οινος εις χαραν μεταβαλλει την ψυχην.
Το ειδεναι τινα οτι αγνοει, σοφιας εστιν· ως και το ειδεναι οτι ηδικησε, δικαιοσυνης.
Τον γνωστικον ουδεποτε το πλουτειν γηθειν ποιει, ουδε το χρηματων απορειν εις ταπεινωσιν αγει· της αρετης και σοφιας αυτον υπερυψουσης, και υπερανω αυτων ιστασθαι παρασκευαζουσης.
Φιλωνος. - Αναγκη απειρια και κακια ηνιοχου, τα υποζευγμενα κατα κρημνων φερεσθαι και βαραθρων· ωσπερ εμπειρια και αρετη διασωζεσθαι. Αμηχανον τα μεγαλα προ των μικρων παιδευθηναι.
Κλημεντ. - Επεται τη γνωσει τα εργα, ως τω σωματι η σκια.
Πλουταρχου. - Ονειρω εοικεν ο των απαιδευτων βιος, κενας εχων φαντασιας.
Ουτε εν ιχθυσι φωνην, ουτε εν απαιδευτοις αρετην δει ζητειν.
(≡15Ε_164≡> Ουτε υδωρ θολερον, ουτε απαιδευτον ψυχην ταρασσειν δει.
Δυσαρεστοι οντες οι απαιδευτοι, καθαπερ εξ οικιων, των προαιρεσεων καθ᾿ ημεραν μετοικιζονται.
Οι μεν ξενοι, εν ταις οδοις, οι δε απαιδευτοι, εν τοις πραγμασι διαπλανωνται.
(=824=) Πλατωνος. - Πασα επιστημη χωριζομενη δικαιοσυνης και της αλλης αρετης, πανουργια, αλλ᾿ ου σοφια φαινεται.
Ισοκρατ. - Ωσπερ την μελιτταν ρωμεν, εφ᾿ απαντα μεν τα βλαστηματα καθιζανουσαν, αφ᾿ εκαστου δε τα χρησιμα λαμβανουσαν· ουτω δει και τους παιδειας ορεγομενους, μηδενος μεν απειρως εχειν, πανταχοθεν δε τα χρησιμα συλλεγειν.
Μαλλον τηρει τας των λογων, η τας των χρηματων παρακαταθηκας.
Αριστοτ. - Νομιζομεν δε την ευδαιμονιαν ουκ εν τω πολλα κεκτησθαι γινεσθαι· μαλλον δε, εν τω τη ψυχη ευ διακεισθαι. Και γαρ το σωμα ου το λαμπρα εσθητι κεκοσμημενον, φαιη τις αν ειναι μακαριον, αλλα το την υγειαν εχον και σπουδαιως διακειμενον, καν μηδεν των παρακειμενων αυτω παρη. Τον αυτον δυ τροπον και ψυχην, εαν η πεπαιδευμενη, την τοιαυτην και τον ανθρωπον ευδαιμονα προσαγορευτεον εστιν· ουκ αν τις εκτος η λαμπρως κεκοσμημενος, αυτος δε μηδενος αξιος. Ουτε γαρ ιππον εαν ψελλια χρυσα και σκευν εχει πολυτελη, φαυλος ων, τον τοιουτον αξιον τινος νομιζομεν ειναι· αλλ᾿ ος αν διακειμενος η σπουδαιως, τουτον μαλλον επαινουμεν. Ωσπερ γαρ ει τις των οικετων αυτου χειρων ειη, καταγελαστος αν γενοιτο· τον αυτον τροπον, οις πλειονος αξιαν την κτησιν ειναι συμβεβηκεν της ιδιας φυσεως, αθλιου τουτους ειναι δει νομιζειν.
Δημοσθ. - Ουτος, την μεν ριζαν της παιδειας εφη ειναι πικραν· τους δε καρπους, γλυκεις.
Δημοκριτ. - Η παιδεια, ευτυχουσι μεν εστι κοσμος, ατυχουσι δε, καταφυγιον.
(≡15Ε_166≡> Τας μεν πολεις αναθημασι· τας δε ψυχας, μαθημασι δει κοσμειν.
Σωκρατ. Ιδων πλουσιον απαιδευτον, εφη, Ιδου και το χρυσουν ανδραποδον.
Ο αυτος ερωτηθεις, τι των ζωων καλλιστον εστι, εφη, Ανθρωπος παιδεια κοσμουμενος.
Ονειδιζομενος υπο τινος οτι βαρβαριζει, εφη, Εγω μεν τω λογω, υμεις δε τω τροπω.
Ο αυτος ερωτηθεις, τι αριστον εστι μαθημα, εφη, Το απομαθειν τα κακα.
Δημωνακτ. - Οι απαιδευτοι, καθαπερ οι αλιευομενοι ιχθυες, ελκομενοι σιγωσι.
Διογενης. - Ερωτηθεις, τι γη βαρυτερον βασταζει, εφη, Ανθρωπον απαιδευτον.
Εριστιππος ο Κυρηναϊκος φιλοσοφος, παρακελευετο τοις νεοις τοιαυτα εφοδια κτασθαι, ατινα αυτοις και ναυαγησασι συνεκκολυμβησει.
Σολ. - Ονειδιζομενος ποτε, οτι δικην εχων εμισθωσατο ρητορα, Και γαρ, εφη, οταν δειπνον εχω μαγειρον μισθουμαι.
Κλεανθ. - Κλεανθης, τους απαιδευτους, μονη τη μορφη των θηριων διαφερειν.
(=825=) Γλυκων. - Γλυκων ο σοφος, την παιδειαν ελεγεν ιερον ασυλον ειναι.
Εμπεδοκλ. - Εμπεδοκλης ο φυσικος προς τον λεγοντα, οτι Ουδενα σοφον δυναμαι ευρειν κατα λογον, ειπε, Τον γαρ ζητουντα σοφον, αυτον προτερον ειναι δει σοφον.
Ιερων. - Ιερων ο Σικελος τυραννος, Ξενοφανους του Κολοφωνιου ποιητου ψεγοντος Ομηρον, ηρωτησεν αυτον, ποσους οικετας εχεις; του δε ειποντος, Δυο, και τουτους μογις τρεφειν· Ουκ αισχυνη, φησιν, Ομηρος ψεγων, ος μετηλλαχως πλειονας η μυριους τρεφει;
Καπιονου φιλοσοφ. - Φιλοσοφος εχων δυο μαθητας, ενα (≡15Ε_168≡> μεν αφυη, φιλοπονον δε· ετερον δε ευφυη, αργον δε, ειπεν, Αμφοτεροι απολλυσθε, οτι συ μεν θελων, ου δυνηση· συ δε δυναμενος, ου θελεις.
Ο αυτος ελεγε, μεγαλους δει λαμβανειν μισθους μαθητων τους διδασκαλους· παρα μεν των ευφυων, οτι πολλα μανθανουσι· παρα δε των αφυων, οτι πολυν κοπον παρεχουσιν.
Ο αυτος εφωτηθεις, τι αυτω γεγονεν εκ φιλοσοφιας, εφη, Το ανεπιτακτως ποιειν, α τινες δια τον εκ των νομων φοβον ποιουσι.
Φιλιστιων.
Μαθηματων φροντιζε μαλλον, η χρηματων.
Τα γαρ μαθηματ᾿ ευπορει τα χρηματα.
Εκ του παθειν γινωσκε και το συμπαθειν.
Και σοι γαρ αλλος συμπαθησεται παθων.
Τα σπουδαια μελετα και τον νομον.
Εαν τι παρηκμακως μανθανης, μη αισχυνου,
Βελτιον γαρ οψιμαθη καλεισθαι η αμαθη.

Θεοκριτ. - Θεοκριτος ο Χιος αφυους ποιητου ακροασιν ποιουμενος, ερωτωμενος υπ᾿ αυτου, ποια εστι καλως ειρημενα, εφη, Α παρελιπες.
Του αυτου. - Ο μεν γεωργος, την γην· ο δε φιλοσοφος την ψυχην εξημεροι.
Εκ του Δημοκρατ. Ισοκρατ. και Επικτητου. - Της παιδειας ωσπερ χρυσου το καλον εν παντι τοπω τιμιον.
Σοφιαν ο ασκων, επιστημην την περι Θεου ασκει.
Του αυτου. - Ουδεν εν ζωοις καλλιστον εστιν, ως ανθρωπος παιδεια κεκοσμημενος.
Αριστοτ. - Ταις μεν πολεσι τα τειχη, ταις δε ψυχαις ο εκ παιδειας νους, κοσμον και ασφαλειαν παρεχεται.
Δημοκριτ. - Νεανισκου εν θεατρω εναβρυνομενου, και λεγοντος (≡15Ε_170≡> σοφον ειναι, πολλοις ομιλησας σοφοις, ειπε τις, Καγω πολλοις πλουσιοις, αλλα πλουσιος ουκ ειμι.
(=828=) Ο αυτος εφη, ου καλον πεπαιδευμενον εν απαιδευτοις διαλεγεσθαι, ωσπερ ουδε νηφοντα μεθυουσιν.
Του αυτου. - Ο αυτος ελεγεν, οτι ο παιδευομενος τριων τουτων χρηζει, φυσεως, μελετης, χρονου.
Οινοπιδ. - Οινοπιδης ορων μειρακιον πολλα βιβλια κτωμενον, εφη, Μη τη κιβωτω αλλα τω στηθει.
Ο αυτος ελεγε, τα βιβλια, των μεν μεμαθηκοτων υπομνηματα ειναι, των δε αμαθων μνηματα.
Ο αυτος ειπε, τον νουν παραιτιον δαιμονα, τοις μεν πεπαιδευμενοις, αγαθων· τοις δε απαιδευτοις, κακων ειναι.
Σωκρατ. Σωκρατης ο φιλοσοφος ερωτηθεις, Τι ηδιστον εν τω βιω; εφη, Παιδεια και αρετη και ιστορια των αγνουμενων.
Στιλπων. - Στιλπων ο Μεγαρικος φιλοσοφος, αλυσης αυτου της πατριδος υπο Δημητριου του τυραννου και διαρπαγεισης, αναχθεις επι τον βασιλεα, και ερωτωμενος, ει τι δη αυτος απωλεσε, Των εμων μεν ουδεν, εφη· τον γαρ λογον και την παιδειαν εχω· τα δε λοιπα, διατι μαλλον εμα, η ουχι των πολιορκουντων;
Ο αυτος ερωτηθεις της πολεως αυτου διαρπαζομενης υπο Δημητριου, Μη και των σων, Στιλπων, τι αφαιρειται; ειπεν, Ουδεν.
Ου γαρ πωποτ᾿ εμας βους ηλασαν, ουδε μεν ιππους· αλλως τε δε, ουδενα στρατιωτων αρετην επ ωμων εκφεροντα ειδον
Λασος. - Λασος ο Ερμηνευς ερωτηθεις υπο τινος, τι ειη σοφωτατον, Πειρα, εφη.
(≡15Ε_172≡> Ο αυτος, αφυους ζωγραφου λεγοντος αυτω, Κονιασον σου την οικιαν, ινα αυτην ζωγραφησω, εφη, Ουμενουν, αλλα προτερον αυτην ζωγραφησον, ινα μετα ταυτα εγω αυτην κονιασω.
Προταγ. - Προταγορας ελεγε, μηδεν ειναι , μητε τεχνην ανευ μελετης, μητε μελετην ανευ τεχνης.
Επικουρ. - Ου προσποιεισθαι δει φιλοσοφειν, αλλ᾿ οντως φιλοσοφειν. Ου γαρ προσδεομεθα του δοκειν υγιαινειν, αλλα του κατ᾿ αληθειαν υγιαινειν.
Δημωνακτ. - Ο αυτος εφωτηθεις, τις αυτου διδασκαλος γεγονως ειη, Το των Αθηναιων, εφη, βημα, εμφαινων οτι η δια των πραγματων εμπειρια, κρειττων πασης σοφιστικης διδασκαλιας εστιν.

ΛΟΓΟΣ ΙΗ´.
Περι ευτυχιας και δυστυχιας.

(≡15Ε_174≡> Λουκ. στς´. - Απελαβες συ τα αγαθα σου εν τη ζωη σου, και Λαζαρος ομοιως τα κακα· νυν δε, οδε παρακαλειται, συ δε οδυνασαι.
Κορινθ. δ´. - Αχρι της αρτι ωρας και πεινωμεν και διψωμεν και γυμνητευομεν, και κολαφιζομεθα, και αστατουμεν εργαζομενοι ταις ιδιαις χερσιν.
Σιραχ ιβ. - Εν αγαθοις ανδρος, οι εχθροι αυτου εν λυπη, και εν κακια αυτου και ο φιλος διαχωρισθησεται.
Σιραχ ιη´. - Μνησθητι καιρον λιμου εν καιρω πλησμονης· πτωχειαν και ενδειαν εν ημερα πλουτου. Απο πρωι εως εσπερας μεταβαλλει ο καιρος.
Σιραχ θ´. - Μη ζηλωσης δοξαν αμαρτωλων.
Εξ Επιγρ.
Ως κε [ως δε] φερει το φερων σε φερειν, φερου· ει δ᾿ απειθησεις,
Και σαυτον βλαψεις, και το φερον σε φερειν.
Θεολογου. - Οταν ευπλοεις, μαλιστα μεμνησο ζαλης.
Τις οιδεν ει ο μεν δια κακιαν κολαζεται, ο δε ως επαιρομενος, αιρεται· αλλα μη τουναντιον, ο μεν δια πονηριαν υψουται, ο δε δι᾿ αρετην δοκιμαζεται;
(≡15Ε_176≡> Χρυσοστ. - Εν μονον πεισθηναι χρη, οτι συμφεροντως ημιν απαντα οικονομειται παρα Θεου. τον δε τροπον μηκετι ζητειν, μητε αγνοουντας ασχαλλειν η αθυμειν. Ουτε γαρ δυνατον ταυτα ειδεναι, ουτε συμφερον· το μεν, δια το θνητους ειναι· το δε, δια το ταχεως εις απονοιαν αιρεσθαι.
Νειλου. - Ου χρη επι παντι πτωματι και παση αμαρτια ανθρωπου επαιρεσθαι, ουδ᾿ επιχαιρειν ποτε τω υποσκελισθεντι, καν ει δοκει ο τοιουτος εχθρος φονιος ειναι.Θρηνει τον αμαρτωλον ευθηνουντα· το ξιφος γαρ αυτω της δικης επιτεινεται.
Διατι δικαιοι ασθενουσι και πενονται, αδικοι δε αιρονται και πλουτουσι; Φημι, ινα οι μεν στεφανωθωσιν, οι δε αιωνιως τιμωρηθωσιν.
Παντων σου των πραγματων κατευοδουμενων, εκδεχου μεταβολην· και παλιν ποτε υπο απροσδοκητων (=832=) συμφορων κυκλουμενος, φανταζου τα χρηστα και κρειττονα.
Φιλων. - Χαιρειν επι ταις ετερων ατυχιαις, ει και δικαιον ποτε, αλλ᾿ ουκ ανθρωπινον.
Ου μη το αλγειν απαραμυθητον, ει μητε το ευ πραττειν απαιδαγωγητον.
Μεγιστη γαρ επικουρια του ατυχουσι, μεταβολης ελπις, και το κρειττον εν οφθαλμοις κειμενον.
Πληγη τοις ευ φρονουσι παιδευμα γινεται, και κρειττων ευημεριας πολλακις κακοπαθεια.
Μεγιστη συμφορα ανθρωπω δυσπραγουντι, και η ερημια του ανακτησομενου.
Μεγα τω ατυχουντι φαρμακον ελεος απο ψυχης εισφερομενος· και το συναλγειν γνησιως, πολυ τι κουφιζει της συμφορας.
Ευαγριου. - Πασα συμφορα κουφη εστιν ανδρι μη κουφω.
Πλουταρχ. - Ουτε τον αρρωστουντα η χρυσοπους ωφελει κλινη, ουτε τον ανοητον η επισημος ευτυχια.
Τοις μεν νοσουσιν ιατρους· τοις δε ατυχουσι, φιλους δει παρειναι.
(≡15Ε_178≡> Εν μεν ταις μεθαις παροινουσιν· εν δε ταις ατυχιαις παρανοουσιν οι πλειστοι.
Αρρωστουντι φορτιον επιθειναι, η απαιδευτω ψυχη ευτυχιαν, ταυτον εστιν.
Αι επιφανεις τυχαι, καθαπερ οι σφοδροι των ανεμων, μεγαλα ποιουσι ναυαγια.
Ωσπερ οι εν ευδια πλεοντες, και τα προς τον χειμωνα εχουσιν ετοιμα· ουτως οι εν ευτυχια φρονουντες, ευ, και τα προς την ατυχιαν ητοιμακασι βοηθηματα.
Νοσουντος διαιτα, και αφρονος ευτυχια, το δυσαρεστον.
Εοικεν η τυχη φαυλω αγωνοθετη· πολλακις γαρ τον μηδεν πρασσοντα στεφανοι.
Η τυχη καθαπερ τοξοτης, ποτε μεν επιτυγχανει βαλλουσα εφ᾿ ημας, ωσπερ επι τινα σκοπον· ποτε δε επι τα συνεγγυς παρακειμενα ημιν.
Ατυχιαν κρυπτε, ινα μη τους εχθρους σου ευφρανης.
Ισοκρ. - Μηδενι συμφοραν ονειδισης· κοινη γαρ η τυχη, και το μελλον αορατον.
Νομιζε μηδεν ειναι των ανθρωπινων βεβαιον. Ουτω γαρ ουτε ευτυχων εση περιχαρης, ουτε δυστυχων περιλυπος.
Και κυβερνητης αγαθος ενιοτε ναυαγει· και ανηρ σπουδαιος ατυχει.
Δημοκριτ. - Γαμβρον ο μεν επιτυχων, ευρεν (=833=) υιον· ο δε αποτυχων, απωλεσε και θυγατερα.
Σωκρατ. - Καλον μεν επι της εστιας φαινεσθαι το πυρ λαμπρον· επι δε της ατυχιας, τον νουν.
Σωκρατης. - Οι μεν ακρατεις εν ταις αρρωστιαις, οι δε αφρονες εν ταις ευτυχιαις εισι συσθεραπευτοι.
Ο αυτος ερωτηθεις, Τι λυπει τους αγαθους; εφη, Ευτυχια (≡15Ε_180≡> πονηρων· φιλει γαρ ευημερια παραλογος, υβρεως εργα προκαλεισθαι.
Ον η τυχη προπηλακιζει, και παρα των πραων ουτως μαστιγας ευρισκει.
Δημωνακτ. - Ουτε οι αμουσοι τοις οργανοις, ουτε οι απαιδευτοι ταις τυχαις δυνανται συναρμοσασθαι.
Δεικνυσιν η μεν τροπη, τον κατα αληθειαν ανδρειον· η δε ατυχια, τον φρονιμον.
Εκ των Φαυωρινου. - Ευτυχων μη εσο υπερηφανος· απορησας, μη ταπεινου· τας μεταβολας της τυχης γενναιως επιστασο φερειν.
Αλεξανδρ. - Αλεξανδρος ο βασιλευς ιδων Διογενην κοιμωμενον εν πιθω, εφη· Ω πιθε μεστε φρενων· ο δε φιλοσοφος αναστας, εφη · Ω βασιλευ μεγιστε.
Θελω τυχης σταλαγμον, η φρενων πιθον,
Ης μη παρουσης δυστυχουσιν αι φρενες.
Προς ον τις αντεφησε των φιλοφρονων,
῾Ρανις φρενων μοι μαλλον, η βυθος τυχης,
Ης μη παρουσης δυστυχουσιν αι φρενες.

Επικουρου. - Η ταπεινη ψυχη, τοις μεν ευημερημασιν εχαυνωθη· ταις δε συμφοραις καθηρεθη.
Δημοσθ. - Τον μη βουλομενον γενναιως φερειν ατυχιαν, μηδ᾿ ευτυχιαν εφη δυνασθαι.
Κυψελου. Κορινθ. - Ευτυχων μετριος ισθι· ατυχων δε, φρονιμος.
Εκ του Επικτητου και Ισοκρατ. - Οι πεπαιδευμενοι καθαπερ οι εκ παλαιστρας, καν πεσωσι, ταχεως και επιδεξιως εκ της ατυχιας εξανιστανται.
Τον λογισμον ωσπερ ιατρον αγαθον, επικαλεισθαι δει εν ατυχια βοηθον.
Ευτυχιας ωσπερ μεθης αφρων επι πλειον απολαυσας, ανοητοτερος γινεται.
Των ευτυχουντων ανταγωνιστης ο φθονος.
(≡15Ε_182≡> Ο μεμνημενος τι εστιν ανθρωπος, επ᾿ ουδενι των συμβαντων δυσχερανει.
Εις μεν το ευπλοησαι, κυβερνητου και πνευματος· (=836=) εις δε το ευδαιμονησαι, λογισμου δει και τεχνης.
Της ευτυχιας ωσπερ οπωρας παρουσης απολαυειν δει.
Αλογιστος εστιν, ο εν τοις συμβαινουσι κατα φυσικην αναγκην αχθομενος.
Βιας. - Ατυχη εφη ειναι τον ατυχιαν μη φεροντα.
Ο αυτος ερωτηθεις, Τι δυσχερες; Την επι το χειρον, εφη, μεταβολην ευγενως υπενεγκειν.
Ζηνων. - Ζηνων ο Κιτιευς περιπεσων ναυαγιω και τα οντα απολεσας, ουδεν αγεννες εφθεγξατο· αλλ᾿ Ευγε, ειπεν, ω τυχη, οτι συνεστειλας ημας εις το τριβωνιον τουτο.
Ιερωνος. - Ο αυτος ερωτηθεις, Τις ο ευδαιμων; εφη, Ο το μεν σωμα υγιης, την δε ψυχην ευπορος, την δε φυσιν ευπαιδευτος.
Θαλης. - Ο Θαλης ερωτηθεις, Πως αν τις ατυχιαν αριστα φεροι; εφη, Ει τους εχθρους χειρονα πραττοντας βλεποι.
῾Ρωμηλ. - ῾Ραδιως μη μακαρισης ανθρωπον σαλευοντα επι φιλοις η τεκνοις, η τισι των εφημερον σωτηριαν εχοντων. - Επισφαλη γαρ τοιαυτα· το δε εφ᾿ εαυτου οχεισθαι, του Θεου μονου βεβαιον.
Ο αυτος εφη, τα παθηματα τοις ανθρωποις, μαθηματα ειναι περι τον βιον. Πολλοι γαρ ου δυναμενοι το μελλον προοραν τω λογω τω πασχειν ησθοντο τα πραγματα.
Χαιρε επι τοις συμβαινουσι των αγαθων, και λυπου μετριως επι τοις συμβαινουσι των κακων.
Φιλιστιων. -
Λυουσιν ημων συμφοραι τας συμφορας,
Παρηγορουσι τα κακα δι᾿ ετερων κακων.

(≡15Ε_184≡> Ευριπιδ. -
Εν τοις κακοις δε τους φιλους ευεργετειν.
Οταν γαρ η τυχη διδω, τι χρη φιλου
Αρκει γαρ ο Θεος αυτος ωφελειν θελων.

Ιωσηππου. - Ωσπερ απειροκαλων το λιαν επαιρεσθαι ταις ευπραγιαις· ουτως ανανδρων το καταπτησσειν εν τοις πταισμασι· οξεια γαρ αμφοτεροις η μεταβολη.

ΛΟΓΟΣ ΙΘ´.
Περι οργης και θυμου.

(≡15Ε_186≡> Ματθ. ε´. - Πας ο οργιζομενος τω αδελφω αυτου εικη, ενοχος εστι τη κρισει.
(=837=) Εφ. δ´. - Ο ηλιος μη επιδυετω επι τω παροργισμω υμων· μηδε διδοτε τοπον τω διαβολω.
Πασα πικρια και οργη αρθητω αφ᾿ υμων, συν παση κακια.
Παροιμ. κζ´. - Βαρυ λιθος, και δυσβαστακτον αμμος· οργη δε αφρονος βαρυτερα αμφοτερων.
Παροιμ. ις´. - Κρεισσον ανηρ μακροθυμος ισχυρου· ο δε κρατων οργης, ως καταλαμβανων πολιν.
Θυμος βασιλεως, αγγελος θανατου· ανηρ δε σοφς εξιλασει αυτον.
Σιραχ λ´. - Οργη και θυμος ελαττουσιν ημερας.
Βασιλ. ´- Αμυνομενος δε και εις ισον αντικαθισταμενος τω λοιδορω, τι και απολογηση; Οτι παρωξυνε καταρξας; Και ποιας τουτο συγγνωμης αξιον; Ουδε γαρ ο πορνος επι την εταιραν μετατιθεις την αιτιαν, ως προς την αμαρτιαν διερεθισασαν, ηττον της κατακρισεως αξιουται.
Τι οργης αφρονεστερον; Εαν μεινης αοργητος, ησχυνας τα υβρισαντα, εργω την σωφροσυνην επιδειξαμενος.
Θυμος εγειρει μαχην, μαχη δε γεννα λοιδοριας· αι δε λοιδοριαι, πληγας· πληγαι δε τραυματα· εκ δε τραυματων, πολλακις θανατος.
(≡15Ε_188≡> Θεολογου. - Ουτε στεφανοι χωρις ανταγωνιστων· ουτε πτωμα χωρις αντιπαλου.
Τυφλον ο θυμος και επιλυπον, και μαλιστα οταν το δικαιως αγανακτειν παρη.
Χρυσοστ. - Οταν δε τις υβριση, εννοησον την κολασιν ην κολαζεται· και ου μονον ουχ εξεις οργην, αλλα και δακρυα αφησεις. Ουδε γαρ προς πυρεττοντα τις παροξυνεται, ουτε προς τον φλεγμαινοντα αλλ᾿ ελεει παντως και δακρυει. Ει δε και ανυνασθαι βουλει, σιγησον, και καιριαν εδωκας αυτω την πληγην. Αν δε δηχθεις υβρισης, αναγκαζεις αληθη νομιζεσθαι τα λεγομενα. Διατι γαρ ο πλουσιος ακουων οτι πενης εστι, γελα; οτι μη συνοιδεν εαυτω πενιαν. Ει τοινυν μελλομεν γελαν· επι ταις υβρεσι, μεγιστην αποδειξιν παρεξομεθα, το μη συνειδεναι τοις λεγομενοις.
Ουδεν ουτω καθαροτητα νου και το διειδες θολοι το των φρενων, ως θυμος ατακτος, και μετα πολλης της ρυμης φερομενος.
Ευτονωτερας επι της οργης χριηζομεν της σπουδης. Τυραννικον γαρ το παθος, και πολλακις παρασυρει τους μη νηφοντας, και προ το βαραθρον αυτο καταγει της απωλειας.
Οργιλος ει; εσο κατα την των αμαρτηματων των σαυτου τοιουτος· επιπληττε τη ψυχη· μαστιζε τη συνειδησει σου. Σφοδρος εσο κριτης και (840) πικρος δικαστης τοις οικειοις αμαρτημασι. Τουτο της οργης το κερδος εστι· δια τουτο ημιν αυτην ενεθηκεν ο Θεος.
Ευαγριου. - Βρωματων η ποματων απεχομενος, θυμον δε αλογως κινων, ουτος εοικε ποντοπορουση νηι, και εχουση δαιμονα κυβερνητην.
Κυριλλου. - Ποιον ουτω θηριον ωμον και ανημερον, ως δυσοργος ανηρ, και ακρατω θυμω τυραννουμενος;
Εκ των Πατερων. - Δια τεσσαρων πραγματων η οργη εγγινεται, του δουναι και λαβειν, και του ποιησαι το ιδιον θελημα, και του αγαπαν δικας, και του νομιζειν φρονιμον ειναι εαυτον.
(≡15Ε_190≡> Διονυσιου Αλικαρν. - Το οργιζεσθαι παρ᾿ ημιν αχρι του παυειν τα αμαρτηματα περιορισθησεται. " Οργιζεσθε γαρ, φησι, και μη αμαρτανετε. "
Απολλωνιου. - Το της οργης παθος μη καθομιλουμενον μηδε θεραπευομενον, φυσικη νοσος γινεται.
Πλουταρχ. - Οι θυμοι, καθαπερ οι κυνες, τυφλα τικτουσιν εγκληματα.
Οι μεν τραχεις ιπποι τοις χαλινοις· οι δε οξεις θυμοι, μεταγονται τοις λογισμοις.
Το μεν ευκρατον υδωρ τας φλεγμονας· ο δε επιεικης λογος, τας ορμας διαλυει.
Ως γαρ ο κακιας τα νεφη, και ο φαυλος βιος εφ᾿ εαυτον ελκει λοιδοριας.
Αριστοτ. - Ωσπερ καπνος επιδακνων τας οψεις, ουκ εα προβλεπειν το κειμενον εν τοις ποσιν, ουτως ο θυμος επερχομενος, τω λογισμω επισκοτει, και το συμβησομενον εξ αυτου ατοπον ουκ αφιησι τη διανοια προβλεπειν.
Ουχ ορας οτι των εν οργη διαπραττομενων απαντων ο λογισμος αποδημει, φευγων τον θυμον ως πικρον τυραννον;
Ο θυμος εστι παθος, θηριωδες μεν τη διαθεσει, συνεχες τη θλιψει, σκληρον δε και βιαιον τη δυναμει, φονου αιτιον, συμφορας συμμαχον, βλαβης συνεργον και ατιμιας, και χρηματων απωλεια· ετι δε και φθορας αρχηγον.
(=841=) Ευηνου.
Πολλακις ανθρωπων οργη νοον εξεκαλυψε
Κρυπτομενον, μανιας πολυ χειρον.
Φιλημον.
Μαινομεθα παντες οταν οργιζομεθα,
Το γαρ κατασχειν επι της οργης, πονος μεγας.
Ευριπιδ.
Αιδως γαρ οργης πλειον ωφελει βροτοις.
Ωσπερ δε θνητον και το σωμ᾿ ημων εφυ,
(≡15Ε_192≡> Ουτω προσηκει μηδε την οργην εχειν
Αθανατον, οστις σωφρονειν επισταται.

Ηροδοτ. - Ως εν τοις ωσι των ανθρωπων ουκ αιει ο θυμος. Χρηστα μεν γαρ ακουσας, τερψεως εμπιπλα το σωμα· υπεναντια δε τοις τουτεοισιν ακουσας, ανοιδαινει.
Αρριανου. - Μεγαλοθυμοι πραως εισι τινες, ησυχη και οιον αοργητως πραττοντες, οσα και οι σφοδρα τω θυμω φερομενοι. Φυλακτεον ουν και το τουτων αγλεπτηυμα, ως πολυ χειρον ον του διατεινομενον οργιζεσθαι. Ουτοι μεν γαρ ταχυ κορον της τιμωριας λαμβανουσιν· οι δε εις μακρον προτεινουσιν, ως οι λεπτως πυρεττοντες.
Απολλωνοις Δημοκρατ. - Ο υπερ μικρων αμαρτηματων ανυπερβλητως οργιζομενος, ουκ εα διαγνωναι τον αμαρτανοντα, ποτε ελαττον, ποτε μειζον ηδικησεν.
Σωτιων εκ του Περι οργης. - Τοις σοφοις αντι οργης, Ηρακλειτω μεν, δακρυα· Δημοκριτω δε γελως επηει.
Ωσπερ πλοια γενναια, ουχ οσα εν ευδια πλει, αλλ᾿ οσα προς χειμωνα αντεχει και σωζεται· ουτω και ανθρωποι οργη και κινησει αντεχοντες, μεγαλοι και ανδρειοι.
Δημοκριτ. - Θυμω μαχεσθαι μεν χαλεπον· ανδρος δε το κρατεειν ευλογιστου.
Πλατων. - Οργιζομενος ποτε τω οικετη, επισταντος Ξενοκρατους, Λαβων τουτον, εφη, μαστιγωσον· εγω γαρ οργιζομαι.
Φασι δε αυτον και επανατεινομενον τω παιδι βακτηριαν, εσταναι χρονον πολυν μετεωρον ταυτην εχοντα· και την αιτιαν ερωτωμενον, φησαι κολαζειν τον εξ αυτου προορμησαντα θυμον.
Ναυκρατ. - Ναυκρατης ο σοφος, τους οξυθυμους εφη παραπλησιον τοις λυχνοις πασχειν· και γαρ τουτους πλειονι ελαιω εκκαιεσθαι.
(=844=) Δημωνακτ. - Κολαζε κρινων, αλλα μη θυμουμενος.
(≡15Ε_194≡> Μενανδρου.
Ανηρ κακουργος πραον υπεισελθων σχημα,
Κεκρυμμενη προκειται παγις τοις πλησιον.
Ουκ εστιν οργης, ως εοικε, φαρμακον,
Αλλ' η λογος σπουδαιος ανθρωπου φιλου,
Ει και σφοδρα αλγεις, μηδεν ηρεθισμενος,
Πραξεις προπετως· οργης και αλογιστου κρατειν,
Εν ταις ταραχαις μαλιστα τον φρονουντα δει.

Θεογνιδος.
Ου δυναμαι σοι, θυμε, παρεχειν αρμενα παντα.
Μη επι μικροις αυτος εαυτον οξυθυμον δεικνυε.

Αριστιππ. - Τους αδικησαντας, μη πραττε δικας· αρκει γαρ αυτους υπο της ιδιας ταπεινουσθαι κακιας.
Καλον εστι συζην γυναικι θυμωδει χαριν ασκησεως. Και γαρ τους ιππεας εθιζεσθαι δει τραχεσιν ιπποις κεχρησθαι· τουτων γαρ κρατησαντες, και των αλλων ραδιως κρατησουσιν.

ΛΟΓΟΣ Κ´.
Περι σιωπης και απορρητων.

(≡15Ε_196≡> Ματθ. ιβ´. - Παν ρημα αργον, ο εαν λαλησωσιν οι ανθρωποι, αποδωσουσι περι αυτου λογον εν ημερα κρισως.
Ιακ. α΄. - Εστω πας ανθρωπος ταχυς εις το ακουσαι, και βραδυς εις το λαλησαι.
Παροιμ. κα´. - Ος φυλασσει το εαυτου στομα, διατηρει εκ της θλιψεως την ψυχην αυτου.
Σιραχ κ΄ . - Σοφια κεκρυμμενη και θησαυρος αφανης, τις ωφελεια εν αμφοτεροις;
Σολομ. ιη´. - Αντιλογιαν πραΰνει σιγηρος· αγαπων δε ζωην αυτου, φειδεται στοματος αυτου.
Βασιλειου. - Ειδεναι, οφειλομεν α χρη λαλειν, και α χρη σιωπαν. Ου γαρ παντα ρητα τη γλωσση τα του Θεου, ινα μη ο νους καθαπερ οφθαλμος ολον τον ηλιον θελων αποβλεπειν, απολεση και ο εχει φως.
Θεολογου. - Φθεγγου μεν, ει τι κρειττον σιωπης εχεις· αγαπα δε ησυχιαν, ενθα κρειττον λογου σιωπαν.
(=845=) Λεγε σιγης τι κρεισσον, η σιγην εχε.
Χρυσοστ. - Οι πολλοι των ανθρωπων, επειδαν ειπωσι τι των απορρητων, παρακαλουσι τον ακουοντα και ορκουσι μηδενι λοιπον ειπειν ετερω· αυτοθεν δηλουντες, οτι πραγμα αξιον κατηγοριας εποιησαν. Ει γαρ εκεινον μηδενι ειπειν ετερω παρακαλεις, πολλω μαλλον σε προτερον τουτω ταυτα ειπειν ουκ εχρην.
Εκ των Γεροντων. - Αγαπα το σιγαν υπερ το λαλειν· η σιωπη γαρ θησαυριζει· το δε λαλειν διασκορπιζει.
(≡15Ε_198≡> Προ πασων των εντολων την ησυχιαν εξελεξατο ο Θεος· γεγραπται γαρ, Επι τινα επιβλεψω, αλλ᾿ η επι τον ταπεινον και ησυχιον;
Ο θελων σωθηναι, διωξατω την ακτημοσυνην και την σιωπην.
Απολλων. - Πολλην επιμελειαν ποιεισθαι χρη, περι του μη λεγειν α μη δει. Παντελως γαρ απαιδευτου τινος εστι το μη δυνασθαι σιωπαν, αλλ᾿ εκλαλειν τα μη καλως εχοντα.
Σοφος ανηρ και σιγων τον Θεον τιμα, ειδως και διατι σιγα.
Πλουταρχ. - Απερ αν σιωπασθαι βουλει, μηδενι ειπης· η πως παρα τινος απαιτεις το πιστον της σιωπης, ο μη παρεσχρς σεαυτω;
Το σιωπαν ου μονον αδιψον, ως φησιν Ιπποκρατης, αλλα και αλυπον και ανωδυνον.
Ζηνων. - Οτε ξενοι τινες εν συμποσιω παροντες φιλοφρονουμενοι Ζηνωνα, προπιοντες αυτω, ηροντο ησυχιαν αγοντα, Περι σου δε τι χρη λεγειν, ω Ζηνων, τω βασιλει; κακεινος εφη, Αλλο μηδεν, η οτι πρεσβυτης εστιν εν Αθηναις παρα ποτον σιωπαν δυναμενος.
Αναχαρσις. - Ουτος εστιαθεις παρα Σολωνι, και κοιμωμενος ωφθη, την μεν αριστεραν χειρα τοις μοριοις, την δε δεξιαν τω στοματι προσκειμενην εχων. Εγκρατεστερου γαρ ωετο χαλινου δεισθαι την γλωτταν.
(=848=) Αριστοτελ. - Ο μη ειδως σιωπαν, ουκ οιδε διαλεγεσθαι.
Ο αυτος ερωτηθεις, Τι δυσκολωτατον εστιν εν τω βιω, ειπε, Τω σιωπαν α μη δει λαλειν.
Ερωτηθεις, Δια ποιαν αιτιαν τους αλλους διδασκων λεγειν, αυτος σιωπας; εφη, Και γαρ η ακονη αυτη μεν ου τεμνει, τα δε ξιφη οξεα ποιει.
(≡15Ε_200≡> Ισοκρατ. - Δυο ποιου καιρους του λεγειν, η περι ων οισθα σαφως, η περι ων αναγκαιον ειπειν. Εν τουτοις γαρ μονοις ο λογος της σιγης κρειττων· εν δε τοις αλλοις, αμεινον σιγαν η λεγειν.
Αλλ. Αριστ. - Φαυλου ανδρος, καθαπερ κυνος σιγηρου δει την σιγην, η την φωνην ευλαβεισθαι.
Θεοφραστ. - Θεοφραστος ο Περιπατητικος φιλοσοφος, εν συμποσιω νεανισκον τινα βλεπων ησυχιαν εχοντα, ειπεν· Ει μεν απαιδευτος ων σιωπας, πεπαιδευμενος υπαρχεις· ει δε πεπαιδευμενος, απαιδευτως σιωπας.
Χαρητ.
Γλωσσης μαλιστα πανταχου πειρω κρατειν,
Ο γαρ γεροντι και νεω τιμην φερει,
Η γλωσσα, σιγην καιριαν κεκτημενη.
Ιερων. - Τους απορρητον λογον εκφεροντες αδικειν ωετο, και προς ους εκφερουσιν. Μισουμεν γαρ ου μονον τους εκλαλησαντας, αλλα και τους ακουσαντας, α μη βουλομεθα.
Πιττακου. - Ο μελλεις ποιειν, μη λεγε· αποτυχων γαρ γελασθηση.
Σοφοκλ.
Κλεπτων δ᾿ οταν τις εμφανως εφευρεθη,
Σιγαν αναγκη, καν καλον φερη στομα.
Αιδως γαρ εν κακοισιν ουδεν ωφελει.
Η γαρ σιωπη τω λαλουντι συμμαχος.
Ξενοκρατ. - Ξενοκρατης διαιρων εκαστον μερος της ημερας εις πραξιν τινα, και τη σιωπη μερος απενειμεν.
Αλεξανδρ.
Οστις λογους παρακαταθηκην λαβων
(≡15Ε_202≡> Εξειπεν, αδικος εστι, η ακροατης αγαν·
Ο μεν δια κερδος, αδικος· ο δε τουτου διχα,
Ακροατης· ισως δε γ᾿ εισιν αμφοτεροι κακοι.
Λυκουργου. - Ουτος προς τον ειποντα, Διατι Λακεδαιμονιοι την βραχυλογιαν ασκουσιν; ειπεν, Οτι εγγυς εστι του σιγαν.
Φιλονιδου. - Κρειττον σιωπαν εστιν, η λαλειν ματην.
Δημοκρ. - Θεασαμενος τινα, πολλα μεν, απαιδευτα δε διαλεγομενον, Ουτος, εφη ου λεγειν μοι δοκει δυνατος, αλλα σιωπαν αδυνατος.
Σολων. - Σφραγιζου, τους μεν λογους, σιγη· την δε σιγην, καιρω.
Σιμωνιδου. - Η σιγην καιριον εχειν δει, η λογον ωφελιμον.
Δημοσθ. - Ουτος μηδεποτε εαυτω ελεγε μεταμελησαι σιγησαντι· φθεγξαμενω δε, πολλακις.
(=849=) Ονειδιζοντος αυτω τινος, οτι το στομα δυσωδες ειχε· Πολλα γαρ, ειπεν, αυτω των απορρητων εγκατεσαπη.

ΛΟΓΟΣ ΚΑ´.
Περι πολυπραγματοσυνης και ησυχιας.

(≡15Ε_204≡> Λουκ. ι´. - Μαρθα, Μαρθα, μεριμνας και τυρβαζη περι πολλα. Ενος δε εστι χρεια· Μαρια δε την αγαθην μεριδα εξελεξατο, ητις ουκ αφαιρεθησεται απ᾿ αυτης.
Α´Θεσσ.δ´. - Παρακαλω ουν υμας αδελφοι, περισσευειν μαλλον και φιλοτιμεισθαι ησυχαζειν, και πρασσειν τα ιδια, και εργαζεσθαι ταις χερσιν υμων.
Ιωβ, ια΄ .- Ησυχασεις, και ουκ εσται ο πολεμων σε.
Ιωβ, λθ´. - Καταγελων πολυοχλιαν πολεως, μεμψιν φορολογου ουκ ακουει.
Σιραχ ια´. - Τεκνον, μη περι πολλα εστωσαν αι πραξεις σου· εαν γαρ πληθυνης, ουκ αθωος εση.
Βασιλειου. - Ωσπερ γαρ τα θηρια ευκαταγωνιστα εισι καταψηχθεντα· ουτως επιθυμιαι και οργαι και φοβοι και λυπαι, τα ιοβολα της ψυχης κακα, κατευνασθεντα δια της ησυχιας, και μη εξαγριαινομενα τω συνεχει ερεθισμω, ευκαταγωνιστοτερα τη δυναμει του λογου γινεται.
Ησυχια ουν αρχη καθαρσεως τη ψυχη, μητε γλωσσης λαλουσης τα των ανθρωπων, μητε οφθαλμων ευχροιας σωματων και συμμετριας περισκοπουντων, μητε ακοης τον τονον της ψυχης εκλυουσης εν ακροασει μελων προς ηδονην πεποιημενων· μητε ρημασιν ευτραπελων και γελοιαστων ανθρωπων, ο μαλιστα λυειν της ψυχης τον τονον πεφυκεν.
Νους μεν γαρ μη σκεδαννυμενος επι τα εξω, μηδε υπο των (≡15Ε_206≡> αισθητηριων επι τον κοσμον διαχεομενος, επανεισι μεν προς εαυτον· δι᾿ εαυτου δε προς την περι Θεου εννοιαν αναβαινει· κακεινω τω καλλει περιλαμπομενος τε και ελλαμπομενος, και αυτης της φυσεως ληθην λαμβανει, μητε προς τροφης φροντιδα, μητε προς περιβολαιων μεριμναν, την ψυχην καθελκομενος· αλλα σχολην απο των γηινων φροντιδων αγων, την πασαν εαυτου σπουδην επι την κτησιν των αιωνιων αγαθων μετατιθησι, πως κατορθωθη αυτω η σωφροσυνη και η ανδρεια· πως δε η δικαιοσυνη και η φρονησις, και αι λοιπαι αρεται.
Εν τοις ελκουσι την ψυχην και ασχολιας βιωτικας εμποιουσιν, περιγενεσθαι της επιπονου μελετης, αμηχανον.
Θεολογου. - Χρη τι και ησυχαζειν, ωστε αθολωττως προσομιλειν τω Θεω· και μικρον τι συναγειν τον νουν απο των πλανωντων.
Τηρουμεν τας αλληλων αμαρτιας, ουχ ινα θρηνησωμεν, αλλ᾿ ιν᾿ ονειδισωμεν· ουδε ινα θεραπευσωμεν, (=852=) αλλ᾿ ινα προσπληξωμεν, και απολογιαν εχωμεν των ημετερων κακων τα των πλησιον τραυματα.
Η απραγμων ησυχια, της εν πραγμασι περιφανειας τιμιωτερα.
Χρυσοστ. - Κρεισσον γαρ ψωμος εν αλατι μεθ᾿ ησυχιας και αμεριμνιας, η παραθεσις εδεσματων πολυτελων εν περισπασμοις και μεριμναις.
Ου γαρ εστιν ανθρωπον τους αλλοτριους πολυπραγμονουντα βιους, της οικειας επιμεληθηναι ποτε ζωης. Της γαρ σπουδης αυτω πασης εις την των ετερων πολυπραγμοσυνην αναλισκομενης, αναγκη τα αυτου απλως κεισθαι και ημελημενως.
Φιλωνος. - Ο σοφος ηρεμιαν και απραγμοσυνην διωκει, ινα τοις θειοις θεωρημασιν εν ησυχια επιτυχη.
Σοφος μετοικος και μεταναστης εστιν εκ του πεφυρμενου βιου, προς την ειρηναιοις πρεπουσαν και μακαριαν ζωην.
(≡15Ε_208≡> Ευαγριου. - Ζαν αμεινον επι στιβαδος κατακειμενον και θαρρειν, η ταρασσεσθαι χρυσην εχοντα κλινην.
Δια τεσσαρων πραγματων η ψυχη ερημος γινεται, του μη ησυχασαι, και δια του αγαπαν τον περισπασμον, και του επιποθειν την υλην, και του κνιπευσθαι.
Νειλου. - Βιος ησυχιος, χρηματων πολλων περιφανεστερος.
Επιπονος τοις νεωστι αποτασσομενοις η ησυχια. Τοτε γαρ καιρον λαβουσα η μνημη, πασαν ανακινει την εγκειμενην ακαθαρσιαν, ου σχολαζουσα προτερον τουτο ποιειν δια το πληθος των περισπωντων πραγματων.
Κυριλλου. - Εν θορυβουμενω και αγωνιαν εχοντι νω, ουτε εννοια τις των καλων, ουτε Θεου χαρις εγγινεται.
Αθανασ. - Βελτιον απορουντας σιωπαν και πιστευειν, η απιστειν δια το απορειν.
Σωκρατης. - Ερωτηθεις, Τινες αταραχως ζωσιν; Οι μηδεν εαυτοις, ειπεν, ατοπον συνειδοτες.
Μοσχιωνος. - Απαλλαγεις ενεκα οχλησεως, κερδος ηγειται ο ανθρωπος την ζημιαν.
Αριστιππ. - Λεγοντος αυτω τινος, Δια σε απολωλεν ο αγρος· Ουκουν, εφη, καλλιον δι᾿ εμε τον αγρον, η δια τον αγρον εμε.
Δημοσθ. - Λεγοντος αυτω τινος, οτι Του αγρου αμελεις, εαυτω δε σχολαζεις· Τουτου γαρ, εφη, επιμελουμαι, δι᾿ ον και τον αγρον εκτησαμην.
(=853=) Σερινου. - Θαλην εις τον ουρανον ορωντα, και εμπεσοντα εις βαραθρον η θεραπαινα θεωρουσα, δικαιως παθειν εφη, Ως γαρ τα παρα ποσιν αγνοων, τα εν ουρανω εσκοπει.
Αριστοτ.- Αριστοτελης τους τα εναργη πραγματα πειρωμενους δεικνυναι, ομοιον εφη ποιειν τοις λυχνω τον ηλιον φιλοτιμουμενοις δεικνυναι.
(≡15Ε_210≡> Ευκλειδης. - Ευκλειδης ο φιλοσοφος, ερωτηθεις υπο τινος, Οποιοι τινες εισιν οι Θεοι, και τινι χαιρουσι; Τα μεν αλλα ουκ οιδα, ειπεν· τους μεντοι φιλοπραγμονας οτι μισουσιν, ασφαλως οιδα.
Δημονακτ. - Υγιαινων νοσει πας περιεργος, ο τα αλλοτρια πολυπραγμονων.
Αλλων εξεταζοντων ει ο κοσμος εμψυχος, και αυθις ει σφραιροειδης, Υμεις, ειπεν, περι μεν του κοσμου πολυπραγμονειτε· περι δε της αυτων ακοσμιας ου φροντιζετε.

ΛΟΓΟΣ ΚΒ´.
Περι πλεονεξιας.

(≡15Ε_212≡> Λουκ. ιβ´. - Ορατε και φυλασσεσθε απο της πλεονεξιας· οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτω εστιν εκ των υπαρχοντων αυτω.
Α´ Κορ. στ´. - Διατι ουχι μαλλον αδικεισθε; Διατι ουχι μαλλον αποστερεισθε; Αλλ᾿ υμεις αδικειτε και αποστερειτε, και ταυτα αδελφους· η ουκ οιδατε οτι αδικοι βασιλειαν Θεου ου κληρονομησουσιν;
Σολμ. α´. - Ουκ εμπλησθησεται οφθαλμος του οραν, και ου πληρωθησεται ους απο ακροασεως.
Σιραχ δ´. - Μη εστω η χειρ σου εκτεταμενη εις το λαβειν, και εν τω αποδιδοναι συνεσταλμενη.
Σιραχ μ´. - Χρηματα αδικων, ως ποταμος ξηρανθησονται, και ως βροντη μεγαλη εν υετω εξηχησει.
Σιραχ ε. - Μη επιχαιρε επι χρημασιν αδικοις· ουδεν γαρ ωφελησουσιν εν ημερα επαγωγης.
Σιραχ ιδ΄ . - Πλεονεκτου οφθαλμος ουκ εμπιπλαται εν μεριδι.
Σιραχ κα´. - Ο οικοδομων την οικιαν αυτου εν χρημασιν αλλοτριοις, ως ο συναγων τους λιθους αυτου εις τον χειμαρρουν.
(=856=) Βασιλειου. - Ο των αλλοτριων ερων, μετ᾿ ου πολυ θρηνησει των ιδιων αποστερουμενος.
Οσα βλεπει οφθαλμος, τοσαυτα επιθυμει ο πλεονεκτης. Ο αδης ουκ ειπεν, Αρκει· ουδε ο πλεονεκτης ειπε ποτε, Αρκει. Πονηρος εν πολει συνοικος, πονηρος εν αγροις. Η θαλασσα οιδεν τα ορια αυτης· η νυξ ουχ υπερβαινει οροθεσιας αρχαιας. (≡15Ε_214≡> Ο πλεονεκτης ουκ αιδειται χρονον, ου γνωριζει ορον, ου συγχωρει ακολουθια διαδοχης· αλλα μιμειται του πυρος την βιαν· παντα επιλαμβανεται, παντα επινεμεται. Τι ειναι μετα ταυτα; Ουχι τρεις σε πηχεις αναμενουσιν οι παντες; ουχι λιθων ολιγων βαρος αρκεσει προς φυλακην δυστηνω σαρκι; υπερ τινος ουν μοχθεις; υπερ τινος παρανομεις;
Βελτιον ταις κατα μικρον επινοιαις την χρειαν παραμυθησασθαι, η αθροως επαρθεντα τοις αλλοτριοις υστερον παντων ομου προσοντων απογυμνουσθαι.
Ο τα εταιρου λαμβανων, και ετεροις διδους, ουκ ηλεησεν, αλλ᾿ ηδικησεν αδικιαν την εσχατην. Ει μεν γαρ ελεεις εξ ων αδικεις, ελεησον ους αδικεις. Ευσεβης γαρ εκεινος, ουχ ο πολλους ελεων, αλλ᾿ ο μηδενα αδικων.
Θεολογου. - Μισθωμα πορνης αγνως ου μεριζεται. Εστι γαρ της ακρας κακοδαιμονιας, μη εν τοις ιδιοις ισχυροις το ασφαλες εχειν, αλλ᾿ εν τοις αλλοτριων σαθροις.
Χρυσοστ. - Ο γαρ μη δεομενος των αλλοτριων, αλλ᾿ εν αυταρκεια νομιζων ειναι, παντων εστιν ευπορωτερος.
Ο την εαυτου μη δυναμενος στησαι επιθυμιαν, καν τα παντων περιβεβληται, πως ουτος εστι εν ευπορια ποτε;
Πλουταρχου. - Οι απο των αισχρων κερδων εις τας καλας αναλισκοντες λειτουργιας, ομοιον τι ποιουσι, τοις απο της ιεροσυλιας θεοσεβουσιν.
Δημοκριτ. - Πλουτος απο κακης εργασιας επιγινομενος, επι φανερωτερον ονειδος, κεκτηται.
Χρηματα ποριζειν μεν, ουκ αχρειον· εξ αδικιας δε παντων κακιον.
Σωκρατης. - Τους πλεονεκτας εικαζε ταις ορνισιν· ων η μεν καταπινει, ο τι αν προστυχη, και εστιν οταν πνιγεται· αι δ᾿ αλλαι (≡15Ε_216≡> παρακολουθουσιν αφελειν αυτο σπευδουσαι, ινα παρα μερος πνιγωσιν.
Διογενης. - Ερωτηθεις, ποια ειη θηρια χαλεπωτερα, ειπεν, Εν μεν τοις ορεσιν, αρκοι και λεοντες· εν δε ταις πολεσι, τελωναι και συκοφανται.
Αντιφανους. - Τα μεν πονηρα κερδη, τας μεν ηδονας εχει μικρας, τας δε λυπας μακρας.
Ευριπιδ. -
Οστις γαρ επι το πλειον εχει πεφυκ' ανηρ,
Ουδεν φρονει δικαιον ουδε βουλεται.
Φιλοις τ' αμικτος εστι, και παση πολει.
(=857=) Καταλαβων τις τινα λιθου αυτου κλεπτοντα, κακεινου λεγοντος, οτι Ουκ εγινωσκον οτι σοι εισιν, εφη, Αλλ᾿ ηδεις οτι ουδε σοι.
Μεανδρου.
Πλεονεξια μεγιστον ανθρωποις κακον.
Οι μεν θελοντες προσλαβειν τα των πελας,
Αποτυγχανουσι πολλακις νικωμενοι·
Τα δ᾿ ιδια προστιθεασι τοις αλλοτριοις.

Πλατωνος. - Κλοπη μεν χρηματων, ανελευθερον· αρπαγη δε, αναισχυντον.
Φιλημ.
Εαν οις εχωμεν, τουτοις μηδε χρωμεθα,
Α δ᾿ ουκ εχομεν ταυτα ζητουμεν,
Ων μεν δια τυχην, ων δε δι᾿ εαυτους εσομεθα εστερημενοι.

Ευριπιδ.
Ει δ᾿ ευτυχων τις, και βιον κεκτημενος,
Μηδεν δ᾿ ομως τι των καλων πειρασεται·
Εγω μεν αυτον ουποτ᾿ ολβιον καλω,
Φυλακα δε μαλλον χρηματων ευδαιμονα.

ΛΟΓΟΣ ΚΓ´.
Περι τιμης γονεων και φιλοτεκνιας.

(≡15Ε_218≡> Δευτ. ε´στ´. - Τιμα τον πατερα σου και την μητερα· και· Αγαπα τον πλησιον σου ως εαυτον.
Κολ. γ´. - Τα τεκνα υπακουετε τοις γονευσιν υμων κατα παντα· τουτο γαρ εστιν ευαρεστον εν Κυριω.
Σιραχ γ´. - Τεκνον, αντιλαβου εν γηρα πατρος σου, και εαν απολιπη συνεσιν, συγγνωμην εχε· και μη ατιμασης αυτον εν παση ισχυϊ σου. Ελεημοσυνη γαρ πατρος, ουκ επιλησθησεται· και ως ευδια εν παγετω, ουτως αναλυθησονται σου αι αμαρτιαι.
Σιραχ ζ´. - Εν ολη καρδια σου δοξασον τον πατερα σου, καιμητρος ωδινας μη επιλαθη. Μνησθητι οτι δι᾿ αυτων εγεννηθης, και τι ανταποδωσεις αυτοις, καθως αυτοι σοι;
Βασιλειου. - Ευγνωμονες παιδες μεγαλα ποιουσι τα των πατερων εγκωμια.
Θεολογου. - Εργασαι το καλον, οτι καλον τω πατρι πειθεσθαι· και ει σοι μηδεν εσεσθαι μελοι, τουτο αυτο μισθος, τω πατρι χαρισασθαι.
Ως οικετης δουλευσον τοις γεννησασι σε· τι γαρ ανταποδωσεις αυτοις, οια αυτοι σοι; αντιγεννησαι γαρ αυτους ουκ ενι.
Οι της των παιδων κοσμιοτητος τε και σωφροσυνης αμελουντες πατερες, παιδοκτονοι τυγχανουσι, και χαλεπωτερον η εκεινοι, οσω και προς ψυχην η απωλεια και ο θανατος.
(=860=) Κυριλλου. - Χριστιανων εναρετος ευσεβεια πρωτη το τιμαν (≡15Ε_220≡> τους γεννησαντας· το τους πονους αμειψασθαι των φυντων, και παση δυναμει τα προς αναπαυσιν αυτοις ενεγκειν. Καν γαρ τα πλειστα τουτοις αποδωμεν, αλλ᾿ αντιγεννησαι τουτους ουπω δυνησομεθα.
Εικειν αναγκαιον πατρασι τους παιδας· αλλ᾿ ενθαπερ αν ο της αληθειας ελαυνη λογος, τιμασθω Θεος και νικατω τα αυτου και φιλοστοργιας δυναμιν φυσικην.
Φιλων. - Αξιως ουδεις τον Θεον τιμα, αλλα δικαιως μονον, οποτε ουδε τοις γονευσιν ισας αποδουναι χαριτας ενδεχεται· αντιγεννησαι γαρ ουχ οιον τε τουτους.
Αριστοτ. - Χρη τον υιον δουλον ειναι του πατρος η τον οικετην· ο μεν γαρ φυσει του πατρος δουλος εστιν· ο δε νομω.
Ισοκρατ. - Τοιουτος γινου περι τους γονεις, οιους αν ευξαι περι σευτον γενεσθαι τους σαυτου παιδας.
Αλεξανδρ. - Αλεξανδρος ο βασιλευς ερωτηθεις, τινα μαλλον ποθει, τον πατερα Φιλιππον, η Αριστοτελην τον διδασκαλον, εφη, Ο μεν γαρ του γενεσθαι, ο δε του καλως γενεσθαι αιτιος.
Ο αυτος βαρυ τι επιταττουσης αυτω της μητρος Ολυμπιαδος, εφη, Ω μητερ, πικρον γε ενοικιον της ενναμηναιου με απαιτεις.
Σωκρατης. - Μεμφομενης αυτω της γυναικος αυτου, οτι τον υιον αυτου ου προσιεται αχρηστον οντα, και λεγουσης οτι εξ αυτου ειη, αποπτυσας· Και γαρ τουτο, ειπεν, εξ εμου, αλλ' ου χρησιμον.
Μελεσιου. - Οιους αν ερανους ενεκγης τοις γονευσι, τοιουτους αυτους εν τω γηρα παρα των τεκνων προσδεχου.
Ευριπιδ. -
Οστις δε τους τεκοντας εν βιω σεβει,
Οδ᾿ εστι και ζων και θανων Θεου φιλος.
(≡15Ε_222≡> Ουκ εστι παισι τουτου καλλιον γερας,
Η πατρος εσθλου καγαθου πεφυκεναι,
Και τοις τεκουσιν αξιαν τιμην νεμειν.

Σολωνος. - Σολων εφωτηθεις, διατι κατα των τυπτοντων τους πατερας επιτιμιον ουχ ωρισεν, ειπεν, οτι Ουχ υπελαβον τοιουτους τινας εσεσθαι.
Πλατωνος. - Πλατων θρασυνομενον ιδων ινα προς τον εαυτου πατερα, Ου παυση, μειρακιον, ειπε, τουτου καταφρονειν, δι᾿ ον μεγα φρονειν αξιοις;
Εκ της Αιλιανου ιστοριας. - Πρωτη και ογδοηκοστη Ολυμπιαδι φασι την Αιτνην ρυηναι, οτε και Φιλονομος και Καλλιας οι Καταναιοι, τους εαυτων πατερας αραμενοι, δια μεσης της φλογος εκομισαν των αλλων κτηματων καταφρονησαντες· ανθ᾿ ων και αμοιβης ετυχον της εκ του θειου. Το γαρ τοι πυρ (=861=) θεοντων αυτων διεστη, καθ᾿ ο μερος εκεινοι παραγενοντο.
Εκ των Επικτητου Εγχειριδιου και Ισοκρ. - Τους υιους σπουδαζε πεπαιδευμενους μαλλον, η πλουσιους καταλιπειν.
Θυγατηρ αλλοτριον κτημα υπαρχει τω πατρι.
Ο αυτος τοις παισι συνεβουλευσεν αιδω δειν καταλιπειν , η χρυσον.
Πατρος υβρις, ηδυ φαρμακον· πλεον γαρ εχει το ωφελουν του δακνοντος.
Υιω και θυγατρι μη προσμειδιασης, να μη υστερον δακρυσης.

ΛΟΓΟΣ ΚΔ´.
Περι φοβου.

(≡15Ε_224≡> Ματθ. κς´. - Το μεν πνευμα προθυμον· η δε σαρξ ασθενης.
Πραξ. ι´. - Επ᾿ αληθειας καταλαμβανω, οτι ουκ εστι προσωποληπτης ο Θεος, αλλ᾿ εν παντι εθνει ο φοβουμενος αυτον και εργαζομενος δικαιοσυνην, δεκτος αυτω εστιν.
Παροιμ. ιδ΄ . - Φοβος Κυριου πηγη ζωης· ποιει δε ακκλινειν εκ παγιδος θανατου.
Σολομ. ιβ´. - Τελος λογου, το παν ακουε, τον Θεον φοβου, και τας εντολας αυτου φυλασσε, οτι τουτο πας ανθρωπος.
Σιραχ μ´. - Χρηματα και ισχυς ανυψουσι καρδιαν· και υπερ αμφοτερα φοβος Κυριου.
Βασιλειου. - Ως γαρ ο εμπεπηγοτας εχων εν εαυτω τους σωματικους ηλους, ανενεργητος εστιν, υπο των οδυνων κατεχομενος· ουτως ο τω φοβω του Θεου κατειλημμενος, ουκ οφθαλμω χρησασθαι προς α μη δει, ου χειρας κινησαι προς απηγορευμενας πραξεις, ουχ ολως μικρον η μειζον ενεργησαι παρα το καθηκον δυναται, οιον οδυνη τινι τη προσδοκια των απειληθεντων συμπεπαρμενος.
Θεολογου. - Ουκ απο θεωριας αρξαμενους, εις φοβον χρη καταληγειν. Θεωρια γαρ αχαλινωτος, ταχα αν και κατα κρημνων ωσειεν· αλλα φοβω στοιχειωμενους και καθαιρομενους, και, ινα ουτως ειπω, λεπτυνομενους, εις υψος αιρεσθαι.
(≡15Ε_226≡> Εν φοβηθωμεν μονον, το φοβηθηναι Θεου τι πλεον.
Φυλλων λαγωους εκφοβουσιν οι κτυποι.
Ανδρας δ᾿ ανανδρους αι σκιαι των πραγματων.

Χρυσοστ. - Ου τοσουτον εργασασθαι δυνησεται λογος, οσον εργαζεται φοβος. Ο γαρ της γεεννης φοβος τον της βασιλειας ημιν κοσμιει στεφανον. (=864=) Αιτια ημιν πολλων αγαθων, ει βουλοιμεθα, ο διαβολος· δεδοικοτες γαρ αυτου τας επιβουλας, μηφομεν και μεμνημεθα του Θεου. Ο γαρ εφεστωτα τον εχθρον ορων, τω δυναμενω προστρεχει βοηθειν.
Καθαπερ εν οικια στρατιωτου διηνεκως ωπλισμενου, ου ληστης, ου τυχωρυχος, ουκ αλλος τις των τα τοιαυτα κακουργουντων τολμησει φανηναι· ουτω φοβου κατεχοντος ψυχας, ουδεν των ανελευθερων παθων επεισερχεται ραδιως ημιν.
Διδυμου. - Ου δυνατον τον αληθως φοβουμενον τον Θεον δειλιαν εχειν, ειρημενου του, Πλην αυτου μη φοβου αλλον.
Κλιμακος. - Ωσπερ ακτις ηλιου δι᾿ οπης εισελθουσα εν οικω παντα φωτιζει, ως και το λεπτοτατον οραν, τον τε κονιορτον πετομενον· ουτω και φοβος Θεου μετα διακρισεως εν καρδια γενομενος, παντα αυτη τα αμαρτηματα υποδεικνυσιν.
Σευηριανου. - Αρχη σωτηριας ανθρωπων ο του Θεου φοβος, και ριζα παντων εν ημιν αγαθων ο του Θεου νομος. Ουτε δε Θεου νομος ανευ φοβου, ουτε φοβος ανευ νομου. Ο μεν γαρ νομος των επιτεταγμενων υπηρετην εχει τον φοβον· ο δε φοβος των προστεταγμενων δικαστην εχει τον νομον.
Βιας. - Βιας ερωτηθεις, τι αν ειη των κατα τον βιον αφοβον, ειπεν, Ορθη συνειδησις.
Επικουρ. - Ουκ εστιν αφοβον ειναι, φοβερον φαινομενον.
(≡15Ε_228≡> Δημοκρ. - Ου δια φοβον, αλλα δια το δεον, απεχεσθαι χρεων αμαρτηματων.
Ευριπιδου.
Ασυνετος, οστις εν φοβω μεν ασθενης,
Λαβων δε μικρον τι ψυχης φρονει μεγα.

Μενανδρ.
Ευηθεια μοι φαινεται δηλουμενη,
Το νοειν μεν οσα δει, μη φυλαττεσθαι δ᾿ α δει.

ΛΟΓΟΣ ΚΕ´.
Περι των ταχεως μεταβαλλομενων, και περι μετανοιας.

(≡15Ε_230≡>Λουκ. θ´. - Ουδεις βαλων την χειρα αυτου επ᾿ αροτρον, και βλεπων εις τα οπισω, ευθετος εστιν εις την βασιλειαν των ουρανων.
Β´. Πετ. β´. - Κρεισσον εστι μη επεγνωκεναι την οδον της διακαιοσυνης, η επιγνοντα επιστρεψαι εκ της παραδοθεισης αυτω αγιας εντολης. Συμβεβηκε δε αυτοις το της αληθους παροιμιας, Κυων επιστρεψας επι τον ιδιον εμετον, και, Υς λουσαμενη εις κυλισμα βορβορου.
Παροιμ. ιζ΄ . - Ανηρ ευμεταβολος γλωσση εκπεσειται εις κακα.
Παροιμ. κστ´. - Ωσπερ κυων οταν επελθη επι τον εαυτου εμετον και μισητος γενηται, ουτως (=865=) αφρων τη εαυτου κακια αναστρεψας επι την εαυτου αμαρτιαν.
Σιραχ λδ´. - Ανθρωπος νηστευων επι των αμαρτιων αυτου, και παλιν πορευομενος και τα αυτα ποιων, της προσευχης αυτου τις εισακουεται; και τι ωφελησεν εν τω ταπεινωθηναι αυτον;
Βασιλ. - Ο εν προκοπη γενομενος αγαθων εργων, ειτα παλινδρομησας προς την αρχαιαν συνηθειαν, ου μονον τον επι τοις πεπονημενοις μισθον εζημιωθη, αλλα και βαρυτερας αξιουται της κατακρισεως.
Οις ευκολος προς μεταβολην η διανοια, τουτοις ουδεν απεικος και τον βιον ειναι μη τεταγμενον.
(≡15Ε_232≡> Μηδεις εν κακια διαγων, εαυτον απογινωσκετω, ειδως οτι γεωργια μεν των φυτων τας ποιοτητας μεταβαλλει· η δε κατ᾿ αρετην της ψυχης επιμελεια δυνατη εστι παντοδαπων αρρωστηματων επικρατησαι.
Ανθρωποι ταις νεφελαις εοικασι, προς τας των πνευματων μεταβολας αλλοτε κατ᾿ αλλο μερος του αερος εμφερομεναις.
Ου χρονου ποσοτητι, διαθεσει δε ψυχης η μετανοια κρινεται.
Θεολογου. - Δεον αυμετακινητους μεν ειναι προς το κρειττον απο του χειρονος, ακινητους δε προς το χειρον απο του βελτιονος.
Ουχ η μεταθεσις του κακου το αισχρον εχει· αλλ᾿ η τουτου τηρησις την απωλειαν.
Το μη αμαρτανειν αναισθητως, αλλ᾿ επιγινωσκειν και συνοραν το πλημμεληθεν, ουκ εστι μικρον· αλλ᾿ οδος τις εστι και αρχη προς διορθωσιν αγουσα, και επι το κρειττον μεταβολην.
Κουφους και ανοητους τουτους υπολαβανομεν, τους ραδιως επ᾿ αμφοτερα φερομενους, και μεταρρεοντας, καθαπερ αυρας μεταπιπτουσας, η μεταβολας και παλιρροιας Ευριπου, η θαλασσης αστατα κυματα.
Χρυσοστ. - Ο μετανοησας εφ᾿ οις επραξε δεινοις, καν μη των αμαρτηματων αξιαν αποδειξηται την μετανοιαν, και αυτης ταυτης ομως εξει την αντιδοσιν.
Ευαγριου. - Φυτον μεταφερομενον συνεχως, καρπον ου ποιει.
Σωκρατ. - Ανδριας μεν επι βασεως, σπουδαιος δε ανηρ επι καλης προαιρεσεως εστως, αμετακινητος οφειλει ειναι.

ΛΟΓΟΣ κστ´.
Περι αμαρτιας και εξαγορευσεως.

(≡15Ε_234≡> Ιωαν.η´. - Πας ο ποιων αμαρτιαν, δουλος εστι της αμαρτιας.
Σιραχ. κα´. - Ως απο προσωπου οφεως, φευγε απο αμαρτιας εαν γαρ προσελθης, δηξεται σε. Οδοντες λεοντος οι οδοντες αυτης, και αναιρουντες ψυχας ανθρωπων.
Προς ῾Ρωμ. στ´. - Μη ουν βασιλευετω η αμαρτια εν τω θνητω υμων σωματι, εις το υπακουειν ταις (=868=) επιθυμιαις αυτου· μητε παριστανετε τα μελη υμων οπλα αδικιας τη αμαρτια.
Σιραχ κζ΄ . - Λεων θηρα ενεδρευει, ουτως αμαρτια τους εργαζομενους αδικα.
Σιραχ λθ´. - Αγαθα τοις αγαθοις εκτισθη απ᾿ αρχης, ουτω και τοις αμαρτωλοις κακα.
Βασιλ. - Ωσπερ της τομης η του καυτηρος, ουχ ο ιατρος αιτιος, αλλ᾿ η νοσος· ουτω και οι των πολεων αφανισμοι εκ της αμετριας των αμαρτανομενων την αρχην εχοντες, τον Θεον απασης μεμψεως απολυουσιν.
Η αμαρτια ως μεν ωδινεται, εχει τινα αισχυνην· επειδαν δε τελεσθη, τοτε αναισχυντοτερους ποιει τους εργαζομενους αυτην.
Ως γαρ τας μελισσας καπνος φυγαδευει και τας περιστερας δυσωδια· ουτω και τον φυλακα της ζωης ημων αγγελον η πολυδακρυς και δυσωδης αφιστησιν αμαρτια.
Ωσπερ η σκια τω σωματι, ουτω ταις ψυχαις αι αμαρτιαι παρεπονται, εναργεις τας πραξεις εικονιζουσαι.
Φυσει προχειρον η κακια, και πολυς επι το χειρον ο δρομος.
(≡15Ε_236≡> Ευζηλωτον μεντοι και προχειρον πραγμα η μοχθηρια· και ουδεν ουτω ραδιον ως το γενεσθαι κακον.
Μη απαξιωσης εξαγορευσαι σου την αμαρτιαν, ινα τη εντευθεν αισχυνη την εκειθεν φυγης (επειδη μερος και τουτο της εκεισε κολασεως) και δειξης οτι την αμαρτιαν οντως μεμισηκας, παραδειγματισας αυτην και θριαμβευσας, ως αξιαν υβρεως.
Περιβαλου κοπρια, δακρυα, στεναγμους, την δι᾿ εξαγορευσεως και ατιμοτερας αγωγης επανορθωσιν.
Ουκ εστι τοις απελθουσιν εν αδη εξομολογησις και διορθωσις. Συνεκλεισε γαρ ο Θεος, ενταυθα μεν βιον και πραξιν· εκει δε, την των πεπραγμενων εξετασιν.
Κακια σιωπηθεισα, νοσος υπουλος εστιν εν τη ψυχη.
Θεολογου. - Θαττον γαρ αν τις ολιγης κακιας μεταλαβοι πλουσιως, η αρετης βαθειας κατα μικρον. Επει και μελιτι μεν αψινθιον ταχιστα μεταδιδωσι του πικρου, μελι δε ουδε το διπλασιον αψινθιω της εαυτου γλυκυτητος.
Χρυσοστ. - Τοιουτον η αμαρτια· πριν η μεν απαρτισθηναι, μεθυειν ποιει τον αλοντα· επειδαν δε πληρωθη και απαρτισθη, τοτε τα μεν της ηδονης ταυτης υπεξισταται και σβεννυται· γυμνος δε εστηκε λοιπον ο κατηγορος, του συνειδοτος δημιου ταξιν επεχων (=869=) [επεχοντος] και καταξαινων τον πλημμεληκοτα, και την εσχατων απαιτων δικην, και μολιβδου παντος βαρυτερον επικειμενος.
Αποστηθι της πονηριας, παυσαι της κακιας, επιλαβου της αρετης, και υποσχου μηκετι αυτα ποιειν· και αρκει τουτο εις απολογιαν. Εγω διαμαρτυρομαι και εγγυωμαι, οτι των αμαρτανομενων υμων εκαστος, αν αποστας των προτερων κακων υποσχηται τω Θεω μετα αληθειας μηκετι αυτων αψασθαι, ουδεν ετερον ο Θεος ζητει προς απολογιαν μειζοντα. Φιλανθρωπος γαρ εστι και ελεημων· και καθαπερ η ωδινουσα επιθυμει τεκειν, ουτω και αυτος επιθυμει τον ελεον εκχειν τον εαυτου.
(≡15Ε_238≡> Ωσπερ γαρ σπινθηρ εαν φθαση επιλαβεσθαι τινος, παντα λοιπον κατανεμεται· ουτω της αμαρτιας φυσις, επειδαν των της ψυχης λογισμων επιλαβηται, και μηδεις η ο σβεσων, χαλεπωτερα λοιπον και δυσχειρωτος γινεται, τη των δευτερων προσθηκη εις μειζονα καταφρονησιν επαιρομενη.
Ωσπερ γαρ ο εν αμαρτημασιν ων, ετερων κατηγορων, εαυτου προ εκεινων κατηγορει· ουτω και ο εν συμφορα ων και ονειδιζων ετερου συμφορας, εαυτον προ εκεινου ονειδιζει.
Καθαπερ οι δια νυκτος ασεληνου βαδιζοντες τρεμουσι, καν μηδεις ο φοβων παρη· ουτω και οι την αμαρταν εργαζομενοι, θαρρειν ουκ εχουσι, καν μηδεις ο ελεγχων η.
Επι ενος ου θελομεν ασχημονησαι ενταυθα· επι δε μυριαδων εκει τι ποιησομεν;
Γρηγ. Νυσσης. - Πολλη προς την κακιαν εστιν η ευκολια, και οξυρροπος επι το χειρον η φυσις.
Κυριλλου. - Πολλα πταιομεν απαντες. Νοσει γαρ η φυσις το εις αμαρτιαν ευκολον, δια των εξ αρχης εισοικισαμενων το παθος.
Φιλωνος. - Τω μεν αγνοια του κρειττοντος διαμαρτανοντι συγγνωμη παρεισερχεται· ο δε εξεπιτηδες αδικων, απολογιαν ουκ εχει.
Κλημεντος. - Φοβηθωμεν ουχι νοσον την εξωθεν, (=872=) αλλ᾿ αμαρτηματα, δι᾿ α η νοσος· και νοσον ψυχης, ουχι σωματος.
Θεοτιμου. - Εοικεν η αμαρτια παραβληματι κωλυοντι την ευνοιαν του Θεου εν ημιν γενεσθαι.
Ιωσηππου. - Ουκ εκριζωτης των παθων, αλλ᾿ ανταγωνιστης εστιν ο λογισμος.
Ουτε πυρ ιματιω περιστειλαι δυνατον, ουτε αισχρον αμαρτημα χρονω.
Αριστοτ. - Ου πορρω του αναμαρτητου καθιστησιν εαυτον, ο το αμαρτηθεν επιεικως ομολογησας.
(≡15Ε_240≡> Πυθαγορου. - Τα αμαρτηματα σου πειρω, μη λογοις επικαλυπτειν, αλλα θεραπευειν ελεγχοις.
Δημοσθ. - Ωσπερ σωματικον παθος ου κρυπτομενον ουδε επαινουμενον υγιαζεται· ουτως ουδε ψυχη κακως φρουρουμενη θεραπευεται.
Μοσχιωνος. - Βελτιον ολιγακις ομολογουντα κατορθουν, σωφρονειν πολλακις, η ολιγακις αμαρτανειν λεγοντα, πλημμελειν πολλακις.
Ζηνω. - Ζηθι, ω ανθρωπε , μη μονον ινα φαγης και πιης, αλλ᾿ ινα τω ζην προς το ευ ζην καταχρηση.
Φαυωρινου. - Παθος τι μου προσεπεσε τη ψυχη, και τι μεν εστιν ουκ οιδα. Ερωτα δε αυτο λεγουσι οι μεμυημενοι. Βασκανε δαιμον και αλογιστε, ασθενει προσεληλυθας σωματι, φερειν σε μη δυναμενω. Εξισταμαι σου, δαιμον· παραχωρω σου της μαχης· ουκ ειμι σου στρατιωτης.
Θεοφραστ. - Ερως εστιν αλογιστου τινος επιθυμιας υπερβολη, ταχειαν μεν εχουσα την προσοδον, βραδειαν δε την απολυσιν.

ΛΟΓΟΣ ΚΖ´.
Περι ακρασιας και γαστριμαργιας.

(≡15Ε_242≡> Λουκ. ς´. - Ουαι οι εμπεπλησμενοι, οτι πεινασετε· ουαι οι γελωντες, οτι πενθησετε και κλαυσετε.
Ιακ. ε´. - Ετρυφησατε επι της γης και εσπαταλησατε· ετρεψατε τας καρδιας υμων ως εν ημερα σφαγης.
Παροιμ. κδ΄ . - Μη απατηθης εν χορτασια κοιλιας σου.
Παροιμ. κε´. - Μελι ευρων, τι ικανον φαγε, μη ποτε πλησθεις εξεμεσης.
Σιραχ. μ´. - Ανηρ βλεπων εις τραπεζαν αλλοτριαν, ουκ εστιν ο βιος αυτου εν λογισμω ζωης.
Βασιλειου. - Γαστηρ συναλλακτης εστιν απιστοτατος, (=873=) ταμειον αφυλακτον· πολλων αποτεθεντων, την μεν βλαβην παρακατεχουσα, τα δε παραδοθεντα ου κατεχουσα.
Λιχνη γαστηρ, η αει απαιτουσα και μηδεποτε ληγουσα. Η λαμβανουσα σημερον, και αυριον λανθανομενη. Οταν εμπλησθη, περι εγκρατειας φιλοσοφει· οταν διαπνευσθη, επιλανθανεται των δογματων.
Φοβηθητι το υποδειγμα του πλουσιου. Εκεινον παρεδωκε τω πυρι η δια βιου τρυφη. Ου γαρ αδικιαν, αλλα το αβροδιαιτον εγκληθεις, απετηγανιζετο εν τη φλογι της καμινου.
Εκ γαρ της παχειας τροφης και οινου, αιθαλωδεις τινες αναθυμιασεις αναπεμπομεναι, νεφελης δικην πυκνης, τας απο του αγιου Πνευματος ελλαμψεις επι τον νουν διακοπτουσι. Διο και Μωϋσης προς θεωριαν Θεου αναβαινων δια του νου, ασιτος (≡15Ε_244≡> και αποτος ημερων τεσσαρακοντα διετελεσεν, αθολωτον διαμενειν αυτω το ηγεμονικον διοικουμενος.
Θεολ. - Αϋπνος εστι και ακοιμητος προς την του πλειονος επιθυμιαν η ανθρωπινη φυσις.
Δος ειπε γαστηρ. Ην λαβουσα φωφρονεις,
Δωσω προθυμως· ην δε τοις κατω διδως
Κοπρον· λαβοις μεν, αλλ᾿ ομως μη πλουσιαν. Ει δ᾿ ουν κατασχοις, δωσωμεν και πλουσιαν.
Ακρασια γαρ εμοι, παν το περιττον και υπερ την χειαν και ταυτα, πεινοντων αλλων και δεομενων, των εκ του αυτου πηλου και κραματος.
Ουδεν ουτω επιμαχον τε και φιλονεικον, ως η γαστηρ.
Χρυσοσ. - Φαγων και πιων και εμπλησθεις, προσεχε σεαυτω. Αποκρημνος γαρ εστιν ο τοπος της τρυφης.
Ιω. Κλιμ. - Θλιβομενης κοιλιας ταπεινουται καρδια· θεραπευομενης δε, γαυρια λογισμος.
Νυσσ. - Οψον σοι γενεσθω ενδεια· και το μη επιβαλλειν κορον τω κορω, μηδε αμβλυνειν τη κραιπαλη ορεξιν.
Ριζα των περι τον βιον πλημμεληματων εστιν, η περι τον λαιμον ασχολια.
Μεχρι της υπερωας η των ηδυσματων αισθησις τον ορον εχει· απο δε υπερωας, αδιακριτος η των εμβαλλομενων διαφορα, ομοτιμως τα παντα της φυσεως προς δυσωδιαν αλλοιουσης.
Φιλωνος. - Εγκρατειας μεν ιδιον, υγιεια (=876=) και ισχυς· ακρασιας δε, ασθενεια και νοσος γειτνιωσα θανατω.
Πλουταρχ. - Υγειαν εχειν παρα Θεου αιτουνται οι ανθρωποι· την δε ταυτης δυναμιν παρ᾿ εαυτοις εχοντες, ουκ ισασιν. Ακρασια γαρ τα εναντια πρασσοντες, αυτοι προδοται της υγειας γινονται.
Ωσπερ αλειμμα ου το ηδυ καλον, ουδε το μακρον, αλλα το (≡15Ε_246≡> υγιεινον· ουτω και τροφη, ουχ η ηδεια καλη, ουδε η πολλη, αλλ᾿ η υγιεινη.
Ταχος και επειξις απεστω του εσθιειν· κυνωδες γαρ τουτο, και θηριω μαλλον η ανθρωπω πρεπον.
Κατωνος. - Ουτος της πολυτελειας καθαπτομενος, ειπεν, Ως χαλεπον εστι λεγειν προς γαστερα, ωτα μη εχουσαν.
Αντισθεν. -Αντισθενης ερωτηθεις, Τι εστιν εορτη, ειπε, Γαστριμαργιας αφορμη.
Επικτητου. - Φροντιζε οπως σε μη τα εν τη γαστρι σιτια πιαινει, αλλ᾿ η εν τη ψυχη ευφρασια. Επει τα μεν αποσκυβαλιζεται, και συνεκρει ο επαινος· η δε ψυχη χωρισθεισα, διαπαντος ακηρατος μενει.
Εν ταις εστιασεσι, μεμνησο οτι δυο υποδεχονται· το τε σωμα και η ψυχη· και ο τι αν τω σωματι δως, τουτο ευθυ εξεχεας· ο τι δ᾿ αν τη ψυχη διαπαντος τηρεις.
Διογενης. - Των οικιων ενθα πλειστη τροφη, πολλους μυς ειναι και γαλας· και σωματα δε τα πολλην τροφην δεχομενα, και νοσους ισας εφελκεσθαι.
Κρατης. - Κρατης ιδων χρυσην εικονα Φρυνης της εταιρας εν Δελφοις εστωσαν, ανεκραγεν, οτι Τουτο της Ελληνων ακρασιας τροπαιον εστηκεν.
Ο αυτος νεανισκον ιδων αθλητικον οινω και κρεοφαγια και ασκησει σαρκα πολλην υποτρεφοντα, ειπεν, Ω δαιμονιε, παυσαι καθ᾿ εαυτου ποιων το δεσμωτηριον ισχυρον.
Θεογνιδος. -
Πολλω τοι πλεονας λιμου κορος ωλεσεν ηδη
Ανδρας, οσοι μοιρης πλειον εχειν εθελον.

Σωκρατης. - Ουτος τους μεν ανθρωπους ελεγε ζην ινα εσθιωσιν· εγω δε εσθιω ινα ζω.

ΛΟΓΟΣ ΚΗ´.
Περι λυπης και αθυμιας.

(≡15Ε_248≡> Ματθ. ε´. - Μακαριοι οι πενθουντες, οτι αυτοι παρακληθησονται.
β´. Κορ. β. ´- Τις εστιν ο ευφραινων με, ει μη ο λυπουμενος εξ εμου;
(=877=) Σολομ. - Ωσπερ σης ιματιω και σκωληξ ξυλω, ουτω λυπη ανδρος βλαπτει καρδιαν.
Σιραχ λη´. - Απο λυπης εκβαινει θανατος· και λυπη καρδιας καμψει ισχυν.
Βασιλειου. - Ωσπερ οι σκωληκες τοις απαλωτεροις των ξυλων εντικτονται μαλιστα, ουτως αι λυπαι τοις μαλακωτεροις ηθεσι των ανθρωπων εμφυονται.
Ο λεγων μη πρεπειν τω δικαιω την θλιψιν, ουδεν ετερον λεγει, η μη αρμοζειν τω αθλητη τον ανταγωνιστην.
Θεολογου. - Φερει παραμυθιαν οδυνομενω κοινωνια των στεναγμων.
Εστι ποτε ηδονης λυπη τιμιωτερα, και κατηφεια πανηγυρεως· και γελωτος ου καλου, δακρυον επαινετον.
Μεγα γαρ το παρα συναλγουντων φαρμακον. Οι γαρ το ισον του παθους εχοντες, πλεον εισιν εις παραμυθιαν τοις πασχουσιν.
Χρυσοστ. - καιρος αθυμιας, ουχ οταν πασχωμεν κακως, αλλ᾿ οταν δρωμεν κακως.
Πλουταρχ. - Οδον μεν την λειοτατην εκλεγεσθαι· βιον δε, τον αλυποτατον.
Επενδυεσθαι δει, τω μεν θωρακι, χιτωνα· τη δε λυπη νουν.
(≡15Ε_250≡> Σωκρατης. - Ερωτηθεις, Τι λυπει τους αγαθους, ειπεν, Ευτυχια πονηρων.
Ο αυτος ερωτηθεις, Πως αν τις αλυπως διαγει, Τουτο αδυνατον, ειπεν· ου γαρ εστι πολιν η οικιαν οικουντα και ανθρωπους ομιλουντα μη λυπεισθαι.
Λευκιπ. - Τουτο γαρ ιδιον των οφθαλμων, εν τοις μεγαλοις κακοις μη εκχεειν δακρυον· εν δε ταις μετριαις συμφοραις, αφθονως τα δακρυα καταρρει.
Χαρακλ. Πολλακις γαρ το χαρας υπερβαλλον, εις αλγεινον περιιστησι· και της ηδονης το αμετρον, επισπαστον λυπην εγεννησε.
Μοσχιων. - Επεσθαι τοις τερπνοις ειωθε και τα λυπηρα.
Δημωνακτ. - Δει ωσπερ φορτιον την λυπην ανθεμενον, μη στεοντα (στενοντα) φερειν.
Χαρικλ. - Οι ανθρωποι ταφους μεν κατασκευαζουσι και ενταφια ωσπερ μελλοντες αυτοις χρησθαι· αφοβιαν δε και αλυπιαν την περι του θανατου η χρησονται, ου παρασκευαζονται.
Θεοπομπ. - Ει τις πλειστα των αγαθων κεκτημενος μετα του λυπεισθαι διαγει τον βιον, απαντων αν ειη και των οντων και των εσομενων αθλιωτερος.
(=880=) Εκ των Επικτητου, Ισοκρατ, Δημοκρ. - Ει βουλει αλυπον βιον ζην, τα μελλοντα συμβαινειν ως ηδη συμβεβηκοτα λογιζου.
Αλυπος ισθι, μη την απαθειαν, ως τα αλογια των ζωων· μηδε την αλογιαν, ως οι αφρονες· αλλ᾿ ως εναρετος, τον λογον της λυπης εχων παραμυθιον.
Ευγνωμων ο μη λυπουμενος εν οις ουκ εχει, αλλα χαιρων εφ᾿ οις εχει.
Οσοι τινες προς τας συμφορας, γνωμη μεν ηκιστα λυπουνται, εργω δε μαλιστα αντεχουσιν, ουτοι και των πολεων και ιδιωτων κρατιστοι εισιν,
(≡15Ε_252≡> Επικτητου. - Ερωτηθεις πως αν τις τον εχθρον λυπηση, εφη, Εαυτον παρασκευαζων βελτιστα πραττειν.
Τους αφρονας ο χρονος· τους δε φρονιμους ο λογος της λυπης απαλλαττει.
Ποσσιδιπ. - Ουδεις αλυπος τον βιον διηγαγεν, ανθρωπος ων· ουδ᾿ αχρι του τελους εμεινεν ευτυχων.
Ευριπιδ. - Ουκ εστιν ευρειν βιον αλυπον εν ουδενι.

ΛΟΓΟΣ ΚΘ´.
Περι υπνου.

(≡15Ε_254≡> Ματθ. κς´. Μαρ. ιδ´. Λουκ. κδ´. - Ελθων ο Ιησους, ευρε τους μαθητας αυτου καθευδοντας· ησαν γαρ οι οφθαλμοι αυτων βεβαρημενοι, και λεγει αυτοις, Ουτως ουκ ισχυσατε μιαν ωραν γρηγορησαι μετ᾿ εμου. Καν τον Ιουδαν θεασαθε πως ου καθευδει. Γρηγορειτε ουν και προσευχεσθε.
Α΄ . Θεσ. ε´. - Αρα ουν μη καθευδωμεν ως και οι λοιποι, αλλα γρηγορωμεν και νηφωμεν. Οι γαρ καθευδοντες, νυκτος καθευδουσι· και οι μεθυσκομενοι, νυκτος μεθυουσιν· ημεις δε ημερας οντες, νηφωμεν.
Παροιμ. κγ΄.- Ενδυεται διερρηγμενα και ρακωδη,πας υπνωδης.
Σιραχ. λα´. - Μεριμνα αγρυπνιας απαιτησει νυσταγμον.
Βασιλειου. -Ευχαριστει, ανθρωπε, τω ακουσιως ημας δια του υπνου της συνεχειας των πονων λυοντι, και εκ μικρας αναπαυσεως, παλιν προς την ακμην της δυναμεως επαναγοντι.
Θεολογου. - Ανηρ υπνωδης, ευρετης ονειρατων· μυστης γαρ υπνος φασματων, ου πραγματων.
Χρυσοστ. - Υπνος ουδεν εστιν, η θανατος προσκαιρος, και εφημερος τελευτη.
(=881=) Γρηγ. Νυσσης. - Ωσπερ επι της καθυγρου γης, επειδαν θερμοτεραις ακτισιν επιλαμψαι ο ηλιος, ατμοι τινες ομιχλωδεις απο του βαθους ανελκονται· ομοιον τι γινεται και εν τη (≡15Ε_256≡> καθ᾿ ημας γη, της τροφης υπο της φυσικης θερμοτητος αναζεουσης· ανωφερεις δε οντες οι ατμοι κατα φυσιν και αερωδεις, και προς το υπερκειμενον αναπνεοντες, εν τοις κατα την καεφαλην γινονται χωροις.
Φιλων. - Εικοτως μελετην θανατου· σκιαν δε και υπογραμμον της αυθις εσομενης αναβιωσεως, τον υπνον οι ταληθη πεφρονηκοτες απεφηνατο· εκατερων γαρ εναργεις φερει τας εικονας, και μεθιστα τον αυτον εξ ολοκληρου.
Κλημεντ. - Οσα περι υπνου λεγουσι, τα αυτα χρη και περι θανατου εξακουειν. Εκατερος γαρ δηλοι την αποστασιαν της ψυχης· ο δε μαλλον, ο δε ηττον.
Πασι δε, ως επος ειπειν, διαμαχητεον υμιν προς τον υπνον, ως πλειονα χρονον του ζην δια την εγρηγορσιν μεταλαμβανειν.
Ο γαρ υπνος ωσπερ τελωνης τον ημισυν ημιν του βιου συνδιαιρειται χρονον.
Πολλου γε δει μεθ᾿ ημεραν καθευδειν, τοις και της νυκτος το πλειστον εις εγρηγορσιν αποτεμνομενοις.
Δημοκριτ. - Αγρυπνος εσο κατα τον νουν· συγγενης γαρ του αληθινου θανατου ο περι τουτον υπνος.
Οι ημερησιοι υπνοι σωματος οχλησιν, η ψυχης αδημοσυνην, η αργιην η απαιδευσιαν σημαινουσιν.
Φιλοστρατ. - Ουδε γαρ οι σωφρονες και σπουδαιοι νυσταζουσι, καν πορρω των νυκτων σπουδαζουσιν. Ου γαρ εξωθεν αυτους ο υπνος ωσπερ δεσποτης, υβρισας εις τον αυχενα δεδουλωμενον υπο του οινου· αλλ᾿ ελευθεροι τε και ορθοι φαινονται. Καταδαρθεντες δε καθαρα τη ψυχη δεχονται τον υπνον, ουτε υπο των ευπραγιων ανακουφιζομενοι, ουτε υπο κακοπραγιας τινος εκτρωσκοντες. Συμμετρος γαρ προς αμφω ταυτα ψυχη νηφουσα, και ουδετερου των παθων ηττων· οθεν και καθευδει ηδιστα και αλυποτατα, μη εξισταμενη του υπνου.

ΛΟΓΟΣ Λ´.
Περι μεθης.

(≡15Ε_258≡> Λουκ. κα´. - Προσεχετε εαυτοις, μηποτε βαρυνθωσιν αι καρδιαι υμων εν κραιπαλη και μεθη και μεριμναις βιοτικαις· και αιφνιδιως υμιν επιστη η ημερα εκεινη.
῾Ρωμ. ιγ´. - Ως εν ημερα ευσχημονως περιπατησωμεν· μη κωμαις και μεθαις, μη κοιταις και ασελγειαις.
Σολ. ζ΄ . - Αγαθον πορευθηναι εις οικον πενθους, η εις οικον ποτου.
Παροιμ. κγ´. - Μη ισθι οινοποτης· πας γαρ μεθυσος πτωχευσει.
(=884=) Οστις εστιν ηδυς εν οινων διατριβαις, εν τοις εαυτου οχυρωμασι καταλειψει ατιμιαν.
Σιραχ, λα´. - Εν συμποσιω οινου μη ελεγχε τον πλησιον, και μη εξουδενωσης αυτον εν ευφροσυνη αυτου.
Βασιλ. - Ωσπερ γαρ υδωρ πολεμιον εστι πυρι, ουτως αμετρια οινου λογισμον κατασβεννυσι σωφρονα.
Μετρον αριστον της του οινου χρησεως, η χρεια του σωματος.
Μεθη, Κυριον ουχ υποδεχεται. Πνευμα αγιον αποδιωκει. Καπνος μεν γαρ, φυγαδευει μελισσας· χαρισματα δε πνευματικα αποδιωκει κραιπαλη.
Θεολογου. - Και οι μεν πενητες, ουτως· ημεις δε ανακεισομεθα λαμπροι λαμπρως, επι στιβαδος υψηλης τε και μετεωρου, και των περιττων και αψαυστων επιβληματων. Και τοις μεν πολυς κορος και υδατος· ημιν δε και μεχρι μεθης οι του οινου κρατηρες· μαλλον δε και υπερ μεθην τοις ακολαστοτεροις· (≡15Ε_260≡> και τον μεν αποπεμψομεθα των οινων, τον δε εκκρινουμεν ως ανθοσμιαν· περι δε του φιλοσοφησομεν· ζημιαν δε, ει μη προσεσται των εγχωριω, και των ομαζομενων ξενων τις, ωσπερ τυραννος. Δει γαρ ημας αβρους και της χρειας περιττοτερους ειναι· ωσπερ αισχυνομενους, ει μη κακοι νομιζομεθα και δουλοι γαστρος, και των υπο γαστερα.
Χρυσοστ. - Τοις εν μεθη και ακολασια βιουσιν, η ημερα προς το της νυκτος μεταστρεφεται σκοτος· ου του ηλιου σβεννυμενου, αλλα της εκεινων διανοιας σκοτιζομενης τη μεθη.
Ευαγριου. - Ρωννυσι μεν οινος σωμα· την δε ψυχην λογος Θεου.
Πλουταρχ. - Φθειρεται μεν κοσμος πυρι και υδατ ο δε των ακολαστων πλουτος, ερωτι και μεθη.
Διογεν. - Εν συμποσιω τινι, πολλου αυτω οινου διδομενου, τουτο εξεχεεν· επει δε τινες αυτον εμεμφοντο, Εαν γαρ αυτον, εφη, εκπιω, ου μονον αυτος απολλυται, αλλα καμε προσαπολλυσιν.
Μενανδρ. - Υβρις και οινος αποκαλυπτειν ειωθασιν φιλοις τα ηθη των φιλων.
Ο πολυς ακρατος, ολιγ᾿ αναγκαζει φρονειν·
Ου γαρ το πληθος, αν σκοπη τις, του ποτου
Ποιει παροινειν, του πιοντος δ᾿ η φυσις.
Χαλεπον οταν τις ων πινη πλεον λαλη,
Μηδεν κατιδων, αλλα προσποιουμενος.
Πυθαγ. - Ουτος ελεγε, Την μεθην, μανιας ειναι μελετην.
Κλεοστρατ. - Κλεοστρατος προς τον ειποντα αυτω, Ουκ αισχυνη μεθυων, εφη, Συ δε ουκ αισχυνη μεθυοντα νουθετων;
Επικτητου. - Οι τεττιγες μουσικοι · οι δε κοχλιαι, αφωνοι· χαιρουσι δε, οι μεν υγραινομενοι· οι δε αλεαινωμενοι. Επειτα προκαλειται, τους μεν, η δροσος· και επι ταυτη εκδυνουσι· τους (≡15Ε_262≡> δ᾿ αυ διεγειρει ακμαζων ο ηλιος, και εν αυτω αδουσι. (=885=) Τοιγαρουν, ει βουλει μουσικος και ευαρμοστος υπαρχειν ανηρ, ηνικα μεν εν τοις ποτοις υπο του οινου δροσισθη η ψυχη, τοτε αυτην μη εα προϊουσαν μολυνεσθαι· αλλ᾿ ηνικα εν τοις συνεδριοις υπο του λογου διαπυρωθη, τοτε θεσπιζειν και αδειν τα τη δικαιοσυνης κελευε λογια.
Αισχιν. - Κατοπτρον ειδους χαλκος εστ᾿, οινος δε νου.
Αναχαρσις. - Κιρναμενου κρατηρος εφεστιου, τον μεν πρωτον υγειας· τον δε δευτερον ηδονης· τον δε τριτον, υβρεως· τον δε τελευταιον, μανιας.
Πλατων. - Μεθυων κυβερνητης, και πας παντος αρχων, ανατρεπει παντα, ειτε πλοιον, ειτε αρμα, ειτε στρατοπεδον, ειτε ο τι ποτε ειη το κυβερνωμενον υπ᾿ αυτου.
Σοφοκλεους. - Σοφοκλης εμεμφετο Αισχυλω, οτι μεθυων εγραφε. Και γαρ ει τα δεοντα ποιει, φησιν, αλλ᾿ ουκ ειδως γε.
Επικτητ. - Η αμπελος τρεις βοτρυας φερει, τον μεν πρωτον ηδονης· τον δε δευτερον μεθης· τον τριτον υβρεως
Εν οινω μη πολυλογει, εοιδεικνυμενος παιδειαν· χολερα γαρ αποφθεγξη.
Μεθυσος εστιν ο τριων πινων πλεον,
Καν μη μεθυση, υπερεβης το μετρον.

ΛΟΓΟΣ ΛΑ´.
Περι παρρησιας και του ελεγχου.

(≡15Ε_264≡> Ιωαν. ζ´. - Ουδεις εν κρυπτω τι ποιει, και ζητει αυτος εν παρρησια ειναι.
Εαν η καρδια ημων μη καταγινωσκει ημων, παρρησιαν εχομεν προς τον Θεον· και ο μεν αιτουμεν, λαμβανομεν, παρ᾿ αυτου, οτι τας εντολας αυτου τηρωμεν, και τα αρεστα ενωπιον αυτου πιωμεν.
Σιραχ η´. - Μη εκκαιης, ανθρακας αμαρτωλους ελεγχων, μη εμπρησθης εν φλογι πυρος αμαρτιων αυτων.
Παροιμ. ιζ΄ . - Εξουσιαν διδωσι λογοις, αρχη δικαιοσυνης.
Βασιλειου. - Εοικεν ο μεν ελγχος τελος εχειν την διορθωσιν τυ αμαρτανοντος· ο δε ονειδισμος, επι ασχημοσυνη του επταικοτος γινεται.
Ο εφησυχαζων, και μη ελεγχων την αμαρτιαν του αδελφου, ασπλαγχνος εστιν, ωσπερ ο τον ιον εναφεις τω δηχθεντι υπο του ιοβολου.
Θεολογου. - Πολλω βελτιον βραχεα λυπησαντα μεγιστα ωφελησαι, η το προς ηδονην διωκοντα ζημιωσαι τω κεφαλαιω.
Μειζον γαρ αγαθον το ελεγχθηναι, του ελεγξαι (=888=) νομιζω· οσω μειζον εστιν, το αυτον απαλλαγηναι κακου, του αλλον απαλλαξαι.
Χρυσοστ. - Το μεν απλως παρρησιαζεσθαι, και των τυχοντων πολλακις· το δε εις το δεον και καιρω τω προσηκοντι, και μετα της αρμοττουσης συμμετριας και συνεσεως τω πραγματι χρησασθαι, μεγαλης λιαν και θαυμαστης δειται ψυχης.
(≡15Ε_266≡> Εννομος ζωη, παρρησιας δημιουργος.
Μεγιστη παρρησια, το μη νομιζειν εχειν παρρησιαν· ωσπερ ουν αισχυνη μεγιστη, το δικαιουν εαυτον ενωπιον Κυριου· και μαρτυς των λεγομενων, ο Φαρισαιος και ο Τελωνης.
Φωκιων. - Φωκιωνος ποτε του Αθηναιου δημηγορουντος, ου τα προς χαριν, αλλα τα προς ωφελειαν τοις Αθηναιοις· Δαμαδου δε του ρητορος ειρηκοτος αυτω, Αποκτενουσι σε, ω Φωκιων, ο Δημος, ην μανωσι· Συ δε, ειπεν, αν σωφρονωσιν.
Πλουτ. - Ουτε εκ του κοσμου τον ηλιον, ουτε εκ της ομιλιας την παρρησιαν.
Ξεοχαρ. - Ξενοχαρις ο φιλοσοφος, ερωτηθεις υπο τινος περι τινων αισχρων, και μη αποκρινομενος· εκεινου δε ειποντος, Τι σιωπας; Περι τοιουτων, εφη, σοι μεν ερωταν, εμοι δε μη αποκρινασθαι πρεπει.
Ισοκρατ. - Διδου παρρησιαν τοις ευ φρονουσιν, ινα περι ων αμφιγνοιης, εχης τους συνδοκιμασοντας.
Δημοκριτ. - Δημοκριτου πρεσβευοντος ποτε υπερ Αθημαιων προς Φιλιππον, και παρρησια διαλεγομενου· ο Φιλιππος, Ου φοβου μη την κεφαλην σου, εφη, προσταξω αφαιρεθηναι; Ου, φησιν· εαν γαρ συ μου ταυτην αφελης, η πατρις μοι αυτην αθανατον αναθησει.
Πυθαγ. - Φησαντος τινος, Λιαν μοι επισκωπτεις, εφη; Και γαρ τοις σπληνικοις τα μεν δριμαια και πικρα, ωφελιμα· τα δε γλυκαια, βλαβερα.
Εκ των Επικτ. και Ισοκρ. - Ουτε μαχαιραν αμβλειαν· ουτε παρρησιαν ατακτον εχειν δει.
Εκ των Αριστονυμου. - Ωσπερ το μελι τα ηλκωμενα δακνει· τοις δε κατα φυσιν ηδυ εστιν· ουτω και οι εκ φιλοσοφιας λογοι.
Ομοιον αψινθιου δριμυ, και λογου την παρρησιαν εκκοψαι, ομοιον.
Ερμου και Ισιδωρ. - Ελεγχος επιγνωσθεις, ω μεγιστε (≡15Ε_268≡> Βασιλευ, εις επιθυμιαν φερει τον ελεγχθεντα, ων προτερον ουκ ηδει.
Σωκρατ. - Της παρρησιας ωσπερ οπωρας εν καιρω η χαρις ηδεια.
(=889=) Ευσεβιου. - Εχθρος τα αληθη ειπων, του προσποιουμενου φιλου προς χαριν, εστι παντως αιρετωτερος.

ΛΟΓΟΣ ΛΒ´.
Περι φιλοπονιας.

(≡15Ε_270≡> Ιωαν. ε´. - Ο Πατηρ μου εως αρτι εργαζεται, καγω εργαζομαι.
Πραξ. κ´. - Αυτοι γινωσκετε, οτι ταις χρειαις μου και τοις ουσι μετ᾿ εμου, υπηρετησαν αι χειρες αυται. Παντα υπεδειξα υμιν, οτι ουτω κοπιωντας δει αντιλαμβανεσθαι των ασθενουντων.
Σολ. γ΄ .- Αγθων πονων, καρπος ευκλεης.
Σιραχ να´. - Εργαζεσθε το εργον ημων προ καιρου, και δωσει τον μισθον υμων εν καιρω αυτου.
Βασιλ. - Το γαρ πονω κτηθεν περιχαρως υπεδεχθη, και φιλοπονως διεφυλαχθη. Ων μεντοι προχειρος ο πορισμος, τουτων η κτησις ευκαταφρονητος.
Τι των αγαθων ευκολον; Τις καθευδων τροπαιον εστησε; Τις τρυφων και καταυλουμενος τοις της ευσεβειας στεφανοις κατεκοσμηθη; Ουδεις μη δραμων ανειλετο βραβειον. Πονοι γεννωσι δοξαν, καματοι προξενουσι στεφανους.
Θεολ. - Γενναιοτερον εκ του παθειν το φιλοσοφον, ωσπερ ψυχρω σιδηρος, ουτω τοις κινδυνοις στομουμενον.
Χρυσοστ. - Πανταχου δια δισκολιας και πονων τοις ανθρωποις πεφυκε τα χρησιμα παραγινεσθαι.
Φιλωνος. - Ο μεν τον πονον φευγων, φευγει τα αγαθα· ο δε τλητικως και ανδρειως υπομενων τα δυσκαρτερητα, σπευδει προς μακαριοτητα.
(≡15Ε_272≡> Ισοκρ. - Γυμναζε σαυτον πονοις εκουσιοις, ινα δοξης και τους ακουσιους υπομενειν.
Καρκιν. -
Ουδεις επαινον ηδοναις εκτησατο·
Ουδεις ραθυμος ευκλεης ανηρ·
Αλλ᾿ οι πονοι τικτουσι την ευανδριαν.
Φιλισκ. - Ουκ εστιν, ω ματαιε, συν ραθυμια τα των πονουντων μη πονησαντας λαβειν.
Ευαγριου. - Ατοπον εστιν διωκοντα τας τιμας, φευγειν τους πονους, δι᾿ ων αι τιμαι.
Πλουτ. - Ωσπερ οργανον ανεσιν και επιτασιν λαμβανον ηδυ γινεται, ουτω και βιος.
Νικιου. - Ουτος φιλοπονος ην, ωστε πολλακις ερωταν τους οικετας ει λελουται, η ει ηριστηκεν.
Αρχιμηδ. - Αρχιμηδην τη σανιδι προσκειμενον αποσπωντες βια οι θεραποντες, ειληφον· ο δε, και επι του σωματος αληλιμμενου διεγραφε τα σχηματα.
(=892=) Δημοσθ. - Ερωτηθεις υπο τινος, Πως της ρητορικης περιεγενετο, εφη, Πλεον ελαιον οινου δαπανησας.
Εκ των Δημοκριτ. και Ισοκρατ΄ . - Γυμναζε τοις μεν πονοις, το σωμα, την δε ψυχην γενναιως υπομενειν τους κινδυνους.
Ο αυτος ερωτηθεις υπο τινος, τινι οι φιλοπονοι των ραθυμων διαφερουσιν, ειπεν, ως οι ευσεβεις των ασεβων, ελπισιν αγαθαις.
Ο αυτος ιδων νεανιαν φιλοπονουντα, εφη, Καλλιστον οψον τω γηρατι αρτυεις.
Δημοκριτ. - Οι εκουσιοι πονοι, την των ακουσιων υπομονην ελαφροτεραν παρασκευαζουσιν.

ΛΟΓΟΣ ΛΓ´.
Περι ορκου.

(≡15Ε_274≡> Ματθ. ε´. - Λεγω υμιν μη ομοσαι ολως, μητε εν τω ουρανω, οτι θρονος εστι του Θεου, μητε εν τη γη, οτι υποποδιον εστι των ποδων αυτου.
Ιακ. ε´. - Προ παντων δε, αδελφοι μου, μη ομνυετε· μητε τον ουρανον μητε την γην, μητε αλλον τινα ορκον· εστω δε υμων το, Ναι, ναι, και το, Ου, ου.
Σολομ. ιδ´. - Αδικως ωμοσαν εν δολω καταφρονησαντες οσιοτητος. Ου γαρ η των ομνυομενων δυναμις, αλλ᾿ η των αμαρτανοντων δικη, επεξερχεται αει την των αδικων παραβασιν.
Σιραχ κγ´. - Ωσπερ οικετης εξεταζομενος ενδελεχως, απο μωλωπος ουκ ελαττωθησεται· ουτως ο ομνυων και ονομαζων Θεον διαπαντος ανθρωπος, απο αμαρτιας ου καθαρισθησεται.
Σιραχ κγ´. - Ανηρ πολυορκος πλησθησεται ανομιας, και ουκ αποστησεται απο του οικου αυτου μαστιξ.
Πιστουμενος το ψευδος δια των ορκων, κακον εμπορευμα της απανθρωπιας την επιορκιαν προσκταται.
Βασιλ. - Αισχρον γαρ παντελως και ανοητον εαυτου κατηγορειν, ως αναξιου πιστεως, και την των ορκων ασφαλειαν επιφερεσθαι.
(=893=) Θεολ. -- Ο μεν γαρ ευορκων, τυχον αν ποτε και παρασφαλειη· ο δε μη ομνυων, τον της επιορκιας κινδυνον διαπεφευγε.
Ο νομος φησιν, Ουκ επιορκησης· συ δε Ουδε ομη την (≡15Ε_276≡> αρχην, ου μικρον ου μειζον· ως του ορκου την επιορκιαν τικτοντος.
Χρυσοστ. - Οι συκοφανται το ψευδος πιπρασκουσιν· αλληλους ψευδομενοι τους ορκους ανηλωσαν, εις το ομνυειν, και μονον, τον Θεον επισταμενοι.
Σωκρατης. - Δει γαρ τους αγαθους ανδρας, τροπον ορκου πιστοτερον φαινεσθαι παρεχομενους.
Ορκον επακτον προσδεχου δια δυο προφασεις· η σεαυτον αιτιας απολυων, η φιλους εκ μεγαλων κινδυνων διασωζων.
Ενεκεν χρηματων μηδαμως Θεον ομοσης· μηδ᾿ αν ευορκειν μελλεις· δοξεις γαρ, τοις μεν επιορκειν, τοις δε φιλοχρηματως εχειν.
Αμφιδος.
Οστις γαρ ομνυοντι μηδεν πειθεται,
Αυτος επιορκειν ραδιως επισταται.
Οι πολλοι τοις ανθρωποις το ευορκους ειναι παραινουσιν· εγω δε και την αρχην μηδ᾿ ευπετως ομνυναι οσιον αποφαινομαι.
Ευσεβιου. - Τροπου καλοκαγαθιαν, ορκου δει. Πιστοτεραν εχειν.

ΛΟΓΟΣ ΛΔ´.
Περι κενοδοξιας·

(≡15Ε_278≡> Ιωαν. ι´. - Δοξαν παρ᾿ αλληλων λαμβανοντες, την δοξαν την παρα μονου Θεου ου ζητειτε.
Γαλ. ε΄ . - Μη γενωμεθα κενοδοξοι, αλληλους προκαλουμενοι.
Παροιμ. ιβ´. - Κρεισσων ανηρ εν ατιμια δουλευων εαυτω, η ο τιμην εαυτω περιθεις και προσδεομενος αρτου.
Σιραχ α΄ . - Μη εξυψου σεαυτον, ινα μη πεσης, και επαγης τη ψυχη σου ατιμιαν.
Σιραχ ι´. - Μισητη εναντιον Κυριου και ανθρωπων η κενοδοξια.
Κενοδοξοι εισιν οι πλουτιζοντες εαυτους, μηδεν εχοντες.
Βασιλ. - Κενοδοξος εστιν, ο ψιλης ενεκεν της εν κοσμω δοξης ποιων τι η λεγων.
Τω οντι θεραπευομενα τα υπερηφανα ηθη, εαυτων υπεροπτικωτερα πεφυκε γινεσθαι.
Ομοιως γαρ εστι χαλεπον εν τε δυσκολιαις πραγματων αταπεινωτον την ψυχην διασωσασθαι, και εν ταις υπερηφανειαις μη επαρθηναι.
Θεολ. - Μεγα τοις ανθρωποις η κενοδοξια προς αρετην εμποδιον.
(=896=) Το οιεσθαι, του ειναι το πλειστον αφαιρειται.
῾Ραστον εαυτον απαταν και οιεσθαι ειναι τι, ουδεν οντα, υπο της κενης δοξης φυσωμενον.
(≡15Ε_280≡> Αισχρον μικρων κρατουντα, φυσασθαι μεγα.
Μη φρονει των κακων φαινεσθαι κρειττων·
Λυπου δε των αγαθων ηττωμενος.
Χρυσοστ. - Εικοτως αρα ειρηται παρα των παλαιων κενοδοξια. Διακενος γαρ εστιν, ενδον ουδεν εχουσα τι χρησιμον· αλλ᾿ ωσπερ τα προσωπεια, δοκει μεν ειναι λαμπρα και επεραστα, κενα δε ενδοθεν εστι· Διο και των σωματικων οψεων ευπρεπεστερα οντα, ουδενα ουδεποτε προς τον ερωτα ιδειν επεισε τον εαυτων· ουτω, μαλλον δε αθλιωτερον, και η παρα των πολλων δοξα.
Γρηγ. Νυσ. - το επι πλουτω κομπαζειν, η γενεσει σεμνυνεσθαι, η προς δοξαν οραν, η δοκειν υπερ τον πελας ειναι, δι᾿ ων αι ανθρωπιναι πληρουνται τιμαι, ταυτα παντα καθαιρεσις της ανθρωπινης τιμης και ονειδος γινεται.
Φιλων. - Των πολιτικων εαν τας υλας αφελης, κενον τυφον ευρησεις νουν ουκ εχοντα.
Ευαγρ. - Χαλεπον διαφυγειν τον της κενοδοξιας δαιμονα· ο γαρ ποιησης καθαιρησων αυτην, τουτο αρχη σοι κενοδοξιας γενησεται.
Ιωαν. Κλιμ. - Βδελυττεται ηλιον κλεπτης· υπερηφανος δε, πραεις εξουδενωσει.
Σωκρατ. - Τους μεν κενους ασκους, το πνευμα διιστησι· τους δε ανοητους ανθρωπους το οιημα.
Διογενης. - Ο τυφος ωσπερ ποιμην, ου θελει τους πολλους αγει.

Αλεξανδρ. - Αλεξανδρος νοσησας μακραν νοσον, ως ανερρωσεν, ουδεν, εφη, διατιθεναι χειρον· υπεμνησε γαρ ημας η νοσος, μη μεγα φρονειν θνητους οντας.
Φιλιστιων.
Εαν ιδης πονηρον εις υψος αιρομενον,
Λαμπρω τε πλουτω και τυχη γαυρουμενον,
(≡15Ε_282≡> Οφρυν τε μειζω της τυχης καθηρκοτα,
Τουτου ταχιον μεταβολην προσδοκα.
Επαιρεται γαρ μειζον, ινα και μειζον πεση.
Μενανδρου. - Ω τρισαθλιοι απαντες οι φυσωντες εφ᾿ εαυτους μεγαλα· αυτοι γαρ ουκ ισασιν ανθρωπου φυσιν.
Αριστοτ. - Αριστοτελης θεασαμενος νεανισκον κατωφρυωμενον, Νεανισκε, εφη, οιος μεν δοκεις αυτος ειναι, εγω γενοιμην· οιος δε τη αληθεια υπαρχεις, τοιουτοι μου οι εχθροι γενοιντο.
Ο αυτος κατανοησας μειρακιον επι πολυτελεια της χλαμυδος σεμνυνομενον, Ου παυση , εφη μειρακιον επι προβατου σεμνυνομενος αρετη.
(=897=) Ηρακλ. - Ηρακλειτος ο φυσικος, οιησιν ελεγεν εγκοπην προκοπης.

ΛΟΓΟΣ ΛΕ´.
Περι αληθειας και ψευδους.

(≡15Ε_284≡> Ιωαν. γ´. - Ο ποιων την αληθειαν, ερχεται προς το φως, ινα φανερωθη τα εργα αυτου, οτι εν Θεω εισιν ειργασμενα.
Εφ. δ´. - Αποθεμενοι ψευδος, λαλειτε αληθειαν εκαστος μετα του πλησιον αυτου, οτι εσμεν αλληλων μελη.
Παροιμ. ι´. - Ος ερειδεται επι ψευδεσιν, ουτος ποιμανει ανεμους· ο δ᾿ αυτος διωξεται ορνεα πτερωτα.
Σιραχ κζ´. - Πετεινα προς τα ομοια αυτοις καταλυει. Και αληθεια εις τους εργαζομενους αυτην επανηξει.
Σιραχ κζ΄ . - Πετεινα προς τα ομοια αυτοις καταλυει. Και αληθεια εις τους εργαζομενους ορνεα πτερωτα.
Βασιλειου. - Ουτε εν δικαστηριοις, ουτε εν ταις αλλαις πραξεσιν, επιτηδειον το ψευδος, τοις την ορθην οδον και αληθη προελομενοις του βιου.
Του Θεολογου. - Το μεν αληθες εν, το δε ψευδος, πολυσχιδες.
Χρυσοστ. - Ουδεμιας δειται βοηθειας η της αληθειας ισχυς· αλλα καν μυριους εχη τους σβεννυντας αυτην, ου μονον αφανιζεται, αλλα και (=900=) δι᾿ αυτων των επηρεαζειν επιχειρουντων, φαιδροτερα και υψηλοτερα αν ειη, των εικη κοπτοντων εαυτους καγελωσα.
Ευαγριου. - Το σιγαν την αληθειαν, χρυσον εστι θαπτειν.
Ισιδωρου Πηλουσ. - Το ψευδες εν πρωτοις λεχθεν πλειονα πιστιν εχει παρα την εν δευτερω λογω δεικνυμενην αληθειαν.
(≡15Ε_286≡> Σευηριανου. - Το ψευδος οταν θελη πιστευθηναι, εαν μη πηξη θεμελιον δοκουσης αληθειας, ου πιστευεται.
Θαλης. - Θαλης ο Μελησιος ερωτηθεις υπο τινος, Ποσον απεχει το ψευδος του αληθους, Οσον, εφη, οφθαλμοι των ωτων.
Πλουταρχου. - Το μεν ισον ζυγω· το δε αληθες, τω εκ φιλοσοφιας λογω κρινεται.
Οδου και αληθειας χαλεπον αποπλανηθηναι.
Χαρικλ. - Καλον γαρ ποτε και το ψευδος, οταν ωφελουν τους λεγοντας, μηδεν καταβλαπτει τους ακουοντας.
Γηρινου. - Καθαπερ το του ηλιου φως ουκ εστι θεασασθαι ασθενει και αδυνατω τη οψει, ουτω, και ετι μαλλον την αληθειαν ουκ εστιν ιδειν ασθενει και αδυνατω τη διανοια.
Εκ των Επικτητου και Ισοκρατους. - Μηδεν της αληθειας τιμιωτερον εστω· μηδε φιλιας εκλογη εκτος παθων διακειμενη, οις το δικαιον συγχεεται και σκοτιζεται.
Αισωπ. - Αισωπος ερωτηθεις, Τι οφελος τοις ψευδομενοις εκ του ψευδους, εφη, Το καν αληθη λεγουσι μη πιστευεσθαι.
Πλατων. - Πλατων μεν ηδιστον ειναι των ακουσματων την αληθειαν ελεγε· Πολεμων δε πολυ ηδιον του ακουειν το λεγειν ειναι τ᾿ αληθη.
Μενανδρου. - Κρεισσον ελεσθαι ψευδος, η αληθες κακον.

ΛΟΓΟΣ Λστ´.
Περι θανατου.

(≡15Ε_288≡> Ιωαν. ια´. - Ο πιστευων εις εμε, καν αποθανη, ζησεται· και πας ο ζων και πιστευων εις εμε, ουκ αποθανη εις τον αιωνα.
Α´. Θεσ. δ´. - Ου θελω υμας αγνοειν, αδελφοι, περι των κεκοιμημενων, ινα μη λυπεισθε, καθως και οι λοιποι οι μη εχοντες ελπιδα.
Σολομ. δ´. - Τελειωθεις εν ολιγω, επληρωσε (901) χρονους μακρους· αρεστη γαρ εν Κυριω η ψυχη αυτου, δια τουτο εσπευσεν εκ μεσου πονηριας.
Σιρααχ λ΄ . - Κρεισσων θανατος υπερ ζωην πικραν, η αρρωστημα εμμονον.
Σιραχ λη´. - Τεκνον, επι νεκρω καταγαγε δακρυα, και ποιησον πενθος κατα την ταξιν αυτου ημεραν μιαν και δυο, χαριν διαβολης, και παρακληθητι λυπης ενεκα. Γνωθι γαρ οτι ουκ εστιν επανοδος, και τουτον γαρ ουκ ωφελησεις, και σαυτον κακωκεις. Απο γαρ λυπης εκβαινει θανατος.
Βασιλειου. - Ωσπερ γαρ οι εν τοις πλοιοις καθευδοντες, αυτοματως υπο του πνευματος αγονται, καν αυτοι μη αισθανωνται· αλλ᾿ ο δρομος αυτους προς το τελος επειγει· ουτω και υμεις του χρονου της ζωης ημων παραρρεοντος, οιονει τινι κινησει συνεχει, και απαυστω, προς το οικειον εκαστος περας τω λανθανοντι δρομω της ζωης ημων κατεπειγομεθα.
Ο μεν εν τω βιω τυγχανων, ουπω μακαριστος δια το αδηλον της εκβασεως· ο δε συμπληρωσας τα επιβαλλοντα, και αναντιρρητω τελει την ζωην κατακλεισας, ουτος ηδη ασφαλως μακαριζεται
(≡15Ε_290≡> Ουδεις μετα το λυθηναι την πανηγυριν πραγματευεται, ουδε μετα τους αγωνας παρελθων στεφανουνται· ουδε μετα τους πολεμους ανδραγαθει.
Θεολογου.
Παντι βροτω θνησκοντι πασα γη ταφος.
Παν γαρ το εκ γης γη τε και εις γην παλιν.
Χρυσοστ. - Ει πολιν εκ πολεως αμειβουντες, του χειραγωγουντος δεομεθα· πολλω μαλλον η ψυχη, της σαρκος απαρασα, και προς την μελλουσαν μεθισταμενη ζωην, των οδηγησοντων δεησεται.
Καθαπερ σωμα ψυχορραγουν και εγγυς ων τελευτης, μυριας απισταται κακωσεις· και οικιας μελλουσης καταπιπτειν, πολλα προπιπτειν ειωθεν, και απο της οροφης, και απο των τοιχων· ουτω και της οικουμενης εγγυς και εν θυραις εστιν η συντελεια, και δια τουτο τα μυρια διεσπαρται πανταχου κακα.
Αριστοτ. - Εκ του βιου κρατιστον εστιν υπεξελθειν ως εκ συμποσιου, μητε διψωντα, μητε μεθυοντα.
Ο εν νοσω διαθηκας γραφων, παραπλησια πασχει, τοις χειμωνι θαλαττιω ευτρεπιζειν αρχομενοις τα της νηος οπλα
Σωκρατ. - Αιρου καλως τεθναναι μαλλον, η ζην αισχρως.
(=904=) Κληταρχου. - Κρειττον αποθανειν, η δι᾿ ακρασιας ψυχην αμαυρωσαι.
Μοσχιωνος. - Ταις νοσοις ο θανατος αλληλαις επικαταλαμβανουσαις, ουδ᾿ αυτος παρειναι αναβαλλεται.
Εκ των Φαβωριν. - Αριστειδης ο δικαιος ερωτηθεις, Ποσον εστι χρονον ανθρωπον καλον ζην, εφη, Εως αν υπολαβη το τεθναναι του ζην κρειττον ειναι.
Αμασις. - Αμασις ο των Αιγυπτιων βασιλευς, φιλω αποβαλοντι (≡15Ε_292≡> υιον, γραφων παραμυθητικον, ειπεν, Ει οτε ουδεπω ην ουκ ελυπου, μηδε νυν οτι ουκ ετι εστι λυπηθης.
Διογενης. - Διογενης ο Κυνικος οδυρομενου τινος επειδη επι ξενης ημελλε τελευταν, ειπε , Τι οδυρη, ω ματαιε, πανταχοθεν γαρ οδος η αυτη εις αδου.
Εχρην μεν ημας συλλογον ποιουμενους, τον φυντα θρηνειν εις οσ᾿ ερχεται κακα· τον δ᾿ αυ θανοντα και πονων πεπαυμενον, χαιροντας, ευφημουντας, εκπεμπειν δομων.
Επικουρ. - Προς μεν τ᾿ αλλα δυνατον ασφαλειαν πορισασθαι· χαριν δε θανατου παντες ανθρωποι πολιν ατειχιστον οικουμεν.
Μουσωνιου. - Ουκ εστι την ενεστηκυιαν ημεραν καλως βιωναι, μη προθεμενον αυτην ως εσχατην βιωσαι.
Πολυαινου. - Επι τοις αποθνησκουσι μη λυπου· αναγκαιον γαρ· αλλ᾿ επι τοις αισχρως τελευτωσιν.
Δημοκριτ. - Ουτος νοσησας και ληθαργω περιπεσων, ως ανενηψεν, Ουδεν με, εφη, εξαπατησει η φιλοζωια· και εξηγαγεν εαυτον του βιου.
Μενανδρου.
Τρισαθλιον γε και ταλαιπωρον φυσει.
Πολλων τε μεστον εστι το ζην φροντιδων.
Ψυχην σωματος αναγκαιοτερον ιασθαι. Του γαρ κακως ζην, το τεθναναι κρεισσον.
Σοφοκλ.
Τυμβω γαρ ουδεις πιστος ανθρωπων φιλος.
Φευ του θανοντος, ως ταχεια τοις βροτοις
Χαρις διαρρει, και προδουσ᾿ αλισκεται.
Βιας. - Βιας επικαλουμενου τινος τον θανατον επι τεκνων απωλεια, εφη, Τι καλον καλεις, ανθρωπε; ουκ αν μη καλεσης ηξει;
(≡15Ε_294≡> Ουτος θεασαμενος μαχαιραν ερριμμενην, εφη, Τις σε απωλεσεν, η τινα συ.
Ο αυτος ερωτηθεις, Ποιος των θανατων κακος, εφη, Ο απο των νομων επαγομενος.
Σωκρατης. - Σωκρατης καταδικασθεις υπο των Αθηναιων κατακριμνησθηναι, της γυναικος Ξανθιππης κλαιουσης και λεγουσης, Ω Σωκρατες, ως αδικως αποθνησκεις, ειπε, Συ ουν εβουλου με δικαιως αποθανειν;
Ο αυτος ειποντος αυτω τινος, Οι Αθηναιοι σου θανατον εψηφισαντο, εφη, Προ αυτων δε η φυσις.
(=905=) Ο αυτος ερωτηθεις, Τινα εστιν εν αδου; ειπεν· Ουτε εγω πεπορευμαι, ουτε των εκεισε τινι συντετυχηκα.
Σεξτου. - Οικειων, ζωντων μεν, ποιου επιμελειαν· απογενομενων δε, δει τα σωματα τη γη συμμεμιχθαι· τουτο γαρ και οσιον· ου γαρ συνθαπτεται ψυχη τω σωματι. Ματην ουν ο πολυς πονος περι τας ταφας.
Αναξαγ. - Δυο διδασκαλιας ειναι οιμαι θανατου, τον τε προ του γενεσθαι χρονον, και τον υπνον.
Εκ των Φιλιστιωνος γνωμων. - Καυσιανοι τους μεν γεννωμενους θρηνουσι, τους δε τελευτησαντας μακαριζουσι.

ΛΟΓΟΣ ΛΖ´.
Περι ειρηνης και πολεμου.

(≡15Ε_296≡> Λουκ. ι´. - Εις ην δ᾿ αν οικειαν εισερχησθε, πρωτον λεγετε· Ειρηνη τω οικω τουτω· και εαν η εκει υιος ειρηνης, επαναπαυσεται επ᾿ αυτον η ειρηνη υμων.
β´Κορ. ιγ´. - Ειρηνευετε, αδελφοι, και ο Θεος της ειρηνης και της αγαπης εσται μεθ᾿ υμων.
Παροιμ. ιζ´. - Κρεισσον ψωμος μεθ᾿ ηδονης εν ειρηνη, η οικος πολλων αγαθων μετα μαχης.
Σιρ. κε´. - Εν τρισιν ωραισθην και ανεστην ωραια εναντιον Κυριου και ανθρωπων· ομονοια αδελφων, και ειρηνη του πλησιον, και γυνη και ανηρ εαυτοις συμπεριφερομενοι.
Βασιλειου. - Οσον εστι το της ειρηνης αγαθον, τι χρη λεγειν προς ανδρας υιους της ειρηνης; Ουδεν γαρ ουτως ιδιον Χριστιανου, ως το ειρηνοποιειν· διοτι και τον επ᾿ αυτω μισθον μεγιστον ημιν ο Κυριος επηγγειλατο.
Θεολογου. - Κρεισσων επαινετος πολεμος, ειρηνης χωριζουσης Θεου.
Χρυσοστ. - Ο επαυξαμενος ειρηνην απασι, τον πολεμον των παθων εξεβαλε, και λιμενος ευδιωτεραν την ψυχην κατεσκευασεν.
Νυσσης. - Ωσπερ γαρ υγειας επιλαβουσης νοσος εξαφανιζεται, και φωτος φανεντος ουχ υπολειπεται σκοτος· ουτως και της ειρηνης επιφανεισης, λυεται παντα τα εκ του εναντιου συνισταμενα παθη.
Δημοσθ. - Δει τους ορθως πολεμω χρωμενους, ουκ ακολουθειν τοις πραγμασιν, αλλ᾿ αυτους εμπροσθεν ειναι των πραγματων.
(≡15Ε_298≡> Πολεμος ενδοξος, ειρηνης αισχρας αιρετωτερος.
Ηροδοτ. - Ουδεις γαρ ουτως ανοητος εστιν (η) οστις πολεμον προ ειρηνης αιρεεται.
Μενανδρου.
Ειρηνη γεωργον καν πετραις τρεφει καλως.
Πολεμος δε, ει καν πεδιω, κακως εφυ.
Αριστοφ.
Ειρηνη βαθυπλουτε και ζευγαριον βοϊκον!
Ει γαρ εμοι παυσαμενω του πολεμου γενοιτο
(=908=) Σκαψαντ᾿ αποκλασαι, και λουσαμενω διελκυσαι
Της τρυγος, αρτον λιπαρον και ραφανον φεροντι.
Ευριπιδ.
Σοφον γαρ ευβουλευμα τας πολλας χερας·
Νικα γαρ· συν οχλω δ᾿ αμαθια πλεον κακον.

ΛΟΓΟΣ ΛΗ´.
Περι ελπιδος.

(≡15Ε_300≡> Εμβλεψατε εις τα πετεινα του ουρανου, οτι ου σπειρουσιν, ουδε θεριζουσιν, ουδε συναγουσιν εις αποθηκας, και ο Πατηρ υμων ο ουρανιος τρεφει αυτα.
῾Ρωμ. η´. - Ελπις βλεπομενη, ουκ εστιν ελπις· ο γαρ βλεπει τις, ουκ ελπιζει. Ει δε ο ου βλεπομεν, ελπιζομεν, δι᾿ υπομονης απεκδεχομεθα.
Σολ. ιστ´. - Αχαριστου ελπις, ως χειμεριος παχνη τακησεται, και ρυησεται ως υδωρ αχρηστον.
Σολ. ε´. - Ελπις ασεβους, ως φερομενος χνους υπο ανεμου, και ως καπνος υπο ανεμου διαλυθεις, και ως μνεια καταλυτου μονοημερου διωδευθη.
Σιραχ β´. - Εμβλεψατε εις τας αρχαιας γενεας, και ιδετε, τις ηλπισεν επι Κυριον και κατησχυνθη, η τις ενεμεινεν εν τω φοβω αυτου, και υπερειδεν αυτον.
Βασιλειου. - Ο επ᾿ ανθρωπον ελπιζων, η επ᾿ αλλο τι των κατα τον βιον μετεωριζομενος, ου δυνατι ειπειν· Επι σε, Κυριε, ηλπισα, Παραγγελμα γαρ εστι μη ελπιζειν επ᾿ αρχοντας.
Επαινω τον ειποντα, τας ελπιδας ειναι γρηγορουντων ενυπνια.
Θεολογου. - Οταν μεγαλα ελπισαντες αθροως τοις ελπισθεισιν εντυχωμεν, ελαττω της δοξης οραται τα φαινομενα.
(≡15Ε_302≡> Μη σφοδρα θαρρειν, μηδ᾿ απελπιζειν αγαν.
Το μεν γαρ εκλυει· το δε ανατρεπει.
Α γαρ τις ως πεισομενος δεδοικε, ταυτα πεπονθε καν μη παθη.
Πολλοις προς ορμοις ευπλοουν εδυ σκαφος.
Πολλοι προσωρμισθησαν εκ τρικυμιας.
Μητε αθυμων απελπισης, ευημεριαν, μητε καλως πραττων αθυμιαν.
Εν εστιν εν τοις ουσι το μονιμον, η προς Θεον ελπις· τα δε αλλα παντα, ουχι εστι τη φυσει, αλλα νομιζεται.
Χρυσοστ. - Αμηχανον του τελους εκπεσειν, τον ολη διανοια επι τον Θεον ελπιζοντα, και τα παρ᾿ εαυτου παντα εισφεροντα.
Γρηγ. Νυσ. - Των προδοκωμενων αγαθων η θλιψις ανθος εστι. Δια ουν το καρπον, και το ανθος δρεψωμεθα.
Νειλου. - Το απροσδοκητον κακον θορυβει παντως επελθον· το δε προδοκηθεν ευτρεπη προς την πειραν ευρον τον λογισμον, κουφοτερον ποιει το δεινον.
(=909=) Προκοπιου σοφιστου. - Το ελπισθεν αγαθον εις τουναντιον περιπεσον, απαραμυθητον εχει το παθος.
Πλουταρχ. - Ουτε ναυν εξ ενος αγκυριου, ουτε βιον εκ μιας ελπιδος ορμιστεον.
Στασιμοι εισιν αι των πεπαιδευμενων ελπιδες, ως εν κιμενι τω λογισμω ορμουσαι.
Αι μεν της αρετης ελπιδες, ιδιαι εισι της ψυχης· αι δε της κακιας, νοθοι.
Ταυτον εστιν εξ ασθενους αγκυριου σκαφος ορμειν, και εκ φαυλης γνωμης ελπιδα.
Σωκρατ. - Αι πονηραι ελπιδες, ωσπερ οι κακοι οδηγοι, επι αμαρτηματα αγουσιν.
Ουτε γυνη χωρις ανδρος, ουτε ελπις αγαθη χωρις πονου γεννα τι χρησιμον.
(≡15Ε_304≡> Λευκιππ. - Τα γαρ ηδεα, καν μη παρη, τερπει ταις ελπισιν
Το γαρ ελπισθεν, απαξ εξηρηται της ψυχης· και το μηδαμοθεν ετι προσδοκωμενον, απαλλαγην παρασκευαζει τοις καμνουσιν.
Χαρικλ. - Η γαρ εις το μηπω λεχθεν επειξις του λογου, το ολοκληρον των ηδη λεχθεντων παραιρειται.
Λευκιππης. - Ο μεν γαρ του κινδυνου φοβος, εθορυβει τας της ψυχης ελπιδας· η δε ελπις του τυχειν, εκαλυπτεν ηδονη τον φοβον· ουτω και ελπιζον εφοβειτο, και εχαιρε το λυπουμενον.

ΛΟΓΟΣ ΛΘ´.
Περι γυναικων.

(≡15Ε_306≡> Ιωαν. δ´. - Λεγει αυτη ο Ιησους· Εγω ειμι ο λαλων σοι. Και επι τουτο ηλθον οι μαθηται αυτου, και εθαυμασαν οτι μετα γυναικος ελαλει.
Α´ Τιμ. β´. - Γυνη εν ησυχια μανθανετω εν παση υποταγη· γυναικι δε διδασκειν ουκ επιτρεπω, ουδε αυθεντειν ανδρος.
Παροιμ. ε´. - Μη προσεχε φαυλη γυναικι· μελι γαρ αποσταζει απο χειλεων γυναικος πορνης, η προς καιρον λιπαινει σοι φαρυγγα· υστερον μεντοι πικροτερον χολης ευρησεις.
Παροιμ. κε΄ . Ωσπερ σκωληξ εν ξυλω, ουτως ανδρα απολλυσι γυνη κακοποιος.
Παροιμ. κα´. - Κρεισσον οικειν εν ερημω, η μετα γυναικος μαχιμου και γλωσσωδους και οργιλου.
Σιρ. κε´. - Συνοικησαι λεοντι και δρακοντι ευδοκησαι, η συνοικησαι μετα γυναικος πονηρας.
(=912=) Βασιλ. - Αι πονηραι των γυναικων διαθεσεις, τας ασθενεις ψυχας των συνοικουντων καταβαπτιζουσιν.
Θεολογου. - Αι των γυναικων αφρονεσταται, απορουσαι καλλους οικειου, προς τα χρωματα φευγουσι· και εισιν, ως αν ειποιμι, κοσμιως θεατριζομεναι, δι᾿ ευσχημοσυνην ασχημονες, και δι᾿ αισχος αισχροτεραι.
Χρυσοστ. - Ο εχων γυναικα πονηραν, γινωσκετω οτι ηδη τους μισθους των ανομιων αυτου εκομισατο.
Δεινον πενιχροτεραν λαβειν γυναικα, δεινον ευπορωτεραν. Το μεν γαρ εις την ουσιαν εβλαψε, το δε, εις αυθεντιαν και ελευθεριαν, τον ανδρα.
(≡15Ε_308≡> Κλημεντ. - Ανυποπτον εις διαβολην δεικνυσι γυναικα, το μη καλλωπιζεσθαι, μηδε μην κοσμεισθαι, παρα του πρεποντος.
Σεξτου. - Επι γυναικι πονηρα καλον σφραγις.
Δημοκριτ. - Υπο γυναικος αρχεσθαι, υβρις αν ειη εσχατα.
Σολωνος. - Σολων ερωτηθεις υπο τινος, ει γημη, εφη· Εαν μεν αισχραν γημης, εξεις ποινην· ει δ᾿ ωραιαν, εξεις κοινην.
Διογενης. - Κοινολογουμενας γυναικας θεασαμενος, εφη, Ασπις παρ᾿ εχιδνης φαρμακον δανειζεται.
Πουλχερια. - Αυτη ερωτηθεισα υπο τινος εν συνοδω πλειονων γυναικων, διατι μονη των αλλων γυναικων ου φορει κοσμον, εφη· Αυταρκης κοσμος εστι γυναικι, η του ανδρος αρετη.
Πυθαγορ. - Το εις πυρ και γυναικα εμπεσειν, ισον υπαρχει.
Σεκουνδος. - Σεκουνδος ο σοφος ερωτηθεις, Τι εστι γυνη; ειπεν· Ανδρος ναυαγιον, οικου ζαλη, αμεριμνιας εμποδιον, βιου αλωσις, καθημερινη ζημια, αυθαιρετος μαχη, πολυτελης πολεμος, συνεσθιομενον θηριον, συγκαθημενη μεριμνα, συμπλεκομενη λεαινα, κεκοσμημενη σκυλλα, ζωον πονηρον, αναγκαιον κακον.
Ο αυτος εφη, Τριων κακων τετευγμαι· γραμματικης, πενιης, και ουλομενης γυναικος εκφυγειν ουκ ισχυσα.
Φιλοξενος. - Φιλοξενος ο ποιητης, (=913=) ειποντος τινος, Διατι Σοφοκλης χρηστας παρεισαγει τας γυναικας , αυτος δε φαυλας, ειπεν, Οτι Σοφοκλης μεν, οιας δει ειναι τας γυναικας λεγει· εγω δε, οιαι εισιν.

ΛΟΓΟΣ Μ´.
Περι αντιλογιας και θρασυτητος και εριδος.

(≡15Ε_310≡> Ματθ. ε´. - Ηκουσατε οτι ερρεθη, οφθαλμον αντι οφθαλμου, και οδοντα αντι οδοντος; Εγω δε λεγω υμιν· Μη αντιστηναι τω πονηρω· αλλ᾿ οστις σε ραπισει εις την δεξιαν σιαγονα, στρεψον αυτω και την αλλην.
῾Ρωμ. θ´. - Ω ανθρωπε, μενουν γε, συ τις ει ο ανταποκρινομενος τω Θεω; Μη ερει το πλασμα τω πλασαντι, Τι με εποιησας ουτως; η ουκ εχει εξουσιαν ο κεραμευς του πηλου εκ του αυτου φυραματος ποιησαι, ο μεν εις τιμην σκευος, ο δε εις ατιμιαν;
Παροιμ. κζ΄ . - Σιδηρος σιδηρον οξυνει·
Παροιμ. κε´. - Ανεμος Βορρας εξεγειρει νεφη· προσωπον δε αναιδες, γλωσσαν ερεθιζει.
Σιραχ δ´. - Μη γινου θρασυς εν τη γλωσση σου, και νωθρος και παρειμενος εν τοις εργοις σου.
Σιραχ κβ΄ . - Προ πυρος, ατμις καμινου και καπνος·ουτω προ αιματων, λοιδοριαι.
Ανθρωπος συνεθιζομενος λογοις ονειδισμου, εν πασαις ταις ημεραις αυτου μη παιδευθη.
Ερις κατασπευδομενη εκκαιει πυρ· και μαχη κατασπευδουσα εκχεει αιμα.
Βασιλ. - Η αντιλογια το αυτοκρατορικον και ανυποτακτον δεικνυσι, καν εν σχηματι ταπεινωσεως γινηται.
Θεολογου. - Φιλει γαρ τα γενναια φρονηματα προ το βια κρατου αυθαδιζεσθαι, και καθαπερ φλοξ υπ᾿ ανεμου (≡15Ε_312≡> ριπιζομενη, τοσουτω μαλλον αναπτεσθαι, οσωπερ αν σφοδροτερον καταπνεηται.
Χρυσοστ. - Μη προς τους παραινουντας σιγαν αντιτεινε λεγων, Ουκ ανεξομαι ινα μου καταγελασας ο δεινα απελθη. Ου γαρ δη τοτε σου καταγελα, αλλ᾿ οταν επεξελθης. Ει δε και τοτε γελασεται, ως ανοητος και τουτο πεισεται. Συ δε μη ζητει νικων την παρα των ανοητων μαρτυριαν, αλλ᾿ αποχρωσας (=916=) νομιζε την παρα των συνετων. Μαλλον δε προς τον Θεον αναβλεψον, κακεινος σε επαινεσει· τον δε παρ᾿ εκεινου θαυμαζομενον, ου δει την παρα των ανθρωπων τιμην ολως επιζητειν.
Γρηγ. Νυσσ. - Τα μεν γαρ λοιπα των αμαρτηματων, και χρονου και πραγματων και των εξωθεν συνεργιας προς το γενεσθαι δεονται· η δε του λογου φυσις, κατ᾿ εξουσιαν εχει το πλημμελειν.
Φιλωνος. - Αναισχυντια μεν ιδιον φαυλου· αιδως δε, σπουδαιου· το δε μητε αισχυνεσθαι μητε αναισχυντειν, του ακαταληπτως εχοντος και ασυνκαθετως.
Αναιδες βλεμμα και μετεωρος αυχην, και συνεχης κινησις οφρυων, και βαδισμα σεσοβημενον, και το επι μηδενι των φαυλων ερυθριαν, σημεια ψυχης εστιν αισχιστης, τους αφανεις των οικειων ονειδων τυπους εγγραφουσης τω φανερω σωματι.
Φιλιστιων.
Οστις γαρ αυτος αυτον ουκ αισχυνεται,
Συνειδως αυτω φαυλα διαπεπραγμενω,
Πως τον δε μηδεν ειδοτ᾿ αισχυνθησεται;
Αριστοτελ. - Το μη αισχυνεσθαι κακον οντα, κακιας υπερβολη.
Σωκρατης. - Γλωσση θρασεια μη χρησθαι· πολλακις γαρ το θρασος, και αυτην διωλεσε την κεφαλην.
Ευριπιδ. - Θρασει μεν ουδεις ουδεπω, πονω δε και γενναιοτητι και επιεικεια αρετην επεκτησατο.
(≡15Ε_314≡> Μενανδρου. - Ουκ εστιν ανοιας ουδεν ως εμοι δοκει, τολμηροτερον.
Μουσωνιου. - Αιδους παρα πασιν αξιος εση, εαν πρωτον αρξη σαυτον αιδεισθαι.
Θεοφραστ. - Αιδους παρα πασιν αξιος εση, εαν πρωτον αρξη σαυτον αιδεισθαι.
Κατωνος. - Ο αυτος ιδων μειρακιον ερυθριασαν, εφη. Θαρρει· τοιουτον γαρ εχει η αρετη το χρωμα.
Μαλιστα νομιζε δειν εκαστον αιδεισθαι εαυτον· μηδενα γαρ εαυτου μηδεποτε χωρις ειναι.

ΛΟΓΟΣ ΜΑ´.
Περι γηρως και νεοτητος.

(≡15Ε_316≡> Ιωαν. κα´. - Οτε ης νεωτερος, εζωννυες εαυτον και περιεπατεις οπου ηθελες· οταν δε γηρασης, εκτενεις τας χειρας σου, και αλλος δε ζωσει, και οισει οπου ου θελεις.
Εβραι. ιβ´. - Διο τας παρειμενας χειρας και παραλελυμενα γονατα ανορθωσατε· και τροχιας ορθας ποιησατε τοις ποσιν υμων.
Σιραχ στ΄ . - Μηκος βιου, οδοι δικαιοσυνης.
Εν πληθει πρεσβυτερων, στηθι· και ει τις σοφος, προσκολληθητι αυτω.
Σιραχ η´. - Μη ατιμασης ανδρα εν γηρει αυτου· και γαρ και εξ ημων γηρασκουσιν.
(=917=) Σιραχ κε΄ . - Ως ωραιον πολιαις κρισις, και πρεσβυτερος επιγνωναι βουλην.
Ως ωραια γεροντων σοφια, και δεδοξασμενοις διανοηματα βουλης!
Εμισησεν η ψυχη μου γεροντα μοιχον, ελαττουμενον συνεσει.
Βασιλ. - Πλεον τω οντι της εν θριξι λευκοτητος εις πρεσβυτερου συστασιν, το εν φρονησει πρεσβυτερικον.
Διαφερει του νηπιου καθ᾿ ηλικιαν ουδεν, ο εν ταις φρεσι μηπιαζων.
Θεολογου. - Αισχρον την μεν ηλικιαν παρακμασαι, μη παρακμασαι δε την ασελγειαν.
Παιδευεται τι και πολια, και ου παντη το γηρας, ως εοικεν, εις συνεσιν αξιοπιστον.
(≡15Ε_318≡> Χρυσοστομ. - Πολια ου τριχες λευκαι, αλλα ψυχης αρεται.
Μη τον νεον διαβαλλε· μηδε τον γεγηρακοτα επαινει· ουτε γαρ εν τη διαφορα της ηλικιας αρετη και κακια, αλλ᾿ εν τη διαφορα της γνωμης.
Γρηγ. Νυσσ. - Επι παντος ως επι πολυ πραγματος, επισφαλης συμβουλος η νεοτης· και ουκ αν τις ραδιως κατωρθωσε τι των σπουδης αξιων, ω μη και πολια συμπαρεληφθη προς κοινωνιαν του σκεμματος.
Φιλων. - Ο αληθεια πρεσβυτερος, ουκ εν μηκει χρονου, αλλ' επαινετω και τελειω βιω θεωρειται.
Ευαγριου. - Το εντιμον εν γηρα ειναι, αποδειξις του φιλοπονον προ γηρως γεγονεναι· το δε σπουδαιον εν νεω, εχεγγυον του εντιμον εν γηρα εσεσθαι.
Ανθει προς επιστημην ψυχη, οποτε ο του σωματος ακμαι χρονου μηκει περαινονται.
Νειλου. - Θριξ λελευκαμενη, την εντευθεν της ψυχης αποδημιαν βοα και διαμαρτυρεται.
Πλουταρχ. - Ο μεν χειμων, σκεπης· το δε γηρας, αλυπιας δειται.
Πλουταρχ. - Ηδυ εστιν ωσπερ φιλω σπουδαιω, ουτω και λογω καλω συγγηρασκειν.
Παρεκελευετο τοις νεοις τρια ταυτα εχειν, επι μεν της γνωμης, σωφροσυνην· επι δε της γλωττης, σιγην· επι δε του προσωπου, αιδω.
Εκ των Φαυωρινου. - Ερατοσθενης ο Κυρηναιος, της ηλικιας εφη, το μεν ακμαζον, εαρ ειναι· θερος δε και μετοπωρον, το μετα την ακμην· χειμωνα δε, το γηρας.
Σολωνος. - Γηρας, ελεγεν ορμον ειναι κακον· εις αυτο γαρ παντα καταφευγει.
Διογενης. - Ερομενου τινος αυτον, Τι νομιζεις το γηρας; απεκρινατο, Του ζην χειμωνα.
(≡15Ε_320≡> Διογενης. - Ιδων δε γραυν καλλωπιζομενην, ειπεν, (=920=) Ει μεν προς τους ζωντας, πεπλανησαι· ει δε προς τους νεκρους μη βραδυνε.
Αλεξανδρ. - Αλεξανδρος ιδων τινα των γεροντων βαπτομενον τας τριχας, ειπε. Μη τας τριχας βαπτου, αλλα τα γονατα.
Οργιας ερωτηθεις, ποια διαιτη χρωμενος, εις μακρον γηρας ηλθες; Ουδεν ουδεποτε, εφη, προς ηδονην ουτε φαγων ουτε δρασας.
Προκοπιος. - Βιου μηκος, προσδοκηθεν μεν, πολυ· παραδραμον δε, πεφυκεν ονειρου και σκιας αμυδροτερον ειναι.
Φιλημον.
Συρα, Συρα, τι εστι; πως ημιν εχεις;
Μηδεποτ᾿ ερωτα τουτ᾿ επαν γεροντ᾿ ιδης,
Η γραυν τινα· ισθι δ᾿ ευθυς οτι κακως εχει.
Ηρωδου.
Επην τον εξηκοστον ηλιον καμψης,
Ω Γρυλλε, Γρυλλε, θνησκε, τεφρα γινου.
Ως τυφλος ο υπερ κεινο του βιου καμπτηρ.
Φιλημον. - Εστι που συνεσις νεων, και γεροντων ασυνεσια· χρονος γαρ ου διδασκει φρονησιν, αλλα φυσις ορθη και διαιτα.
Δημοκριτ. - Γηρας και πενια, δυο τραυματα δυσθεραπευτα.
Παλαιος αινος, εργα μεν νεωτερων,
Βουλαι δ' εχουσιν των γεραιτερων κρατος.
Γηρας λεοντων κρεισσον ακματων νεβρων.
Ισχυς και ευμορφιη, νεοτητος αγαθον· γηρας δε, σωφροσυνης ανθος.

ΛΟΓΟΣ ΜΒ´.
Περι υπομονης και μακροθυμιας.

(≡15Ε_322≡> Λουκ. κα´. - Εν δε τη υπομονη κτησασθε τας ψυχας υμων.
Ιακ. ε´. - Αδελφοι, υποδειγμα λαβετε της κακοπαθειας και της μακροθυμιας τους προφητας, οι ελαλησαν τω ονοματι Κυριου. Ιδου μακαριζομεν τους υπομενοντας. Την υπομονην Ιωβ ηκουσατε, και το τελος Κυριου ιδετε.
Παροιμ. ιε΄ . - Μακροθυμος ανηρ, κατασβεσει κρισεις· ο δε ασεβης, εγειρει μαλλον.
Σιραχ β´. - Παν ο εαν επαχθη σοι, δεξαι, και εν αλλαγματι ταπεινωσεως σου, μακροθυμησον, οτι εν πυρι δοκιμαζεται χρυσος, και ανθρωποι δεκτοι εν καμινω ταπεινωσεως.
Σιραχ κβ´. - Υπομεινον εν καιρω θλιψεως, και διαμενε επι τον πλησιον, ινα εν τη κληρονομια αυτου συγκληρονομησης.
Βασιλειου. - Εστω σοι η εντολη του Θεου συνοικος (921) οιον τι φως και διαυγεια προς την των πραγματων διακρισιν αδιαλειπτως παρεχομενη· ητις πορρωθεν την της ψυχης σου επιστασιαν προκατασχουσα, και τας αληθεις περι εκαστου δοξας προευτρεπιζουσα, υπ᾿ ουδενος εασει σε των προσπιπτοντων αλλοιωθηναι· αλλα προευτρεπισμενον τη διανοια, ωσπερ τινα σκοπελον θαλασσης γειτονα, ασφαλως και ασειστως των τε βιαιων πνευματων και των κυματων τας προσβολας υπομενειν.
Θεολ. - Βελτιον του ταχους η μακροθυμια, και της αυθαδειας η συγκαταβασις.
Αγαθον χρηστοτητι νικαν θρασυτητα, και βελτιους ποιειν (≡15Ε_324≡> τους αδικουντας, οις καρτερουμεν πασχοντες.
Αλγουσιν και οι τω κοσμω προστετηκοτες, και πολλω πλεον τω Θεω δουλευοντων· αλλα μισθος αυτοις το αλγειν· ημιν δε και το πασχειν εμμισθον, οταν δια τον Θεον καρτερωμεν.
Μη γενωμεθα δουλοι κακοι, αγαθυνοντι μεν εξομολογουμενοι τω Δεσποτη· παιδευομενοι δε, μη προστιθεμενοι· καιτοι ποτε κρεισσον υγειας πονος, και υπομονη ανεσεως, και επισκεψις αμελειας.
Χρυσοστ. - Ουδεν ουτως αιδεσιμους ποιει, ως τους υβριζομενους φερειν.
Καθαπερ τοις μετανοουσιν η του Θεου μακροθυμια ωφελιμος, ουτως τοις ανενδοτοις και σκληροις μειζονων γινεται κολασεων προφασις.
Οταν τις επηρεαζη, μη προς αυτον ιδης, αλλα προς τον κινουντα δαιμονα· και την οργην απασαν κατ᾿ εκεινου κενωσον· αυτον δε και ελεει τον υπ᾿ εκεινου κινουμενον.
Ουδεν γαρ ουτω λαμπρους ποιει και ζηλωτους, και μυριων εμπιπλησι αγαθων, ως πειρασμων πληθος, και κινδυνοι και πονοι και αθυμιαι· και το διηνεκως επιβουλευεσθαι, και παρ᾿ ων ουδαμως εχρην, και παντα πραως φερειν.
Οπερ γαρ αν παθωμεν αδικως παρ᾿ οτοουν, η εις αμαρτηματων διαλυσιν ο Θεος ημιν λογιζεται την αδικιαν εκεινην, η εις μισθου αντιδοσιν.
Νειλου. - Το ολιγωρειν, και μη θελειν υπομενειν συμφορας, μεγαλης και ποικιλης αφροσυνης ιδιον.
Γλυκωνος. - Γνωσις θεου δια μακροθυμιας και πραοτητος εις ανδρα γνωριζεται.
Γρηγ. Νυσσ. - Η του λοιδορεισθαι και υβριζειν ακολουθια, δια μακροθυμιας ισταται της επι τα προσω φορας· ως ει γε τις υβρει την υβριν και λοιδορια την λοιδοριαν αμυνοιτο, πλεονασει παντως, τρεφων δια των ομοιων το ατοπον.
(≡15Ε_326≡> (=924=) Το πιστον και αναμφιβολον της ελπιζομενης χαριτος, απολαυσις τοις δι᾿ υπομονης απεκδεχομενοις γινεται.
Δημοκριτ. - Ει μεν ην μαθειν α δει παθειν, και μη παθειν, καλον το μαθειν· ει δε παθειν, τι δει μαθειν; παθειν γαρ χρη.
Σολων. - Σολων, προσπτυσαντος αυτω τινος, ηνεσχετο· μεμψαμενου δε αυτω ετερου επι τουτω, Ειτα οι μεν αλιεις, ειπεν, υπομενουσι ραινεσθαι τη θαλασση, ινα κωβιον θηρασωσιν· εγω δε μη ανασχωμαι το αυτο παθειν ινα ανθρωπον αλιευσω;
Μητροδωρου. - Μη ζητει γινεσθαι τα γινομενα ως θελεις, αλλα θελε ως αν τα γινομενα γινηται.

ΛΟΓΟΣ ΜΓ´.
Περι επαινου.

(≡15Ε_328≡> Λουκ. στ´. - Ουαι υμιν, οταν καλως υμας ειπωσιν οι ανθρωποι· κατα ταυτα γαρ εποιουν τους ψευδοπροφητας οι πατερες αυτων.
Ιακ. γ´. - Εκ του αυτου στοματος εξερχεται ευλογια και καταρα. Ου χρη, αδελφοι μου, ταυτα ουτω γινεσθαι. Μη τι η πηγη εκ της αυτης οπης βρυει το γλυκυ και το πικρον;
Δοκιμιον αργυριου και χρυσιου, πυρωσις· ανηρ δε δοκιμαζεται δια στοματος εγκωμιαζοντων αυτον.
Σιραχ κζ΄ . - Προ λογισμου μη επαινεσης ανδρα· ουτος γαρ πειρασμος ανθρωπων.
Βασιλ. - Μη προς επαινους χαυνωθωμεν τους υπερ την αληθειαν.
Θεολ. - Αι των τιμων υπερβολαι, παρασκευαζουσι τινας και του δεοντος καταφρονησαι· ων γαρ τους επαινους οιδα, τουτων σαφως και τας επιδοσεις.
Μητε το αλλοτριον επαινεισθω παν, ο μη δικαιον· μητε ατιμαζεσθω το οικειον ει τιμιον· ινα μη τω μεν κερδος η αλλοτριοτης η· τω δ᾿ εις ζημιαν περιστη το της οικειοτητος. Αμφοτερως γαρ αν ο του δικαιου βλαπτοιτο λογος, κακεινων επαινουμενων, και τουτων σιωπωμενων.
Χρυσοστ. - Ο γαρ επαινων πονηριαν, της εκ του μετανοησαι θεραπειας αυτην απεστερησε.
Ουχ οι τα φαυλα πραττοντες μονον, αλλα και οι τουτους (≡15Ε_330≡> εγκωμιαζοντες, της αυτης, η και χαλεπωτερας εκεινοις κοινωνησουσι κολασεως.
Του αγιου Ιγνατιου. - Καν ερρωμενος ω κατα Θεον, πλεον με δει φοβεισθαι και προσεχειν τοις εικη φυσιουσι με. Επαινουντες γαρ με μαστιγουσιν.
(=925=) Κλημεντος. - Θηρευουσι τοις μεν κυσι, τους λαγωους, οι κυνηγοι· τοις δε επαινοις τους ανοητους οι πολλοι.
Το μεν λαβανωτον, τοις θεοις· τον δε επαινον τοις αγαθοις απονεμειν χρη.
Ισοκρατ. - Πιστους ηγου, μη τους παν ο τι αν ποιης και λεγης επαινουντας, αλλα τοις αμαρτανομενοις επιτιμωντας.
Μοσχιων. - Ει θελεις καλως ακουειν, μανθανε καλως λεγειν. Πειρω καλως πραττειν, και ουτω καρπωση το καλως ακουειν.
Πολυαινου. - Παροντα μητε ψεγε, μητ᾿ επαινει· το μεν γαρ εχθραν φερει· το δε κολακειαν.
Κυψελλου. - Ζων μεν, επαινου· αποθανων δε, μακαριζου.
Ανταγενης. - Ουτος ειπεν, οταν επαινωσι με πολλοι , τοτε νομιζω μηδενος αξιος ειναι· οτα δε ολιγοι, σπουδαιον ανθρωπον.

ΛΟΓΟΣ ΜΔ´.
Περι καλλους.

(≡15Ε_332≡> Ματθ. στ´. - Καταμαθετε τα κρινα του αγρου πως αυξανει· ου κοπια ουδε νηθει. Λεγω γαρ υμιν, οτι ουδε Σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων.
Α´ Τιμ. β´. - Βουλομαι τας γυναικας εν καταστολη κοσμιω, μετα αιδους και σωφροσυνης, κοσμειν εαυτας· μη εν πλεγμασιν η χρυσω η μαργαριταις, η ιματισμω πολυτελει.
Παροιμ. στ΄ . - Μη σε νικηση καλλους επιθυμια· μηδε αγρευθης σοις οφθαλμοις.
Σιραχ ια´. - Μη αινεσης ανδρα εν καλλει αυτου.
Σιραχ κς´. - Καλλος προσωπου επι ηλικια στασιμη.
Βασιλειου. - Ο σημερον ευθαλης τω σωματι κατασεσαρκωμενος υπο τρυφης, επανθουσαν εχων την ευχροιαν, υπο της κατα την ηλικιαν ακμης σφριγων και συντονος και ανυποστατος την ορμην, αυριον ο αυτος ουτος ελεεινος, η τω χρονω μαρανθεις, η νοσω διαλυθεις.
Θεολογου. - Χρυσος και λιθοι, και τα τεχνης και χειρος ωραισματα, την μεν αισχραν ελεγχει τη παραθεσει, τη καλη δ'ου προσθηκη, καλλους ηττωμενα.
Καλλος νομιζε την φρενων ευκοσμιαν.
Ουτε φλοξ μενει της υλης δαπανηθεισης, αλλα τω αναπτοντι συναπερχεται· ουτε λογισμος εμπαθης υφισταται μαραινομενου του υπεκκαυματος.
(≡15Ε_334≡> Μη σε νικησατω καλλους επιθυμια, μηδε συναρπασθης σοις βλεφαροις, ει δυνατον, μεχρι και παροραματος.
(=928=) Χρυσοστ. - Τις αρετη οφθαλμων; αρα το υγρους ειναι και ευτροφους και στρογγυλους και κυανους η το οξεις και διορατικους; Και τις αρετη λυχνου; το λαμπρως φαινειν και πασαν καταυγαζειν την οικειαν, η το καλως πεπλασθαι και στρογγυλον ειναι; Ου γαρ απο της διαπλασεως, αλλ᾿ απο των τροπων και της κοσμιοτητος το καλλος χαρακτηριζεται.
Πλουταρχ. - Εις κατοπτρον κυψας, θεωρει· και ει μεν καλος φαινει, αξιον τουτου πραττε· ει δε αισχρος, το της οψεως ελλιπες ωραϊζε καλοκαγαθια.
Λαυκιππης. - Οφθαλμος γαρ φιλιας προξενος· και το συνηθες της κοινωνιας εις χαριν αιδεσιμωτερον.
Οφθαλμοι γαρ αλληλοις αντανακλωμενοι, αποματτουσιν ως εν κατοπτρω των σωματων τα ειδωλα.
Διογενης. - Τους ευειδεις και απαιδευτους, ομοιους εφη ειναι αλαβαστροις εχουσιν οξος.
Ετεοκλεους. - Σεμνυνομενου τινος επι τω καλλει, Ουκ αισχηνη, εφησεν, επι τη ωρα μεγα φρονων, ην παρακαταθηκην του μικρου χρονου εχεις;
Αισωπου. - Αισωπος προς τον καλλει κακως κεχρημενον, ειπεν· Οποιω ιματιω ημφιεσμενος, κακως αυτο αποδυη;
Ο αυτος ονειδιζομενος οτι χαλεπην εχει την οψιν, εφη· Μη μου το ειδος, αλλ' εις τον νουν προσεχε.
Θεασαμενος νεανισκον καλλωπιζομενον, Ει μεν προς ανδρας εφη, ατυχεις, ει δε προς γυναικας, αδικεις.
Ο αυτος θεασαμενος μειρακιον ευμορφον, και δια ταυτα φιλουμενον, εφη, Ω μειρακιον, σπουδασον τους του σωματος εραστας επι την ψυχην μεταγαγειν.
(≡15Ε_336≡> Μενανδρου.
Οταν φυσει το καλλος επικοσμει τροπος
Χρηστος, διπλασιως ο προσιων αλισκεται.
Σωκρατ. - Τα καλα τε και αγαθα, εφην εγω, ου δια τας ωραιοτητας των οψεων, αλλα δια τας εν τω βιω αρετας τοις ανθρωποις επαυξεσθαι.
Τα των καλων φιληματα φυλαττεσθαι δει, ως τα των ιοβολων δηγματα.

ΛΟΓΟΣ ΜΕ´.
Περι μελλουσης κρισεως.

(≡15Ε_338≡> Ματθ. ιστ´. - Μελλει ο Υιος του ανθρωπου ερχεσθαι εν δοξη του Πατρος αυτου μετα των αγγελων αυτου· και τοτε αποδωσει εκαστω κατα τα εργα αυτου.
Α´ Κορ. γ´. - Εκαστου το εργον φανερον γενησεται. (=929=) Η ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται· και εκαστου το εργον οποιον εστι, το πυρ δοκιμασει.
Σολομ. ιβ´. - Συμπαν το ποιημα αξει ο Θεος εις κρισιν, εν παντι παρεωραμενω, εαν αγαθον, εαν πονηρον.
Σιραχ ιζ´. - Εξαναστησεται Κυριος και ανταποδωσει πασι, και το ανταποδομα αυτων εις κεφαλας αυτων ανταποδωσεις.
Βασιλειου. - Μη με νομισης, ωσπερ μητερα τινα τροφον, ψευφη σοι μορμολυκεια επισειειν, ωσπερ εκειναι ποιειν περι τους νηπιους των παιδων ειωθασιν, οταν θρηνωσιν ατακτα και απεραντα, δι᾿ επιπλασεως των διηγηματων κατασιγαζουσι. Ταυτα γαρ ου μυθος, αλλα λογος αψευδης προκεκηρυγμενος φωνει. Και ισθι ακριβως οτι γενησεται των βεβιωμενων ελεγχος ακριβης.
Κατα γαρ τον Ωσηε, Κυκλωσει εκαστον τα διαβουλια αυτου. Οψομεθα γαρ αμα παντα οιονει παρεστωτα ημιν τα εργα, και φαινομενα αντιπροσωπα τη διανοια ημων, κατα των ιδιων τυπων, ως εκαστον ιδειν εαυτον πεπρακται η ως λελεκται. Ου μην χρονους (≡15Ε_340≡> γε προσηκει νομιζειν καταναλωθησεσθαι, εις το εκαστον ιδειν εαυτον μετα των εαυτου πραξεων, και τον Κριτην, και τα ακολουθα τω θειω δικαστηριω· αφατω δε δυναμει εν ροπη καιρου φαντασιουμενου του νου, και παντα αναζωγραφουντος εαυτω, και οιονει εν κατοπτρω, τω ηγεμονικω, ενορωντος τους τυπους των πεπραγμενων.
Θεολογου. - Ω βελτιον ειναι νυν παιδευθηναι και καθαρθηναι, η τη εκειθεν βασανω παραπεμφθηναι, ηνικα κρισεως καιρος, ου καθαρσεως.
Χρυσοστ. - Καθαπερ ημεις τοις οικεταις τοις ημετεροις, ουχι της εξοδου μονον, αλλα και της εισοδου ποιουμεν τον λογον, εξεταζοντες ποθεν υπεδεξαντο ταδε και ταδε· παρα τινων και ποτε και πως, και ποια και ποσα ουτω και ο Θεος, ουχι της δαπανης μονον, αλλα και της κτησεως απαιτει τας ευθυνας.
Ουδεν ολως των αγαθων, καν μικρον ειη, παροφθησεται εκει παρα του Κριτου. Ει γαρ αμαρτηματων και ρηματων και ενθυμηματων τιννυειν μελομεν τιμωριας, πολλω μαλλον τιμωριας, πολλω μαλλον τα κατορθωματα, καν μεγαλα η, καν μικρα, λογισθησεται.
Οι τα πολλα πταιοντες, και μη κολαζομενοι, φοβεισθαι και δεδοικεναι οφειλουσιν. Αυξεται γαρ (932) αυτοις τα της τιμωριας δια της ατιμωρησιας και της μακροθυμιας του Θεου.
Ει γαρ οι το φως το ηλιακον μη θεωμενοι, παντος θανατου πικροτεραν υπομενουσι ζωην, τι παθειν εικος τους του φωτος αποστερηθεντας εκεινου.
Γρηγ. Νυσσ. - Αξιον σοι της σπορας το θερος. Πικριαν εσπειρας; δρεπου τα δραγματα; Το ανηλεες ετιμησας; εχε οπερ ηγαπησας. Εφυγες τον ελεον; Φευξεται σε ο ελεος. Εβδελυξω πτωχον; βδελυξεται σε ο δι᾿ ημας πτωχευσας.
(≡15Ε_342≡>Φιλωνος. - Ουκ εστι παρα Θεου, ουτε πονηρον οντα απολεσαι τον αγαθον μισθον περι ενος αγαθου, μετ᾿ ου πλειονων αγαθων πεπραγμενου· ουτε παλιν αγαθον οντα απολεσαι την κολασιν και μη λαβειν αυτην, και κατα πλειονων αγαθων, εαν τι γενηται πονηρον. Αναγκη γαρ ζυγω και σταθμω παντα αποδιδοναι τον Θεον.
Ου το κολαζεσθαι ενταυθα κακον, αλλα το αξιον της εκεισε γενεσθαι κολασεως.
Ζαλευκου. - Ωδ᾿ ημιν παρηγγελθω πασι τοις τοιουτοις πολιταις και πολιτισι και συνοικοις· μεμνησθαι Θεον ως οντα, και δικας επιπεμπτοντα τοις αδικοις· και τιθεσθαι προ ομματων τον καιρον τουτον, εν ω γινεται το τελος εκαστου της απαλλαγης του ζην. Πασι γαρ εμπιπτει μεταμελεια τις μελλουσι τελευταν, μεμνημενοις ων ηδικησασι, και ορμη του βουλεσθαι παντα πεπραχθαι δικαιως αυτοις.
Απολλωνιου. - Ει δ᾿ εστιν αισθησις εν αδου, και επιμελεια των οιχομενων παρα του δαιμονιου, ωσπερ υπολαμβανομεν, ειη τους ταις τιμαις των Θεων καταλυομεναις βοηθησαντας, πλειστης επιμελειας υπο του δαιμονιου τυγχανειν.
Πλουταρχου. - Αδου τινος ανοιγονται πυλαι βαθειαι, και ποταμοι πυρος και στηγος απρρρωγες ανακεραννυνται και σκοτος εμπιπλαται πολυφανταστων ειδωλων, χαλεπας μεν οψεις, οικτρας δε φωνας επιφεροντων. Δικασται δε και κολασται και χασματα, και μυχοι μυριων κακων γεμοντες.

ΛΟΓΟΣ ΜΣτ´.
Περι δοξης.

(≡15Ε_344≡> Ματθ. ς´. - Ζητειτε την βασιλειαν του Θεου, και την δοξαν αυτου, και ταυτα παντα παντα προστεθησεται υμιν.
(=933=) ῾Ρωμ. η´. - Ουκ αξια τα παθηματα του νυν καιρου προς την μελλουσαν δοξαν αποκαλυφθηναι εις ημας.
Παροιμ. γ΄ . - Δοξαν σοφοι κληρονομησουσι· οι δε ασεβεις, υψωσουσιν ατιμιαν.
Παροιμ. κα´. - Οδος δικαιοσυνης και ελεημοσυνης ευρησει ζωην και δοξαν.
Παροιμ. κα΄ . - Οδος δικαιοσυνης και ελεημοσυνης ευρησει ζωην και δοξαν.
Παροιμ. κβ΄ . - Γενεα σοφη φοβος Κυριου, και πλουτος και δοξα και ζωη.
Σιραχ λδ´. - Μη δως μωμον εν τη δοξη σου, και εν ημερα δοξης μη επαιρου.
Σιραχ ζ´. - Μη ζητει παρα Κυριου ηγεμονιαν, μηδε παρα βασιλεως καθεδραν δοξης.
Σιραχ ια´. - Πολλοι δυνασται ητιμασθησαν σφοδρα, και ενδοξοι παρεδοθησαν εις χειρας ετερων.
Σιραχ θ´.- Μη ζηλωσης δοξαν αμαρτωλων.
Σιραχ δ´. - Μεγιστανι ταπεινου την κεφαλην σου.
Σιραχ η´. - Μη διαμαχου μετ᾿ ανθρωπου δυναστου, μηποτε εμπεσης εις τας χειρας αυτου.
Σιραχ ιγ´. - Προσκαλουμενου δε δυναστου, υποχωρων γινου, και τοτε μαλιστα προσκαλεσεται.
Σιραχ λβ΄ . - Εν μεσω μεγιστανων μη εξισαζου.
Σιραχ μβ´. - Ουκ εποιησεν ουδεν ελλειπον· εν του ενος εστερεωσε τα αγαθα· και τις πλησθησεται ορων δοξαν αυτου;
(≡15Ε_346≡> Βασιλ. - Ει δοξης επιθυμεις, και βουλει των πολλων υπερβαινεσθαι, και ευδοκιμος εν τοις κοσμικοις πραγμασι γινεσθαι, εσο δικαιος, σωφρων, φρονιμος, ανδρειος, υπομονητικος εν τοις υπερ ευσεβειας παθημασιν. Ουτω γαρ και σεαυτον σωσεις, και επι μειζον αγαθοις μειζονα εξεις την περηφανειαν.
Τον προεστωτα μη επαιρετω το αξιωμα, ινα μη εκπεση του μακαρισμου της παπεινοφροσυνης.
Οφειλεν ανθρωπον εν τη παρα Θεω δοξη μεμενηκεναι, και ειχεν αν υψος ουκ επιπλαστον, αλλ᾿ αληθινον, δυναμει Θεου μεγαλυνομενος. Επειδη δε την της θειας δοξης επιθυμιαν μετεθηκε, και μειζονα προσδοκησας, σπευσας οπερ ουκ ηδυνατο λαβειν, απωλεσεν οπερ εχειν ηδυνατο.
Βουλομαι σοι σφοδροτερον της κτισεως ενιδρυνθηναι το θαυμα. Πρωτον μεν ουν, οταν ιδης βοτανην χορτου και ανθος, εις εννοιαν ερχου της ανθρωπινης φυσεως, μεμνημενος της εικονος του σοφου Ησαιου, Οτι πασα σαρξ χορτος, και πασα δοξα ανθρωπου ως ανθος χορτου. Το γαρ ολιγοχρονιον της ζωης, και το εν ολιγω περιχαρες και ιλαρον της ανθρωπινης ευημεριας, καιριωτατης παρα του προφητου τετυχηκε της εικονος. Σημερον ευθαλης τω σωματι, κατασαρκωμενος υπο τρυφης, επανθουσαν εχων την ευχροιαν, υπο της κατα την ηλικιαν ακμης σφριγων και συντονος, και ανυποστατος την ορμην· αυριον ο αυτος ουτος ελεεινος, (=936=) η τω χρονω μαρανθεις, η νοσω διαλυθεις. Ο δεινα περιβλεπτος επι χρηματων περιουσια, και πληθος περι αυτον κολακων, δορυφορια φιλων προσποιητων, την επ᾿ αυτου χαριν θεραπευοντων· πληθος συγγενειας, και ταυτης κατεσχηματισμενης· εσμος των εφεπομενων μυριος, των τε επισιτιων, και των κατα τας αλλας χρειας αυτω προσδευοντων· ους και προϊων, και παλιν επανιων επισυρομενος, επιφθονος εστιν τοις εντυγχανουσιν. Προς δε τω πλουτω ευροις και πολιτικην τινα δυναμιν, η και τας εκ των βασιλεων τιμας, εθνων (≡15Ε_348≡> επιμελειαν, η και στρατοπεδων ηγεμονιαν, και τον κηρυκα μεγα βοωντα προϊοντα προ αυτου· τους ραβδοφορους ενθεν και ενθεν βαρυτατην καταπληξιν τοις αρχομενοις εμβαλλοντας· τας πληγας, τας δεσμευσεις, επαγωγας, τα δεσμωτηρια, εξ ων αφορητος ο παρα των υποχειριων συναθροιζεται φοβος. Και τι μετα τουτο; μια νυξ, η πυρετος, η πλευριτις, η περιπνευμονια, αναρπαστον εν ανθρωπων απαγουσα τον ανθρωπον οιχεται, πασαν την κατ᾿ αυτον σκηνην εξαπινης απογυμνωσασα· και η δοξα εκεινη ωσπερ ενυπνιον απηνεχθη. Ωστε επιτετευχθαι τω προφητη, η προς το αδρανεστατον ανθος ομοιωσις της ανθρωπινης δοξης.
Θεολογου.
Δοξης αει φροντιζε της αιωνιου.
Η γαρ παρουσα φευδεται καθ᾿ ημεραν.
Δοξαν διωκε, μητε πασαν, μητ᾿ αγαν.
Κρεισσον γαρ ειναι του δοκειν. Ει δ᾿ αμετρος ει,
Μη την κενην θηρευε, μηδε την νεαν.
Χρυσοστ. - Ει γαρ υπερ αξιωματος τις βιωτικου ολην πολλακις την ουσιαν επεδωκεν· υπερ της μελλουσης δοξης και αναφαιρετου, τι γενοιτ᾿ αν ημων αθλιωτερον, μηδε ολιγα προϊεμενων;
Η μεν γαρ παρα των ανθρωπων δοξα των δοξαζοντων μιμειται την ευτελειαν, οθεν και μεταπιπτει ραδιως. Η δε του Θεου, ουχ ουτως· αλλ᾿ ακινητος μενει διηνεκως. Και ταυτ᾿ αμφοτερα δηλων ο προφητης, κακεινης το ευμεταπτωτον, και ταυτης το μονιμον, ουτως ελεγεν, Πασα σαρξ χορτος, και πασα δοξα ανθρωπου ως δοξα χορτου. Απασαν την ανθρωπινην ευημεριαν, ουδε προς χορτον, αλλ᾿ ετεραν ολην ευτελεστεραν ο προφητης παρεβαλεν, ανθος αυτην ονομασας χορτου. Ουδεν γαρ μερος αυτων προεθηκεν, οιον πλουτον, η τρυφην, η (≡15Ε_350≡> δυναστειαν, η τιμην, η τι τοιουτον· αλλα παντα τα εν ανθρωποις λαμπρα, μια προσηγορια τη της δοξης περιβαλων, ουτως επηγαγεν την εικονα του χορτου, ειπων, Πασαν δοξα ανθρωπου ως ανθος χορτου· εξηρανθη χορτος, και το ανθος εξεπεσεν.
Κυριλλου. - Φυσει μεν γαρ χορτου, φησιν, εοικε των ανθρωπων το γενος· ανθη δε χορτου, (=937=) η επιγενομενη δοξα και δυναστεια. Και καθαπερ του χορτου ξηραινομενου, το ανθος εκπιπτει· ουτω του θανατου τοις ανθρωποις επιοντος, η δυναστεια και η υπερηφανει σβεννυται.
Πλουταρχ. - Τα μεν φυτα απο της ριζης, η δε δοξα, απο της πρωτης ληψεως αυξει.
Ουδεις φροντιζων δοξης αγαθης, γενοιτ᾿ αν ανηρ φαυλος· καλον δε, αντι βραχειας απολαυσεως αλλαξασθαι δοξαν αιωνιον.
Αριστοτελ. - Αξιωμα μεγιστον εστιν, ου το κεχρησθαι τιμαις, αλλα το αξιον εαυτον[ισ. αυτων] ειναι νομιζεσθαι.
Ισοκρατ. - Ων τας δοξας ζηλοις, τουτων και τα αγαθα πραξης.
Ινδος τοξευτης. - Τον Ινδον τον μεγιστα δοκουντα, και λεγομενον δια δακτυλιου τον οϊστον αφιεναι, εκελευσεν επιδειξασθαι· και μη βουλομενον, οργισθεις ανελειν προσεταξεν. Επει δε απαγομενος ο ανθρωπος ελεγε προς τους αγοντας, οτι Πολυς χρονος εστιν αφ᾿ ου επι χειρας τοξον ουκ ελαβον, και το αποτυχειν εφοβηθην. Ακουσας ταυτα Αλεξανδρος, εθαυμασε και απελυσε μετα δωρων αυτον, οτι μαλλον αποθανειν υπεμεινεν, η της δοξης αναξιος φανηναι.
Θεοφραστ. - Ου γαρ εξ ομιλιας δει και χαριτος τας τιμας, ελλ᾿ εκ των πραξεων λαμβανειν.
Ηρακλ. - Συντομωτατην οδον ο αυτος ελεγεν εις ευδοξιαν, το γενεσθαι αγαθον.
(≡15Ε_352≡> Φιλωνος. - Ο μαθων αρχεσθαι, και αρχειν ευθυς μανθανει. Ουδε γαρ ει πασης γης και θαλασσης το κρατος αναψαιτο τις, αρχων αν ειη προς αληθειαν, ει μη μαθη και προπαιδευθειη το αρχεσθαι.
Ιωσηππου Αρχαιολ. - Παντες οι αρχεσθαι καλως μεμαθηκοτες, και αρχειν εισονται παρελθοντες εις εξουσιαν.

ΛΟΓΟΣ ΜΖ´.
Περι γλωσσαλγιας.

(≡15Ε_354≡> Ματθ. ιβ´. - Λεγω δε υμιν, οτι παν ρημα, ο εαν λαλησωσιν οι ανθρωποι, αποδωσουσι λογον περι αυτου. Εκ γαρ των λογων σου δικαιωθηση, και εκ των λογων σου κατακριθηση.
Ιακ. ια΄ . - Εστω πας ανθρωπος ταχυς εις το ακουσαι, και βραδυς εις το λαλησαι.
Σιραχ η´. - Γλωσσωδει ανθρωπω μη διαμαχου μηδε επιστοιβαζε επι το πυρ αυτου ξυλα.
Παροιμ. ιγ΄ . - Ος φυλασσει το εαυτου στομα, τηρει την εαυτου ψυχην.
Παροιμ. στ´. - Παγις ανδρι ισχυρα, τα ιδια χειλη· αλισκεται δε ρημασιν ιδιου στοματος.
Παροιμ. ι΄ . - Ο αστεγος χειλεσιν, σκολιαζων υποσκελισθησεται.
(=940=) Παροιμ. κβ´. - Βοθρος βαθυς στομα παρανομου· ο δε μισηθεις υπο Θεου, εμπεσειται εις αυτον.
Παροιμ. κ´. - Εν πολλοις ξυλοις θαλλει πυρ· στομα δε αστεγον ποιει ακαταστασιαν.
Σιραχ κβ´. - Τις δωσει επι του στοματος μου φυλακην, και επι των χειλεων μου σφραγιδα; ινα μη εμπεσω απ᾿ αυτης, και η γλωσσα μου απολεση με.
Σιραχ λ΄ . - Αγαθα κεχυμενα επι στοματι κεκλεισμενω.
Βασιλ. ´- Μη παντα θαρρει τη γλωσση, ινα μη παθης ακαιρως, καθαπερ οφθαλμος ολον τον ηλιον θελων αποβλεψαι, απολλει και ο εχει φως.
(≡15Ε_356≡> Θεολογου. - Ολισθος ανθρωποις, γλωσσα λογω μη κυβερνωμενη.
Χρυσοστ. - Λογος απλως προενεχθεις, ολοκληρους ανετρεψεν οικιας· και ψυχας ανεστρεψε και κατεδυσε· και των μεν χρηματων την ζημιαν διορθουσθαι παλιν ειη· λογον δε εκπηδησαντα απαξ, ανακτησαι παλιν ουκ ειη.
Κυριλλου. - Μη χελιδονας οικιαις δεχεσθαι· τουτεστι λαλους ανθρωπους και περι γλωσσαν ακρατεις ομοροφιους μη ποιεισθαι.
Ευαγριου. - Λαλει α δει, και οτι δει, και περι ων δει, και ουκ ακουσεις α μη δει.
Νειλου. - Ει κρατεις γαστρος, κρατει και γλωσσης· ινα μη της μεν υπαρχης δουλος, της δε τυγχανης ανοητως ελευθερος.
Ισοκρατ. - Παν ο τι αν μελλεις ερειν, προτερον επισκοπει τη γνωμη· πολλοις γαρ η γλωσσα προτρεχει της διανοιας.
Ισοκρατης ο ρητωρ, Καρεωνος οντος λαλου, και σχολαζειν παρ᾿ αυτω βουλομενου, διττους ητησε μισθους. Του δε την αιτιαν πυθομενου, Ενα μεν, εφη, ινα λαλειν μαθης· το δε ετερον, ινα σιγαν.
Κλειταρχ. - Ο μη θελης ακουειν, μηδε ειπης· ο μη θελης λεγειν, μηδε ακουε· ωτων και γλωττης μεγας ο κινδυνος.
Σωκρατης. - Κρειττον ειναι τω ποδι ολισθαινειν, η τη γωσση.
Δημονακτ. - Τοις ωσι πλεον, η τη γλωττη χρω.
Δημοσθ. - Εν συμποσιω προς τον πολλα λαλουντα, Ει τοσαυτα, εφη, εφρονεις, ουκ αν τοσαυτα ελαλεις.
Ερωτηθεις δε, Διατι μιαν γλωσσαν εχομεν, ωτα δε δυο; ειπεν, Οτι διπλασιον δει ακουειν του λεγειν.
(=941=) Πλατων. - Πλατων, Αντισθενους εν τη διατριβη ποτε μακρολογησαντος, (≡15Ε_358≡> Αγνοεις, ειπεν, οτι του λογου μετρον εστιν, ουχ ο λεγων, αλλ᾿ ο ακουων;
Νικοστρατ. - Ει επι τω συνεχως και πολλα και ταχεως λαλειν ην του φρονειν παρασημον, αι χελιδονες ελεγοντ᾿ αν ημων φρονιμωτεραι.
Εκ των Επικτητου και Ισοκρατ. - Γλωσσαν μιαν τοις ανθρωποις η φυσις δεδωκεν, δυο δε ωτα, ινα διπλασιονα ων λεγομεν, παρ᾿ ετερων ακουωμεν.
Πυθαγορ. - Ξιφους πληγη κουφοτερα γλωσσης· το μεν γαρ, σωμα, η δε ψυχην τιτρωσκει.
Αισωπος. - Ουτος ερωτηθεις, Τι εστιν εν ανθρωποις αγαθον τε και φαυλον; εφη, Γλωσσα.
Δημοκριτ. - Πλεονεξιη τα παντα λεγειν, και μηδεν εθελειν ακουειν.
Απολλονιου. - Πολυλογια πολλα σφαλματα εχει· το δε σιγαν, ασφαλες.
Ο αυτος τους ρητορας εφη ομοιους ειναι τοις βατραχοις· τους μεν γαρ εν υδασι κελαδειν, τους δε προς κλεψυδραν.
Λυκωνος. - Καθαπερ αι χελιδονες τη συνεχει τηςλαλιας, την ηδονην της ομιλιας αποβαλλουσιν· ουτω οι αδολεσχαι οχλησεις συνεχεις ποιουμενοι, αηδεις αποφαινονται τοις ακροωμενοις.
Νομικω φλυαρω εφη τις, Ου δει εν πολλοις λεγειν ολιγα, αλλ᾿ εν ολιγοις πολλα.

ΛΟΓΟΣ ΜΗ´.
Περι προνοιας.

(≡15Ε_360≡> Ματθ. ι´. - Ουχι δυο στρουθια ασσαριου πωλειται; και εν εξ αυτων ου πεσειται επι την γην ανευ του Πατρος υμων. Υμων δε και αι τριχες της κεφαλης πασαι ηριθμημεναι εισιν.
῾Ρωμ. ια΄ . - Ω βαθος πλουτου και σοφιας και γνωσεως Θεου! Ως ανεξερευνητα τα κριματα αυτου, και ανεξεχνιαστοι αι οδοι αυτου.
Σολομ. ιβ´. - Συ δεσποζων ισχυος εν επιεικεια κρινεις, και μετα πολλης φειδους διοικεις ημας.
Σιρ. ιστ´. - Μη ειπης, Αποκρυβησομαι, και εξ υψους τις μου μνησθησεται; Ιδου ο ουρανος και ο ουρανος του ουρανου· αβυσσος και γη και τα εν αυτοις, τη επισκοπη αυτου σαλευθησεται. Τας οδους αυτου τις ενθυμηθησεται; καταιγις ην ουκ οψεται ανθρωπος· και τα πλειονα των εργων αυτου εν αποκρυφοις.
Βασιλ. - Παν οπερ εις ημας εκ θειας δυναμεως αγαθον φθαση, της παντα ενεργουσης χαριτος ενεργειαν ειναι φαμεν.
Ουδεν απρονοητον ουδε ημελημενον παρα τω Θιεω. Παντα σκοπευει ο ακοιμητος οφθαλμος· πασι παρεστι, ποριζων εκαστω την σωτηριαν.
Θεολ. - Πολλακις παραδοξους σωτηριας οιδε το Θειον καινοτομειν, νευον προς το φιλανθρωπον τη εαυτου προνοια.
Χρυσοστ. - Ουδεις ουτως εαυτου φειδεται, (=944=) ως (≡15Ε_362≡> παντων ημων ο Θεος· πολλω γαρ ημων αυτος βουλεται μαλλον, μηδεν ημας πασχειν κακον.
Ουκ οιδας συ τα συμφεροντα, ανθρωπε. Πολλακις αιτεις επιβλαβη και σφαλερα· αλλ᾿ εκεινος ο μαλλον κηδομενος σου της σωτηριας, ου τη αιτησει σου προσεχει· αλλα προ της αιτησεως το συμφερον σοι πανταχου προνοειται. Ει γαρ οι πατερες αι σαρκικοι ου παντα αιτουσι τοις παισι διδοασιν, ουκ επειδη καταφρονουσι των αιτουντων, αλλ᾿ επειδη αυτων μαλλον κηδονται· πολλω μαλλον ο Θεος, ο και μαλλον φιλων και πλεον απαντων ειδως, το συμφερον ημιν ποιει.
Διδυμ. - Παντων των λογικων επισταμενος το κρυπτον ο Δημιουργος, προνοειται των ολων, ου μονον εξ ων διακεινται και πραττουσιν, αλλα και εξ ων προγινωσκει αγων την βελτιωσιν.
Του μακαριου Εφραιμ. - Τον κοσμον ο Θεος ανεξικακια επισκοπει, το μελλον αινιττομενος, και το παρον κακον οροις στοιχιζων· εκ μεν της αποφασεως χαλινων την πονηριαν· δια δε της συνειδησεως τας εναγεις και πονηρας διανοιας τιμωρουμενος.
Επικουρου. - Χαρις τη μακαρια φυσει, οτι τα αναγκαια εποιησεν ευποριστα· τα δε δυσποριστα, ουκ αναγκαια.
Σωκρατης.
Ει το μελλειν δυνανται τι, μεριμνα και μελετω σοι.
Ει δε μελει περι σου δαιμονι, σοι τι μελει;
Πλατων. - Οταν βουληται Θεος ευ πραξαι πολιν, ανδρας αγαθους εποιησεν· οταν δε μελλη κακως πραξειν πολις, εξειλε τους ανδρας τους αγαθους εκ ταυτης της πολεως. Ουτως εοικεν ουτε διδακτον ειναι, ουτε φυσει, αρετη· αλλα θεια μοιρα παραγινεται κτωμενοις.
Ο Θεος παντα, και μετα Θεου τυχη και καιρος, τα ανθρωπινα διακυβερνωσι συμπαντα.

ΛΟΓΟΣ ΜΘ´.
Περι ταπεινοφροσυνης.

(≡15Ε_364≡> Λουκ. ιδ´. - Πας ο υψων εαυτον, ταπεινωθησεται· και ο ταπεινων εαυτον, υψωθησεται.
Ρωμ. ιβ΄ . - Μη τα υψηλα φρονουντες, αλλα τοις ταπεινοις συναπαγομενοι.
Παροιμ. κθ´. - Τους ταπεινοφονουντας εγερει δοξη Κυριος.
Σιραχ γ´. - Οσον μεγας ει, τοσουτον ταπεινωσον σαυτον, και εναντι Κυριου ευρησεις χαριν· οτι μεγαλη η δυναμις Κυριου, και υπο των ταπεινων δοξασθησεται.
Βασιλειου. - Αμηχανον τον μη καταδεξαμενον (945) το προς παντας υποδεις και εσχατον, δυνηθηναι ποτε, η λοιδορουμενον, θυμου κρατησαι· η θλιβομενον, δια μακροθυμιας περιγενεσθαι των πειρασμων.
Γυμνασιον ταπεινοφροσυνης εστιν η εν τοις ευτελελεστεροις πραγμασι διατριβη, το παθος της φιλοδοξιας θεραπευουσα.
Θεολογου. - Κρεισσον οντα σοφον υφιεσθαι δι᾿ επιεικειαν, η αμαθως εχοντα δια θρασος υπερεκτεινεσθαι.
Μη εν εσθητι το ταπεινον εχωμεν μονον, αλλα εν ψυχης καταστηματι· μηδε θρυψις αυχενος, η φωνης υφεσις, η προσωπου νευσις, η βαθος υπηνης, η βαδισματος ηθος το ταπεινον υποκρινοιτο, τα προς ολιγον τυπουμενα και ταχιστα ελεγχομενα. Παν γαρ ο προσποιητον, ουδε μονιμον· αλλ᾿ ωμεν υψηλοι μεν τω βιω, ταπεινοι δε τω φρονηματι· και την μεν αρετην απροσιτοι, (≡15Ε_366≡> την συνουσιαν δε και λιαν ευπροσοδοι. Πολιτικου μεν γαρ εργον ειναι παντα ποιειν και λεγειν, εξ ων ευδοκιμησει παρα των εξωθεν· του πνευματικου δε και καθ᾿ ημας, προς εν μονον βλεπειν, την σωτηριαν· η τε απλοτης και το του ηθους αδολον τε και αμνησικακον.
Χρυσοστ. - Ουδεν ουτω τω Θεω φιλον, ως μετα των εσχατων εαυτον αριθμησαι.
Μηδεις απονον οιεσθω και μετα ραστωνης εκποριζομενον το της ταπεινοφοσυνης κατορθωμα. Εμπεφυκε γαρ το κατα την επαρσιν παθος παντι σχεδον τω κοινωνουντι της ανθρωπινης φυσεως· διο παντων των κατ' αρετην επιτηδευμενων τουτο εστιν επιπονωτερον.
Κλημεντ. - Τοσουτον τις μαλλον οφειλει ταπεινοφρονειν, οσον δοκει μαλλον ειναι· καλον γαρ αει τω κρειττονι το χειρον ακολουθειν δια βελτιωσεως ελπιδα.
Νειλου. - Μακαριος ο τον βιον υψηλον εχων, ταπεινον δε το φρονημα.
Εκ των Πατερων. - Συναναστρεφου τοις εχουσι ταπεινωσιν, και μαθησει τους τροπους αυτων. Ει γαρ η θεωρια των ειρημενων ωφελιμος, ποσω μαλλον η διδασκαλια του στοματος αυτων;
Ισοκρατ. - Νομω και αρχοντι, και τω σοφοτερω εικειν κοσμιον.
(=948=) Σωκρατης. - Εν μεν τω πλειν, πειθεσθαι δει τω κυβερνητη· εν δε τω ζην, τω λογιζεσθαι δυναμενω βελτιον.

ΛΟΓΟΣ Ν´.
Περι ιατρων.

(≡15Ε_368≡> Ματθ. θ´. - Ου χρειαν εχουσιν οι υγιαινοντες ιατρου, αλλ᾿ οι κακως εχοντες.
Εβραι. ιβ´. - Τροχιας ορθας ποιησατε τοις ποσιν υμων, ινα μη το χωλον εκτραπη, ιαθη δε μαλλον.
Σιραχ λη´. - Επιστημη ιατρου ανυψωσει καφαλην αυτου· και εναντι μεγιστανων θαυμαστωθησεται.
Παροιμ. ιδ΄ . - Πραΰθυμος ανηρ, καρδιας ιατρος.
Βασιλειου. - Ουτε φευκτεον παντη την τεχνην, ουτε επ᾿ αυτη πασας τας ελπιδας εχειν ακολουθον· αλλ᾿ ως κεχρημεθα μεν τη γεωργικη· αιτουμεθα δε παρα τω Θεω τους καρπους· και τω κυβερνητη μεν το πηδαλιον επιτρεπομεν, τω Θεω δε προσευχομεθα εκ του πελαγους αποσωθηναι, ουτω και τον ιατρον εισαγοντες, της προς Θεον ελπιδος ουκ αφισταμεθα.
Ανεπιστημων ιατρος προς καμνοντας εισιων, αντι του εις υγειαν αυτους επαναγαγειν, και το μικρον λειψανον της δυναμεως αφαιρειται.
Θεολογ. - Την καθ᾿ ημας ιατρικην της περι τα σωματα εργωδεστεραν τιθεμαι μακρω, και δια τουτο τιμιωτεραν· και οτι εκεινους ολιγα των εν τω βαθει κατοπτευουσι, περι το φαινομενον η πλειον της πραγματειας· ημιν δε περι τον κρυπτον της καρδιας ανθρωπον η πασα θεραπεια τε και σπουδη.
Χρηιζων παθεεσσ' ακορεστως, ην κακα κευθη,
Ουποτε σηπεδονα φευξεται αργαλεην.
(≡15Ε_370≡> Χρυσοστ. - Οιμαι τους αρχαιους των ιατρων ουχ απλως ουδε αλογως νομοθετησαι δημοσιευεσθαι την των ποικιλων εργαλειων επιδειξιν· αλλ᾿ ινα τους υγιαινοντας ασφαλιζωνται, προδεικνυντες αυτοις οποσων ατακτουντες δεησονται.
Γρηγ. Νυσσης. - Οσον κρεισσον ψυχη του σωματος, τοσουτω τιμιωτερον των τα σωματα θεραπευοντων, ο τας ψυχας εξιωμενος.
Διδυμου. -Τελειον ιατρον λεγομεν, ου τον θεραπευοντα παντας, αλλα τον μηδεν των εις ωφελειαν ηκοντων και θεραπειαν παραλειποντα.
Τροφιλος. - Τροφιλος ιατρος ερωτηθεις υπο τινος, Τις αν γενοιτο τελειος ιατρος, Ο τα δυνατα, εφη, και τα μη δυνατα δυναμενος διαγινωσκειν.
Νικοκλεους. - Νικοκλης κακου τινος ιατρου λεγοντος, οτι μεγαλην εχει δυναμιν, εφη, Πως γαρ ου μελλεις λεγειν, ος τοσουτου ανηρηκως ανευθυνος γεγονας;
Ο αυτος τους ιατρους ευτυχεις ελεγεν, οτι τας (=949=) μεν επιτυχιας αυτων ο ηλιος ορα· τας δε αποτυχιας η γη καλυπτει.
Στρατονικ. - Στρατονικος ιατρον κολακευων, ελεγεν, Επαινω σου την εμπειριαν, οτι ουκ εας τους αρρωστους κατασαπηναι· ταχιον αυτους του ζην απαλλασων.
Δημονακτ. - Τοις Ασκληπιαδαις μειζων οφειλεται χαρις επερχομενην αναστελλουσι· νοσον, η παραπεσουσαν ιασαμενοις, του γαρ απηλλαχθαι κακου το μη πασχειν ειρετωτερον.

ΛΟΓΟΣ ΝΑ´.
Περι πιστεως.

(≡15Ε_372≡> Ματθ. ιζ´. - Αμην λεγω υμιν, εαν εχετε πιστιν ως κοκκον σιναπεως, ερειτε τω ορει τουτω, Μεταβηθι εντευθεν εκει, και μεταβησεται· και ουδεν αδυνατησει υμιν.
Εφ. β´. - Χαριτι εστε σεσωσμενοι δια της πιστεως, και τουτο ουκ εξ υμων· Θεου το δωρον, ουκ εξ εργων, ινα μη τις καυχησηται.
Εβρ. ια´. - Πιστις εστιν ελπιζομενων υποστασις, πραγματων ελεγχος ου βλεπομενων.
Παροιμ. ιβ΄. - Επιδεικνυμενην πιστιν αναγγελει δικαιος.
Σιραχ ια´. - Πιστευε τω Κυριω, και εμμενε τω πονω σου· οτι κουφον εν οφθαλμοις Κυριου εξαπινα πλουτισαι πενητα.
Σιραχ β΄ . - Δοσις Κυριου παραμενει ευσεβεσι· πιστευσον αυτω, και αντιληψεται σου.
Βασιλ. - Πιστις ηγεισθω των περι Θεου λογων. Πιστις, και μη αποδειξις. Πιστις η υπερ τας λογικας μεθοδειας την ψυχην εις συγκαταθεσιν ελκουσα· πιστις, ουχ η γεωμετρικαις αναγκαις, αλλα ταις του Πνευματος ενεργειαις εγγινομενη.
Πιστις εστι συγκαταθεσις αδιακριτος των ακουσθενων εν πληροφορια της αληθειας των κηρυχθεντων, Θεου χαριτι, ηντινα επεδειξατο Αβρααμ, μαρτυρηθεις, οτι Ου διεκριθη τη απιστια, αλλ᾿ ενεδυναμωθη τη πιστει, δους δοξαν τω Θεω, και (≡15Ε_374≡> πληροφορηθεις οτι ο επηγγελται Θεος, δυνατος εστι και ποιησαι.
Θεολ. - Το γαρ ουκ εφικτον, ουδε πιστον πως δια τον φθονον. Ψυχαις γαρ βεβηλοις ουδεν των καλων αξιοπιστον.
Χρυσοστ. - Τουτο μαλιστα πιστεως, μη ζητειν ευθυνας των πραττομενων, αλλα πειθεσθαι τοις επιταττομενοις.
(=952=) Τον ευσεβη και πιστον ανδρα ουτω βεβαιως διακεισθαι χρη προς τας επαγγελιας του Θεου, ωστε καν εναντια αυτοις φαινεται τα γινομενα, μηδε ουτως ταραττεσθαι, μηδε απογινωσκειν την εκβασιν. Ορα γουν ο πιστος Αβρααμ τινα μεν υποσχεσιν εδεξατο, τινα δε πραττειν ηναγκαζετο.
Πιστις μητηρ και στεφανη και συμπεραιωσις των αρετων υπαρχει.
Καθαπερ γαρ ριζης μη πεφυτευμενης, ουκ αν βλαστησειε καρπος· ουτω πιστεως μη προκαταβεβλημενης, ουκ αν προελθοι διδασκαλιας λογος.
Γρηγορ. Νυσ. - Πιστις μονη κρατει τον ακρατητον· πιστις μονη κατανοει τον αθεατον· πιστις μονη προσπελαζει τω απροσπελαστω, οσον εγχωρει και οσον ενδεχεται.
Κυριλλου. - Το πιστει παραδεκτον, απολυπραγμονητον ειναι χρη. Το γαρ βασανοζομενον πως ετι πεπιστευται;
Αριστοτ. - Ωσπερ γασιν εν ιατρικη, τα μη καθαρα των σωματων οποσω αν θρεψης, μαλλον βλαψεις υλην αποβαλων τη κακοχυμια· ουτω και ψυχην μοχθηροις δογμασι προκατειλημμενην, οποσω αν διδαξης, μαλλον βλαψεις μειζονας αρχας αυτη της ψευδοδοξιας παρεχων.

ΛΟΓΟΣ ΝΒ´.
Περι μνημης

(≡15Ε_376≡> Λουκ. κβ´. - Τουτο εστι το σωμα μου, το υπερ υμων διδομενον· τουτο ποιειτε εις την εμην αναμνησιν.
Α´Τιμ. β´. - Μνημονευε Ιησουν Χριστον εγηγερμενον εκ νεκρων.
Παροιμ. ι΄ . - Μνημη δικαιου μετ᾿ εγκωμιων· ονομα δε ασεβων σβεννυται.
Σιραχ ζ´. - Εν πασι τοις εργοις σου μιμνησκου τα εσχατα σου, και ουχ αμαρτησεις.
Βασιλειου. - Αμηχανον εκτραπηναι της δικαιας οδου, μη ληθην Θεου ταις ψυχαις νοσησαντας.
Μνημη εστιν η του γνωσθεντος τηρησις· αναμνησις, η του απελθοντος αναληψις.
Θεολογου. - Μνημονευτεον Θεου μαλλον, η αναπνευστεον.
Τον Θεον εργοις μεν σεβου, λογοις δε υμνει, εννοια δε τιμα.
Κλημεντ. - Μνημη θανατου εναργης περιεκοψε βρωματα· βρωματων δε εν ταπεινωσει κοπεντων, συνεξεκοπησαν παθη.
Χρυσοστ. - Ευσεβειας σημειον, το συνεκη μνημην ποιεισθαι των θειοτερων, και το πυκναις εντευξεσιν εξιλεουσθαι τον Θεον.
(=953=) Ει εικονα τις αψυχον αναθεις, παιδος η φιλου η συγγενους, νομιζει παρειναι εκεινον τον απελθοντα, και δια της εικονος αυτον φανταζεται της αψυχου· πολλω μαλλον ημεις δια των (≡15Ε_378≡> θειων Γραφων, της των αγιων παρουσιας απολαυομεν, ουχι των σωματων αυτων, αλλα των ψυχων τας εικονας εχοντες. Τα γαρ παρ᾿ αυτων ειρημενα των ψυχων αυτων εικονες εισιν.
Πλωτινου. - Πλατων ελεγε, τους μεν νεους σφοδρα και τους γεροντας, αμνημονας ειναι· υπορρειν γαρ, των μεν, δια την αυξησιν, των δε, δια την φθισιν. Ομοιως δε και τους λιαν ταχεις η βραδεις· τους γαρ υγροτερους ειναι του δεοντος, τους δε, σκληροτερους· και τοις μεν ου μενειν εν τη ψυχη τα φαντασματα, των δε ουχ απτεσθαι το παραπαν.
Πλατωνος εν Κρατυλ. - Μνημη παντη που μηνυει, οτι μονη εστιν εν τη ψυχη, αλλ᾿ ου φορα.
Την κατοχην των φαντασματων μνημην ονομαζεσθαι· την δε αναποληψιν τουτων, αναμνησιν· και ως επι πολυ, μνημονευτερους μεν υπαρχειν τους βραδεις· αναμνηστικωτερους δε, τους ταχεις και ευμαθεις.
Χαρικλ. - Μεγα γαρ εις ληθην κακων, η δι᾿ οφθαλμων της ψυχης υπομνησις αμαυρουμενη.
Εκ των Επικτητου. - Ανανεουσθω ο περι Θεου λογος καθ᾿ ημεραν, μαλλον η τα σιτια.
Συνεχεστερον νοει τον Θεον, η αναπνει.
Εαν αει μνημονευης, οτι ω εργαζη κατα ψυχην η σωμα Θεος παρεστηκεν εφορος, εν πασαις σου ταις προσευχαις και ταις πραξεσιν, ου μη αμαρτης· εξεις δε τον Θεον συνοικον.
Ως ηδυ την θαλασσαν απο γης οραν, ουτως ηδυ τω σωθεντι μεμνησθαι των πονων.

ΛΟΓΟΣ ΝΓ´.
Περι ψυχης.

(≡15Ε_380≡> Ματθ. ι´. - Ο ευρων την ψυχην αυτου απολεσει αυτην· και ο απολεσας αυτην ενεκεν εμου, ευρησει αυτην.
Β´ Κορ. δ´. - Ει και ο εξω ημων ανθρωπος διαφθειρεται· αλλ' ο εσωθεν ανακαινουται ημερα και ημερα.
Σιραχ λζ´. - Τεκνον, εν πραΰτητι δοξασον την ψυχην σου, και ιδε τι πονηρον αυτη, και μη δως αυτη. Ου γαρ παντα πασι συμφερει· και ου πασα ψυχη εν παντι ευδοκει.
Η καταστροφη των παρανομων κακη· τη γαρ ασεβεια την αυτων ψυχην αφαιρουνται.
(=956=) Παροιμ. ια΄ . - Ψυχη ευλογημενη, πασα απλη.
Βασιλειου. - Ψυχης θησαυρισμα, σωματος ενδεια. Τουτου καλον ηγεισθαι χρη, το της ψυχης αγαθον.
Ουδεις περιορα το εαυτου τεκνον μελλον καταπιπτειν εις βοθυνον, η εμπεσον εναφιησι τω πτωματι· ποσω δε δεινοτερον ψυχην εις βαθος κακων εμπιπτουσαν εναφειναι τη απωλεια;
Θεολογου. - Τι σοι θελεις γενεσθαι; ψυχην εμην ερωτω. Τι σοι μεγα η τι μικρον των τιμιων βροτοισι; Ζητει μονον προθυμως τι λαμπρον, και δωσω σοι.
Ψυχη θυε τω Θεω μαλλον, η ευχης τροπω.
Πειθομαι σοφων λογοις, οτι ψυχη πασα καλη τε και θεοφιλης, (≡15Ε_382≡> επειδαν του συνδεδεμενου λυθεισα σωματος ενθενδε απαλλαγη, ευθυς μεν εν συναισθησει εν θεωρια του μελλοντος αυτη καλου γενομενη, ατε του επισκοτουντος ανακαθαρθεντος, η αποτεθεντος, η ουκ οιδ᾿ ο τι και λεγειν χρη, θαυμασιαν τινα ηδονην ηδεται και αγαλλεται, και ιλεως χωρει προς τον εαυτης Δεσποτην· ωσπερ τι δεσμωτηριον χαλεπον τον εντευθεν βιον αποφυγουσα, και τας περικειμενας αποσεισαμενη πεδας, υφ᾿ ων το της διανοιας πτερον καθειλκετο· και οιον ηδη τη φαντασια καρπουται την αποκειμενην μακαριοτητα.
Χρυσοστ. - Παντα διπλα δεδωκεν ημων ο Θεος τη φυσει, δυο οφθαλμους, δυο ωτα, δυο χειρας, δυο ποδας· εαν οποτερον τουτων βλαβη, δια του ετερου την χρειαν παραμυθουμεθα· ψυχην δε μιαν δεδωκεν ημιν· αν ταυτην απολεσωμεν, μετα τινος εμβιοτευσωμεν;
Ψυχη εστιν ουσια τις ασωματος και αθανατος.
Ψυχη εστιν ουσια γεννητη, ουσια ζωσα νοερα.
Κλημεντ. - Παντων αναπνεουσαι αι ψυχαι, το ζην εχουσι, καν χωρισθωσι του σωματος, και τον εις αυτο ευρεθωσι ποθον εχουσαι, εις τον του Θεου κολπον φερονται αθανατοι· ως εν χειμωνος ωρα οι ατμοι της γης υπο των του ηλιου ακτινων εφελκομενοι φερονται προς αυτον.
Αθανατοι πασαι αι ψυχαι, και των ασεβων, αις αμεινον ην μη αφθαρτους ειναι. Κολαζομεναι γαρ υπο του ασβεστου πυρος απεραντω τιμωρια και μη θνησκουσαι, επι κακω τω εαυτων τελος λαβειν ουκ εχουσιν.
(=957=) Μοσχιωνος. - Αιρου παντα τα θνητα και γηϊνα απολεσας, ενα αθανατον και ουρανιον κτησασθαι.
Δημοκριτ. Ανθρωπους αρμοδιον ψυχης μαλλον η σωματος λογον ποιεισθαι. Ψυχη μεν γαρ τελειοτατη σκηνεος μοχθηριην ορθοι· σκηνεος δε ισχυς ανευ λογισμου ψυχην ουδεν τι αμεινω τιθησιν.
Κληταρχου. - Της ψυχης ως ηγεμονος επιμελου· του δε σωματος ως στρατιωτου προνοει.
(≡15Ε_384≡> Φιλιστιων. - Ψυχη σοφου αρμοζεται προς Θεον. Ψυχην θανατος ουκ απολλυσιν, αλλα κακος βιος.
Ζαλευκου. - Εκαστον ουν εχειν και παρασκευαζειν δει την εαυτου ψυχην παντων καθαραν των κακων. Ως γαρ ου τιμαται Θεος υπ᾿ ανθρωπου φαυλου, ουδε θεραπευεται δαπαναις, ουδε τραγωδιαις των αλισκομενων, αλλ᾿ αγαθη προαιρεσει των καλων εργων και δικαιων.
Επικτητου. - Ψυχην σωματος αναγκαιοτερον ιασθαι· του γαρ κακως ζην το τεθναναι κρεισσον.

ΛΟΓΟΣ ΝΔ´.
Περι φθονου.

(≡15Ε_386≡> Ματθ. κ´. - Ελθοντες δε και οι πρωτοι, ενομισαν οτι πλειονα ληψονται, και ελαβον και αυτοι ανα δηναριον. Λαβοντες δε εγογγυζον, κ. τ. ε.
Ιακ. γ΄ . - Οπου ζηλος και εριθεια, εκει ακαταστασια και παν φαυλον πραγμα.
Παροιμ. κγ´. - Μη συνδειπνει ανδρι βασκανω, μηδε επιθυμησης των εδεσματων αυτου.
Φθονος ουκ οιδε προτιμαν το συμφερον.
Σιραχ λζ´. - Μη συμβουλευου μετα υποβλεπομενου σου· απο των ζηλουντων σε κρυψον βουλην σου.
Βασιλ. - Ουχ ορας ηλικον εστιν η υποκρισις; και αυτη καρπος εστι του φθονου. Το γαρ διπλουν του ηθους, εκ φθονου μαλιστα τοις ανθρωποις γινεται.
Τι στεναζεις, φθονερε; το ιδιον κακον, η το αλλοτριον αγαθον;
Φθονου γαρ παθος ουδεν ολεθριωτερον ψυχαις ανθρωπων εμφυεται.
Ωσπερ γαρ ιος τον σιδηρον, ουτως ο φθονος την εχουσαν αυτον ψυχην εξαναλισκει.
Οι κυνες τρεφομενοι ημερουνται, και οι λεοντες χειροηθεις θεραπευομενοι γινονται· οι δε βασκανοι ταις θεραπειαις πλεον εξαγριαινονται.
Εθος τη Γραφη πολλαχου μετα του φονου τασσειν τον φθονον.
Ωσπερ η ερυσιβη ιδιον εστι του σιτου νοσημα· ουτως ο φθονος φιλιας εστιν αρρωστημα.
(≡15Ε_388≡> Οι μισοκαλοι δαιμονες, επειδαν οικειας εαυτοις ευρωσι προαιρεσεις, παντοιως αυταις αποκεχρηνται (960) προς το ιδιον βουλημα, ωστε και τοις οφθαλμοις των βασκανων εις υπηρεσιαν χρησασθαι του ιδιου θεληματος.
Ωσπερ επεται τω αγαθω η αφθονια, ουτως ακολουθει τω διαβολω η βασκανια.
Ωσπερ δε αι γυπες προς τα δυσωδη φερονται, πολλους μεν λειμωνας, πολλους δε ηδεις και ευωδεις τοπους υπεριπταμενοι· και αι μυιαι, το μεν υγιαινον παρατρεχουσι, προς δε το ελκος επειγονται· ουτως οι βασκανοι, τας μεν του βιου λαμπροτητας και τα μεγεθη των κατορθουμενων ουδε προσβλεπουσι, τοις δε σαθροις επιτιθενται.
Θεολ. - Μη φθονησεις τω κατορθουντι ως φθονηθεις, και φθονεισθαι πεισθεις, και δια τουτο κατενεχθεις.
Ως απολοιτο εξ ανθρωπων ο φθονος, η δαπανη των εχοντων, ο των πασχοντων ιος· το μονον των παθων αδικωτατον τε αμα και δικαιοτατον· το μεν, οτι πασι διοχλει καλοις, το δε, οτι αδικει τους εχοντας.
Χρυσοστ. - Ω φθονε ριζα θανατου, η πολυπλοκος νοσος, καρδιας οξυτατε ηλε! Ποιος γαρ ηλος οξυτατος ουτως κεντα, ως ο φθονος την εχουσαν αυτον καρδιαν τιτρωσκει;
Ο δαιμων φθονει μεν, ανθρωποις δε· δαιμονι δε ουδενι. Συ δε ανθρωπος ων, ανθρωποις φθονεις· και ποιας τευξη συγνωμης;
Γρηγ. Νυσ. - Φθονω ατυχημα μεν εστιν ου το ιδιον κακον, αλλα το αλλοτριον αγαθον· κατορθωμα δε παλιν, ου το οικειον καλον, αλλα το του πελας κακον.
Φθειρεσθαι τους νεκροβορους γυπας τω μυρω λεγουσι. Προς γαρ το δυσωδες και διεφθορος αυτων η φυσις ωκειεται. Και ο τη νοσω ταυτη κρατουμενος, τη μεν ευημερια των φιλων, (≡15Ε_390≡> οιον τινος μυρου προσβολη καταφθειρεται. Ει δε τι παθος εκ συμφορων ιδοι, προς τουτο καθιπταται, και το αγκυλον επαγει στομα, τα κεκρυμμενα εξελκων του δυστυχηματος.
Φιλωνος. - Τα καλα, καν φθονω προς ολιγον επισκιασθη χρονον, επι καιρω λυθεντα, αυθις αναλαμπει.
Πλουταρχου. - Τοις μεν δια του ηλιου πορευομενοις επεται κατ᾿ αναγκην σκια· τοις δε δια της δοξης βαδιζουσιν ακολουθει φθονος.
Το της δοξης καλλος ωσπερ υπο νοσου του φθονου ταχυ καταφθειρεται.
(=961=) Αναχαρσις. - Αναχαρσις ο Σκυθης ερωτηθεις, Δια τινα αιτιαν ανθρωποι λυπουνται παντοτε; εφη, οτι ου μονον αυτους τα ιδια κακα λυπει, αλλα και τα αλλοτρια αγαθα.
Αριστοτ. - Φθονος, φησιν, ανταγωνιστης εστι των ευτυχοντων.
Δημοκριτ. - Η των αγαθων ερις ωφελει τον ζηλουντα, μη βλαπτουσα τον ζηλουμενον.
Ουκ αν εκωλυον οι νομοι ζην εκαστον κατ᾿ ιδιαν εξουσιαν, ει μη ετερος ετερον ελυμαινετο. Φθονος γαρ στασιος αρχην απεργαζεται.
Ο αυτος τον φθονον ειπεν ελκος ειναι της αληθειας
Κλειταρχου. - Ωσπερ υπο του ιου τον σιδηρον, ουτω τους φθονερους υπο του ιδιου ηθους κατεσθιεσθαι.
Σωκρατης. - Πολλοι θανοντας αμειβουσι τοις ταφοις, ους τω φθονω προτερον ηλγυναν ζωντας.
Ο αυτος τον φθονον εφη της ψυχης ειναι πριονα.
Λευκιπ. - Ζηλοτυπια γαρ απαξ εμπεσουσα ψυχη, δυσεκλειπτον εστι
Κλεοβουλ. - Κλεοβουλος ο Λινδιος, ερωτηθεις υπο τινος, Τινα δει μαλιστα φυλαττεσθαι; ειπεν, Των μεν φιλων τον φθονον, των δε εχθρων την επιβουλην.
(≡15Ε_392≡> Βιωνος. - Βιων ο σοφιστης, ιδων τινα φθονερον σφοδρα κεκυφοτα, ειπεν, Η τουτω μεγα κακον συμβεβηκεν, η αλλω μεγα αγαθον.
Αγαθωνος.
Ουκ ην αν ανθρωποισιν εν βιω φθονος,
Ει παντες ημεν εξ ισου πεφυκοτες.
Θεοφραστ.. - Θεοφραστος ειπε, τους μοχθηρους των ανθρωπων, ουχ ουτως ηδεσθαι επι τοις ιδιοις αγαθοις, ως επι τοις αλλοτριοις κακοις.
Πλατων. - Αγαθος ην· αγαθω δε ουδεις περι ουδενος ουδεποτε γινεται φθονος.
Αριστονυμ. - Ο φθονος, ωσπερ φαυλος δημαγωγος, ταις καλαις αντιπολιτευεται πραξεσιν.
Θουκιδιδου. - Φθονος τοις ζωσι προς το αντιπαλον· το δε μη εμποδων, ανανταγωνιστω ευνοια τετιμηται.
Αναξιμεν. - Οσοι γαρ τα καλως ρηθεντα η πραχθεντα δια φθονον ουκ επαινουσι, πως ουτοι αν τοις εργοις ωφελησειαν;
Κατωνος. - Ηκιστα φθονεισθαι ελεγε τους τη τυχη χρωμενους επιεικως και μετριως. Ου γαρ ημιν, αλλα τοις περι ημας φθονουσιν.
Ανωνυμου. - Ουδενι φθονητεον· αγαθοι μεν γαρ αξιοι· κακοι δ᾿ αν ευτυχωσιν, κακως ζωσιν.
Θεμιστοκλης μειρακιον ων, ουδεν εφη πραττειν λαμπρον· ουπω γαρ φθονεισθαι. Καθαπερ γαρ αι κανθαριδες εμφυονται μαλιστα τω ακμαζοντι σιτω, και τοις ευθαλεσι ροδοις· ουτω ο φθονος απτεται (964) μαλιστα των χρηστων και αυξανομενων προς αρετην, και δοξαν ηθων και προσωπων κεκτημενων.

ΛΟΓΟΣ ΝΕ´.
Περι εκουσιου και ακουσιου.

(≡15Ε_394≡> Λουκ. ιβ´. - Εκεινος ο δουλος, ο γνους το θελημα του κυριου αυτου και μη ποιησας, δαρησεται πολλας· ο δε μη γνους, δαρησεται ολιγας.
Α´ Κορ. θ´. - Ουαι δε μοι εστιν, εαν μη ευαγγελιζωμαι. Ει γαρ εκων τουτο πραττω, μισθον εχω· ει δε ακων, οικονομιαν πεπιστευμαι.
Σολομ. ι΄ . - Ακουσιον εξηλθεν απο προσωπου εξουσιαζοντος.
Παροιμ. λ´. - Αμελγε γαλα, και εσται βουτυρον. Εαν δε εκπιεζης μυκτηρα, εξελευσεται αιμα.
Σιραχ ιη´. - Οπισω των επιθυμιων σου μη πορευου, και απο των ορεξεων σου κωλυου. Εαν γαρ χορηγησης τη ψυχη σου ευδοκιαν επιθυμιας, ποιησεις επιχαρμα εχθρων.
Βασιλειου. - Τα εν αδου κακα ου Θεον εχει τον αιτιον, αλλ᾿ ημας αυτους. Αρχη γαρ και ριζα της αμαρτιας, το εφ᾿ ημιν και το αυτεξουσιον.
Επαινουμεν τους κατα προαιρεσιν αγαθους, ου τους υπο τινος αναγκης εις τουτο ηκοντας. Οπου γαρ προαιρεσις ετοιμη, το κωλυον ουδεν.
Βια γαρ η φοβος, αρετης ουκ αν ποτε γενοιτο δημιουργος. Εθελουσια γαρ, και ουκ αναγκης τα καλα.
Το εκουσιον λυπηρον, του ακουσιου τερπνου τιμιωτερον.
Θεολογου. - Το μεν γαρ εκουσιον, μονιμωτερον τε και ασφαλεστερον· και του μεν του βιασαμενου, το δε ημετερον· και το μεν επιεικειας Θεου, το δε τυραννικως εξουσιας.
(≡15Ε_396≡> Φιλει το βια κρατουμενον ελευθεριαζειν καιρου λαβομενον.
Ποιμην αμελγει, ει θελει, και τους τραγους,
Αλλ᾿ αντι γαλακτος, αιματων πηγας οισει.
Χρυσοστ. - Ου τους αναγκη της κακιας απεχομενους, αλλα τους προαιρεσει, στεφανοι ο θεος.
Ουκ αναγκη και βια, αλλα βουλησει και γνωμη προσαγεται ημας ο Θεος.
Ουδεις καρπος αναγκης, αλλα πας μισθος προαιρεσεως. Ου λογιζεται ο Θεος τα εξ αναγκης, αλλα τα εκ προαιρεσεως κατορθουμενα.
(=965=) Ωσπερ τω στρουθω των πτερων οφελος ουδεν, υπο της παγιδος αλοντι, αλλ᾿ εικη και ματην πτερυσσεται· ουτω και σοι των λογισμων ουδεν οφελος, εαν κατακρατος υπο της πονηρας επιθυμιας αλως.
Διονυσιου. - Ουκ ηναγκασμενην ζωην εχομεν οι ανθρωποι. Ουτε γαρ δια την των προνοουμενων αυτεξουσιοτητα τα θεια φωτα της προνοητικης ελλαμψεως απαμβλυνεται.
Διδυμου. - Τα μεν ακουσια αμαρτηματα και νομος συγχωρει, και Θεος παρορα φιλανθρωπος ων, και ουκ απηνης και των εκουσιων.
Φιλων. - Ουχ ως το εκουσιως αμαρτανειν εστιν αδικον, ουτω και ακουσιως και κατα αγνοιαν, ευθυς δικαιον· αλλα ταχα που μεθοριον αμφοιν, δικαιου και αδικου, το υπο τινων καλουμενον αδιαφορον. Αμαρτημα γαρ ουδεν εργον δικαιοσυνης.
Κλημεντος. - Μαλιστα παντων Χριστιανοις ουκ εφιεται το προς βιαν επανορθουν τα των αμαρτηματων πταισματα. Ου γαρ τους αναγκη της κακιας απεχομενους, αλλα τους προαιρεσει στεφανοι ο Θεος.
Ου δυνατον τινα αγαθον ειναι βεβαιως, ει μη κατα προαιρεσιν οικειαν. Ο γαρ υφ᾿ ετερου αναγκης αγαθος γινομενος, (≡15Ε_398≡> ουκ αγαθος· οτι μη ιδια προαιρεσει εστιν ο εστιν. Το γαρ εκαστου ελευθερον, αποτελει το οντως αγαθον, και δεικνυει το οντως κακον. Οθεν δια των υποθεσεων τουτων εμηχανησατο ο Θεος φανερωσαι την εκαστου διαθεσιν.
Χορικιου. - Το εκ φυσεως καλον, αδοκιμον· το δε εκ προαιρεσεως, επαινετον.
Επικτητου. - Ει βουλει αταραχως και ευαρεστως ζην, πειρω τους συνοικουντας σοι συμπαντας αγαθους εχειν. Εξεις δε αγαθους, ει τους μη εκοντας παιδευεις, τους δε ακοντας [επειτα κεχειρωμενους] απολυεις. Συμφευξεται γαρ τοις φευγουσιν η μοχθηρια αμα και η δουλεια· συναπολειφθησεται δε τοις συμβαινουσι σοι η χρηστοτης και η ελευθερια.
Σωκρατ. - Ο μεν εκουσιως ταλαιπωρων, επ᾿ αγαθη ελπιδι πονων ευφραινεται· αι δε ραδιουργιαι και εκ του παραχρημα ηδοναι, ουτε σωματος ευεξιαν ικαναι εισιν εργαζεσθαι, ουτε ψυχης επιστημην αξιολογον ουδεμιαν εμποιουσιν.
Θεαγους Πυθαγορειου. - Το μεν ακουσιον, ουκ ανευ λυπης και φοβου· το δε εκουσιον, ουκ ανευ ηδονης και φιλοφροσυνης.
(=968=) Εκ των Νικολαου εθων. - Θυνοι τους ναυαγους φιλανθρωπως δεχομενοι φιλους ποιουνται· των δε ξενων, τους μεν εκουσιως ελθοντας, σφοδρα τιμωσι· τους δε ακουσιως, κολαζουσιν.

ΛΟΓΟΣ Στ´.
Περι του "Γνωθι σαυτον."

(≡15Ε_400≡> Λουκ. στ´. - Τι βλεπεις το καρφος το εν τω οφθαλμω του αδελφου σου, την δε εν τω σω οφθαλμω δοκον ου κατανοεις;
῾Ρωμ. ιδ´. - Συ τις ει ο κρινων αλλοτριον οικετην; τω ιδιω κυριω στηκει η πιπτει· σταθησεται δε· δυνατος γαρ εστιν ο Θεος στησαι αυτον.
Σολομ. ια´. - Περιπατει εν οδοις καρδιας σου αμωμος, και γνωθι σαυτον· οτι εν πασι τουτοις αξει σε ο Θεος εις κρισιν.
Παροιμ. ιγ΄. - Οι εαυτων επιγνωμονες, σοφοι.
Σιρ. ιγ´. - Συντηρησον και προσεχε σφοδρως, οτι μετα της πτωσεως σου περιπατεις.
Βασιλειου. - Η ακριβης σαυτου κατανοησις αυταρκη σοι παρεχει χειραγωγιαν προς την εννοιαν του Θεου.
Μεμνημενος της φυσεως, ουκ επαρθηση ποτε· μεμνηση δε εαυτου εαν προσεχης σαυτον.
Επαθες, ανθρωπε, ο εγκαλεις· και το μεν αλλοτριον κακον επιμελως βλεπεις, το δε σαυτου αισχρον ουδαμου τιθεις.
Τω οντι γαρ εοικε παντων ειναι χαλεπωτατον, εαυτον επιγνωναι. Ου γαρ μονος οφθαλμος τα εξω βλεπων εφ᾿ εαυτον ου κεχρηται τω οραν· αλλα και αυτος ημων ο νους, οξεως το αλλοτριον (≡15Ε_402≡> αμαρτημα καταβλεπων, βραδυς εστι προς την των οικειων ελαττωματων επιγνωσιν.
Θεολογ.
Ερευνα σαυτον πλειον, η τα των πελας.
Τω μεν γαρ αυτος κερδανεις, τω δ᾿ οι πελας.
Γνωθι σεαυτον, αριστε, ποθεν και οστις ετυχθης.
῾Ρεια κεν ωδε τυχης καλλεος αρχετυπου.
Διδυμου. - Το ειδεναι τινα οτι αγνοει, σοφιας εστιν· ως και το ειδεναι οτι ηδικησε, δικαιοσυνης.
Χρυσοστ. - Ουτος μαλιστα εστιν ο εαυτον ειδως, ο μηδεν εαυτον ειναι νομιζων.
(=969=) Κλημεντ.
Ει βουλει γνωναι Θεον, προλαβων γνωθι σαυτον.
Αντιφανους.
Ει θνητος ει, βελτιστε, θνητα και φρονει.
Δημοσθ.
Οιμαι το μελλον απασιν ανθρωποις αδηλον· και μικροι καιροι, μεγαλων πραγματων αιτιοι γινονται. Διο δει μετριαζειν εν ταις ευπραξιαις, και προορωμενους το μελλον φαινεσθαι.
Ηρακλειτου. - Ηρακλειτος νεος ων, παντων γεγονεν σοφωτερος, οτι ηδει εαυτον μηδεν οντα.
Σωκρατ. - Σωκρατης ωετο μηδεν ειδεναι, πλην αυτο τουτο, οτι μηδεν οιδεν· τους δε λοιπους, μηδε τουτο ειδεναι.
Οι μεν σφοδρως πυρεττοντες, την ορεξιν και την ρωμην· οι δ᾿ εν τοις βασιλειοις παροικουντες, τον νουν και τα ηθη πεφυκασι διαφειρεσθαι, ει μη το, Γνωθι σαυτον, συχνως εαυτοις επιλεγουσιν.
(≡15Ε_404≡> Φιλημον.
Ανθρωπος ων, τουτ᾿ ισθι, και μενεις αει.
Σωτατου.
Ει και βασιλευς πεφυκας, ως θνητος ακουσον.
Αν μακρα πτυης, φλεγματιω κρατη περισσω.
Αν ευϊματης, ταυτα προ σου προβατιον ειχεν·
Αν χρυσοφορης, τουτο τυχης εστιν επαρμα.
Αν πλουσιος ης, τουτο χρονων αδηλον ισχυς.
Αν αλαζονευη, τουτο ανοιας εστι φρυαγμα.
Αν δε σωφρονης, τουτο Θεου δωρον υπαρχει.
Η δε σωφροσυνη παρεστιν, εαν μετρης σεαυτον.
Θαλης. - Χαλεπο δε εαυτον γνωναι, αλλα μακαριον· ζην γαρ κατα φυσιν.
Πλατωνος. - Οι ουκ ειδοτες, ως επος ειπειν ουδεν, οιομεθα τα παντα ειδεναι· ουκ επιτρεποντες δε αλληλοις, α μη επισταμεθα πραττειν, αναγκαζομεθα αμαρτανειν αυτοι πραττοντες.
Μενανδρ. -
Κατα πολλων εστιν ου καλων ειρημενον,
Το Γνωθι σεαυτον, χρησιμωτερον γαρ ην,
Το, Γνωθι τους αλλους.
Ξενοφωντ. - Οι μεν γαρ ειδοτες εαυτους, τα επιτηδεια εαυτοις ισασι, και διαγινωσκουσιν α τε δυνανται, και α μη. Και α μεν επιστανται πραττοντες, ποριζονται τε ων δεονται, και ευ πραττουσιν· ων δε μη επιστανται απεχομενοι, αναμαρτητοι γινονται και διαφευγουσι το κακως πραττειν.
Ουτος εμοιγε δοκει, ο μη ειδως την εαυτου δυναμιν, αγνοειν εαυτον. Εκεινο δε ου φανερον, εφη, οτι μεν δια το ειδεναι εαυτους πλειστα αγαθα ισχυουσιν ανθρωποι· δια δε το εψευσθαι εαυτων, πλειστα κακα;
(≡15Ε_406≡> Επι μηδενι επαρθης αλλοτριω προτερηματι. Ει ο ιππος ελεγεν επαιρομενος, οτι Καλος ειμι, ανεκτον ην· συ δε οταν λεγεις, οτι Ιππον καλον εχω, ισθι οτι εφ᾿ ιππω αγαθω μεγα φρονεις. Τι ουν εστι σον; Χρησις φαντασιων, ην οταν κατα φυσιν εχης, τοτε (972) επαρθητι· τοτε γαρ επι τω σω πλεονεκτηματι επαρθηση.
Χειλων. - Χειλων ερωτηθεις, τι το χαλεπωτατον, Το γινωσκειν εαυτον, εφη. Χρησιμον γαρ εις νουθεσιαν των αλαζονων, οι υπερ την εαυτων δυναμιν φλυαρουσιν.

ΛΟΓΟΣ ΝΖ´.
Περι χρηστοτητος.

(≡15Ε_408≡> Λουκ. στ´. - Αγαθοποιειτε και δανειζετε, μηδεν απελπιζοντες, και εσται ο μισθος υμων πολυς, και εσεσθε υιοι Υψιστου, οτι αυτος χρηστος εστι επι τους αχαριστους και πονηρους.
Εφ. δ´. - Γινεσθε εις αλληλους χρηστοι και ευσπλαχνοι, χαριζομενοι εαυτοις, καθως και ο Θεος εν Χριστω εχαρισατο υμιν.
Κολοσσ. γ´. - Ενδυσασθε σπλαγχνα οικτιρμου, χρηστοτητα, ταπεινοφροσυνην, μακροθυμιαν, πραοτητα.
Παροιμ. β΄. - Χρηστοι εσονται οικητορες γης· ακακοι δε υπολειφθησονται εν αυτη.
Χριστος χρηστος ων, και ιδων το πλασμα αυτου, ουτε ανηκεν αυτους, ουτε κατελιπε φειδομενος αυτων.
Βασιλ. - Το κατ᾿ εικονα εχω, εν τω λογικος ειναι· το δε καθ᾿ ομοιωσιν γινομαι, εν τω χρηστος γενεσθαι.
Το μεν γαρ τους αντιτεινοντας υπο χειρα λαμβανειν, ανδρειου τε και αρχοντος ως αληθως· τοις δε υποπεπτωκοσι χρηστον ειναι και πραον, μεγαλοφροσυνη παντων και ημεροτητος διαφεροντος.
Διονυσιου του Αρεωπαγιτου. - Το κατα παντα τροπον του αγαθου εστερημενον, ουδαμη ουδαμως ουτε ην, ουτε εστιν, ουτε εσται, ουτε ειναι δυναται.
Θεολογου. - Αγαθον χρηστοτητι νικαν θρασυτητα, και βελτιου ποιειν τους αδικουντας, οις καρτερουμεν πασχοντες.
(≡15Ε_410≡> Πασι μεν ισθι χρηστος, πλεον δε τοις εγγιστα.
Ζητει Θεου σοι χρηστοτητα, χρηστος ων.
Τι χρηστοτητος δογμα συντομωτερον;
Τοιουτος ισθι τοις φιλοις και τοις πελας,
Οιους σεαυτω τουσδε τυγχανειν θελεις.
Χρυσοστ. - Ουκ ευεργετων μονον, αλλα και κολαζων αγαθος εστι και φιλανθρωπος ο Θεος. Και γαρ αι κολασεις αυτου και αι τιμωριαι, μεγιστον ευεργεσιας μερος εισιν· επει και ιατρος, ουχ οταν εις παραδεισους και λειμωνας εξαγη τον καμνοντα μονον, ουδ᾿ οταν εις βαλανεια και κολυμβηθρας υδατων, αλλα και οταν ασιτον κελευη διαμειναι, οταν τεμνη, οταν πικρα προσαγει φαρμακα, τοτε και ιατρος εστιν (=973=) ομοιως, και την αυτου φιλανθρωπιαν επιδεικνυσιν πλεον.
Γρηγ. Νυσσ. - Ο τη φυσει αγαθος, και αγαθων παντων παρεκτικος.
Ιδιον παντως αγαθου, το ωφελειν.
Δημοσθ. - Ου τοσουτον ο λογος, οσον χρηστος τροπος πειθειν δυναται.
Ποσιδιππου.
Οισιν ο τροπος εστιν ευτακτος, τουτεοισι και βιος συντεκταται.
Τεχνη μεν γνωριμους εκτησαμην
Πολλους· δια το τροπον δε, τους πλειστους φιλους.

Θεμιστοκλ. - Θεμιστοκλης χωριον πωλων εκελευσε κηρυττειν, οτι και γειτονα χρηστον εχει.
Μενανδρου.
Συ μεν παραινεις ταυτα οσα σοι πρεπει,
Εμε δε ποιειν το καθηκον, ουχ ο σος λογος,
Ευ ισθι ακριβως· ο δ᾿ ιδιος πειθει τροπος.
Ουδεις πονηρον πραγμα χρηστος ων ποιει.
Ου παντελως δει τοις πονηροις επιτρεπειν.
Αλλ᾿ αντιταττεσθαι· ει δε μη, τ᾿ ανω κατω
Ημων ο βιος λησει μεταστραφεις ολος.
(≡15Ε_412≡> Λευκιππης. - Χρηστοτης, τυγχανουσα μεν χαριτος, ετι μαλλον αυξεται· προπηλακισθεισα δε, εις οργην ερεθιζεται.
Περιθου.
Πολλων χρηματων, το χρηστον ειναι λυσιτελεστερον εστι.
Τροπος εστι χρηστος ασφαλεστερος νομου.
Τον μεν γαρ ουδεις αν διαστρεψαι ποτε
῾Ρητωρ δυναιτο· τον δ᾿ ανω τε και κατω
Λογος ταρασσων πολλακις λυμαινεται.

ΛΟΓΟΣ ΝΗ´.
Περι νομου.

(≡15Ε_414≡> Ιωαν. η´. - Η κρισις η εμη δικαια εστιν, οτι μονος ουκ ειμι, αλλ᾿ εγω και ο πεμψας με. Και εν τω νομω τω υμετερω γεγραπται, Οτι δυο ανθρωπων μαρτυρια αληθης εστιν.
῾Ρωμ. β´. - Οσοι ανομως ημαρτον, ανομως και απολουνται· και οσοι εν νομω ημαρτον, δια νομου κριθησονται.
Παροιμ. κθ΄. - Το νομον γνωναι, διανοιας εστιν αγαθης.
Σιραχ κα´. - Ο φυλασσων νομον Κυριου, κρατει του εννοηματος αυτου.
(=976=) Βασιλ. - Ει τα αλογα επινοητικα και φυλακτικα της αυτων σωτηριας εισι, και οιδε το αιρετον αυτου και το φευκτον ιχθυς· τι ερουμεν ημεις οι λογοις τετιμημενοι, και νομοις πεπαιδευμενοι, επαγγελιαις προτραπεντες, Πνευματι σοφισθεντες· ειτα των αλογων ιχθυων αλογωτερον τα καθ᾿ εαυτους διατιθεμενοι, μη πειθομενοι τω νομω υπεικειν;
Ου δυνατον σωθηναι μη ποιουντα τα κατ᾿ εντολην του Θεου εργα· ουτε το παριδειν τι των προστεταγμενων ακινδυνον. Δεινη γαρ η επαρσις, κριτας ημας του νομοθετου καθεζεσθαι, και τους μεν εγκρινειν των νομων, τους δε παραπεμπεσθαι. Ει γαρ δει τελειον ειναι τον του Θεου ανθρωπον, αναγκη πασα δια πασης εντολης καταρτισθηναι, εις μετρον ηλικιας του πληρωματος (≡15Ε_416≡> του Χριστου· επει κατα τον θειον νομον καν καθαρον η τον τελουμενον, [αν μη τελειον και ολοκληρον,] απροσδεκτον εις θυσιαν τω Θεω.
Θεολογου. - Ει μεν ουν εμειναμεν οπερ ημεν, και την εντολην εφυλαξαμεν, εγενομεθα αν οπερ ουκ ημεν.
Ως ηδιον τι μανθανειν, η διδασκειν περι Θεου.
Λογω μεν ευσεβουντες ολιγα, εργω δε πλειονα· και τη τηρησει των νομων μαλλον, η τω θαυμαζειν τον νομοθεντην, το περι αυτον φιλτρον επιδεικνυμενοι.
Νομοις υποκεισαι και κανοσι Δεσποτικοις, καθ᾿ ους σε προσηκει ζην. Και τουτο απο σαυτου πρωτον κατανοησον, οτι και η ψυχη σου πανταχοθεν τοις της αρετης υποκειται παραγγελμασιν. Ελαβες και σωμα παρα του Κτισαντος, πεντε αισθησεσιν εις τας της ζωης χρειας οικονομουμενον. Εισι δε ουδε αυται ελευθεροι και αυτονομοι· αλλ᾿ εκαστη δουλη νομων εστι. Και πρωτος ακουει ο οφθαλμος. Βλεπε, φησιν, και θεωρει α βλεπειν καλον· και, βελτιον εκκοπτειν αυτον, οταν ατακτα βλεπη και επιζημια. Εχει και η ακοη παραγγελμα, και η γλωσσα και αι λοιπαι ομοιως.
Ουτε πλεοντας παρα τοπον ορμειν ασφαλες, ουτε ζωντας παρα νομον βιουν ακινδυνον.
Νομους φυλαττων, τους φοβους εξω βαλεις·
Φοβου γαρ εξω πας ο του νομου φυλαξ.
Δυο μεν τα διαγοντα ημας εστι· φυσις και νομος· κρατει δε του νομου η φυσις.
Χρυσοστ. - Ισασι και οι νομοι τα εξ αναγκης συγγινωσκειν αμαρτηματα.
Ειδη των νομων τρια· νομος ο της φυσεως, νομος ο του γραμματος, ο τω Μωϋσει δοθεις, νομος ο της χαριτος.
(=977=) Ζαλευκου. - Ζαλευκος ο των Λοκρων νομοθετης, τους νομους τοις αραχνιοις ειπεν ομοιους ειναι. Και γαρ εις εκεινα εαν (≡15Ε_418≡> εμπεση μυια η κωνωψ, κατεχεται· εαν δε σφηξ η μελισσα, διαρρηξασα αφισταται. Εν τοις νομοις εαν εμπεση πενης, συνεχεται· εαν δε πλουσιος η δυνατος λεγειν, διαρρηξας αποτρεχει.
Σολων. - Σολων ερωτηθεις υπο τινος, πως αριστα αι πολεις οικουνται, εφη· Εαν μεν οι πολιται τοις αρχουσι πειθωνται, οι δε αρχοντες τοις νομοις.
Δημαδους. - Τοις μεν δουλοις, η αναγκη νομος· τοις δε ελευθεροις, ο νομος αναγκη.
Επικτητου. - Νομος βουλεται μεν ευεργετειν βιον ανθρωπων· ου δυναται δε τοις πειθομενοις ενδεικνυται την ιδιαν αρετην.
Ωσπερ τοις νοσουσιν ιατροι σωτηρες, ουτω και τοις αδικουμενοις οι νομοι.
Νομοι αληθεστατοι οι δικαιοτατοι.
Νομω και αρχοντι και τω σοφωτερω εικειν κοσμιον.
Τα παρα νομον γινομενα, αντι μη γινομενων εισιν.
Δημοσθ. - Δημοσθενης ο ρητωρ εφη, πολεως ειναι την ψυχην, τους νομους. Ωσπερ γαρ σωμα στερηθεν ψυχης πιπτει, ουτω και πολις, μη οντων νομων καταλυεται.
Κυρου. - Ο αυτος ερωτηθεις, Τινας αδικους νομιζεις ειναι; Τους μη χρωμενους, ειπε, τω νομω.
Θεοφραστ. - Ολιγων οι αγαθοι νομων δεονται· ου γαρ τα πραγματα προς τους νομους, αλλ᾿ οι νομοι προς τα πραγματα τιθενται.
Ανωνυμου. - Κρατιστην ειναι δημοκρατιαν, εν η οι παντες ως τυραννον φοβουνται τον νομον.
Αρκεσιλαος. - Αρκεσιλαος ελεγεν· Ωσπερ οπου φαρμακα πολλα και ιατροι πολλοι, ενταυθα νοσοι πλεισται· ουτω δη και οπου νομοι πλειστοι, εκει ειναι και αδικιαν μεγιστην.

ΛΟΓΟΣ ΝΘ´.
Περι λογικου και λογισμου.

(≡15Ε_420≡> Λουκ. στ´. - Ο αγαθος ανθρωπος, εκ του αγαθου θησαυρου της καρδιας εκβαλλει αγαθα· και ο πονηρος ανθρωπος εκ του πονηρου θησαυρου εκβαλλει πονηρα
Β´ Κορινθ. ι´. - Τα γαρ οπλα της στρατειας ημων ου σαρκικα, αλλα δυνατα τω Θεω προς καθαιρεσιν (=980=) οχυρωματων· λογισμους καθαιρουντες, και παν υψωμα επαιρομενον κατα της γνωσεως του Θεου, και αιχμαλωτιζοντες παν νοημα εις την υπακοην του Χριστου.
Παροιμ. ιε΄. - Οδοι ζωης διανοηματα συνετου· απο των διανοηματων αυτου πλησθησεται ανηρ αγαθων.
Παροιμ. ιβ΄. - Λογισμοι δικαιων κριματα.
Παροιμ. ιθ´. - Πολλοι λογισμοι εν καρδια ανδρος· η δε βουλη του Θεου κρατησει εις τον αιωνα.
Σιραχ κζ´. - Εν σεισματι κοσκινου διαμεινει κοπρια· ουτως σκυβαλα ανθρωπου εν λογισμω αυτου.
Βασιλ. - Εκ λογικου γαρ και αλογου, κατα το Ελληνικον προς φυσιολογιαν πλασμα, ωσπερ τινα κενταυρον, συνθεις ο Δημιουργος ολον τον ανθρωπον τω ανθρωπομορφω απο κεφαλης εως στερνων ανωθεν μερει, το απο ομφαλου εως οσφυος καθαπερ ιππου, φυσιν [προς τε τας γαστρος ηδονας κτηνωδες υπαρχον, και προς τας μιξεις αλογως κινουμενον] κατωθεν φερον προσηρμοσεν· ουχ υπο του αλογου μερους το λογικον εξαρπαζεσθαι βουληθεις, αλλα τω λογικω υποβεβλημενον εχοντι το αλογον μερος, ηνιοχεισθαι προς τας της φυσεως αναγκας, πανσοφως ενθεις.
Του αυτου. - Ο την θειαν απαθειαν κατορθωσαι σπουδαζων, αδουλωτον παντι παθει οφειλει φυλαξαι τον εαυτου λογισμον.
(≡15Ε_422≡> Θεολογου. - Κρεισσων λογισμος πραξεων η χρηματων· τα μεν γαρ της φθορας εστιν, ο δε ισταται.
Χρυσοστ. - Δια τουτο πτερα τοις στρουθιοις, ινα φυγη παγιδα· και δια τουτο λογισμος τοις ανθρωποις ινα εκφυγωσιν αμαρτηματα.
Ου παυεται λογισμους η διανοια τικτουσα· συ δε, τους μεν φαυλους εκτιλλε, τους δε αγαθους γεωργει.
Κλημεντ. - Ουχ η των πραξεων αποχη δικαιοι τον πιστον, αλλ η των εννοιων αγνεια και ειλικρινεια.
Πλουταρχ. - Επισκοτει τω μεν ηλιω πολλακις τα νεφη· τω δε λογισμω, τα παθη.
(=981=) Εκ μεν του ποδος την ακανθαν, εκ δε της αλογου ψυχης, την αγνοιαν υπεξελεσθαι δει.
Φιλημονος. - Ο τω λογισμω παντα παρ᾿ εαυτω σκοπων, το κακον αφαιρει, ταγαθον δε λαμβανει.
Ισοκρατους. - Α αν σοι λογιζομενω βελτιστα, ταυτα τοις εργοις επιτελει.
Δει ωσπερ εξ ευνομουμενης πολεως φυγαδευειν στασιαστην ανθρωπον, ουτως εκ της ψυχης τον προς τα φαυλα κεκλικοτα λογισμον.
Τω γαρ παθει του σωματος, και το νοερον της ψυχης συνομολογειν ανεχεται.
Πυθαγορου. - Αισχρον τοις των μελιττων δωρημασι γλυκαζοντα την καταποσιν, το του Θεου δωρον πικραζειν τον λογον, τη κακια.
Θεαγους. - Το γαρ αντεχειν μη δυνασθαι τοις πονοις, επικρατειν δε την ηδονην, οικειον εστι τω αλογω μερει τας ψυχας· α δε προαιρεσις εν αμφοτεροις αυτοις γινεται, και τω λογον εχοντι μερει τας ψυχας, και τω αλογω.

ΛΟΓΟΣ Ξ´.
Περι αφροσυνης, αφρονος και ανοητου, και απαιδευτου και μωρου.

(≡15Ε_424≡> Ματθ. ζ´. - Πας ο ακουων μου τους λογους, και μη ποιων αυτους, ομοιωθησεται ανδρι μωρω.
Α´ Κορ. ιδ´. - Μη παιδια γινεσθε ταις φρεσιν, αλλα τη κακια νηπιαζετε· ταις δε φεσι, τελειοι γινεσθε.
Καρδια αφρονος, οδυνη τω κτησαμενω αυτην.
Σολομ. ι´. - Χειλη αφρονος καταποντιουσιν αυτον. Αρχη λογων στοματος αυτου, αφροσυνη, και εσχατη στοματος αυτου περιφερεια πονηρα.
Παροιμ. ιστ´. - Ανηρ αφρων ορυσσει εαυτω κακα· επι δε των εαυτου χειλεων θησαυριζει πυρ.
Παροιμ. ιη΄. - Ου χρειαν εχει σοφιας ενδεης φρενων· μαλλον γαρ αγεται αφροσυνη.
Σιραχ κβ´. - Μετα αφρονος μη πληθυνης λογους, και προς ασυνετον μη πορευου.
Σιραχ κβ´. - Επι νεκρω κλαυσον, εξελιπε γαρ φως· και επι μωρω κλαυσον, εξελιπε γαρ συνεσις.
Σιραχ κβ´. - Αμμον και αλας και βωλον σιδηρουν, ακοπωτερον υπενεγκειν, η ανθρωπον αφρονα.
Σιραχ δ´. -Μη υποστρωσης ανθρωπω μωρω σεαυτον.
Σιραχ η´. - Μετα μωρου μη συμβουλευου.
Σιραχ κβ´. - Συγκολλων οστρακον, ο διδασκων μωρον.
Αισχος νομιζε την φρενων ακοσμιαν.
(≡15Ε_426≡> Βασιλειου. - Ωσπερ οι ασθενουντες χρηζουσιν ιατρικης, ουτω σοφιας αφρονες επιδεονται.
(=984=) Θεολογου.
Αισχρον νεον γεροντος ασθενεστερον
Ειναι, γεροντα δ᾿ αφρονεστερον νεου.
Ηχοι θαλασσης ανδρος αφρονος λογοι,
Θλιβοντες ακτας, ου πιαινουσι χλοαν.
Χρυσοστ. - Ουδεν ουτω ποιει μωρους ως πονηρια. Οταν γαρ υπουλος η, οταν αχαριστος, οταν ουδεν ηδικημενος λυπη, πως ουκ εσχατης ανοιας εξοισει δειγμα;
Φιλωνος. - Πεφυκεν αφρων επι μηδενος αισθανεσθαι πραγματος η εσταναι· και εστιν αυτων ζωη πασα κρεμαμενη, βασιν ακραδαντον ουκ εχουσα.
Μειζον ανθρωπω κακον αφροσυνης, ουδεν εστι, τω ιδιον του λογιστικου γενους τον νουν ζημιωθεντι.
Πεφυκεν ο αφρων αει επι τον αρθον [αργον] λογον κινουμενος, ηρεμια και αναπαυσει δυσμενης ειναι.
Ουτε αρρωστου πληγην, ουτε ανοητου απειλην δει ευλαβεισθαι.
Πλουταρχ. - Οδηγον τυφλον λαβειν και συμβουλον ανοητον, ισον εστιν.
Ουχ ουτω τοις ορφανοις παισιν, ως τοις ανοητοις ανδρασιν επιτροπους δει παρειναι.
Οι ελαφροι των ανθρωπων, ωσπερ τα κενα των αγγειων, ευβαστακτοι τοις ωτιοις εισιν.
Κακοσιτος εστι προς τον συμφεροντα λογον η των ανοητων ψυχη, ου παραδεχομενη τον σωζοντα νουν, ωσπερ φαρμακον.
Κρατης. - Κρατης απεικαζε τους ανοητους των ανθρωπων τοις τρυπανοις· ανευ γαρ δεσμου και αναγκης, μηδεν εθελειν των δεοντων ποιειν.
Σεξτον. - Ουτε εν ιχθυσι φωνην, ουτε εν απαιδευτοις αρετην δει επιζητειν.
(≡15Ε_428≡> Ζηνων. - Των τις εν ακαδημια νεανισκων περι επιτηδευματων διαλεγετο αφρονων. Ο δε Ζηνων, Εαν μη την γλωσσαν, εφη, εις νουν αποβρεξας διαλεγης, πολυ πλειω ετι και εν τοις λογοις πλημελησεις.
Δημαδης. - Δημαδης τους Αθηναιους εικαζεν αυλοις, ων ει τις αφελοι την γλωτταν, το λοιπον ουδεν εστιν.

ΛΟΓΟΣ ΞΑ´.
Περι ασωτιας.

(≡15Ε_430≡> Λουκ. ιε´. - Και μετ᾿ ου πολλας ημερας συναγαγων απαντα ο νεωτερος υιος απεδημησεν εις χωραν μακραν, και εκει διεσκορπισε την ουσιαν αυτου, ζων ασωτως.
Εφεσ. ε΄. - Μη μεθυσκεσθε οινω, εν ω εστιν ασωτια.
(=985=) Παροι. κθ´. - Ος κατασπαταλα εκ παιδος ασωτως, οικετης εσται· εσχατον δε οδυνηθησεται εφ᾿ εαυτω.
Σιραχ στ´. - Τα φυλλα σου καταφαγεσαι ασωτως, και τους καρπους σου απολεσεις, και αφησεις σεαυτω ως φυλλον ξηρον.
Βασιλειου. - Ουδε γαρ φειδομενα καθαπαξ πλουτου, ερριμενους χαμαι παρατρεχομεν αδελφους, ουδε τοις παισιν η τοις αλλοις οικειοις την ευποριαν φυλαττοντες, αποκλειομεν τοις δεομενοις τας ακοας· αλλα την δαπανην μετατιθεντες επι τοις χειρουσι, και το φιλοτιμον ακομην πονηριας ποιουμενοι τοις ταυτην επιτηδευουσι. Ποσαι γαρ η ποσοι των ενιων περιεστηκασι τραπεζαν; Οι μεν αισχροις ρημασι τον εστιατορα θελγοντες, οι δε ατοποις βλεμμασι τε και σχημασι το της ακρασιας εκκαιουσι πυρ· οι δε τοις εις αλληλους σκωμμασι γελωτα τω κεκληκοτι κατασκευαζειν εθελοντες· και ουτοι δε, ου το εστιαθηναι λαμπρως μονον κερδαινουσιν, αλλα και τας χειρας πεπληρωμενας πολυτελων δωρων καταγουσιν.
Θεολογου. - Της αυτης δυσχερειας εστι, και κτησασθαι τι των αγαθων ουχ υπαρχον, και κτηθεν διασωσασθαι.
(≡15Ε_432≡> Του μεν γαρ δαπαναν η φιλοδοξια τοις πολλοις παρεχει το προθυμον· ου δε αφανης η επιδοσις, και το παρεχειν αμβλυτερον.
Χρυσοστ. - Ει παιδος επιτροπευες, και λαβων τα αυτου περιεωρας αυτον εν τοις εσχατοις οντα, μυριους αν ειχες κατηγορους, και την απο των νομων εδωκας αν δικην· τα δε του Χριστου λαβων, και ουτως ματην αναλισκων, ουχ η γη δωσειν ευθυνας.
Διωνος. - Μηδεποτε ματην χρηματα σπουδαζε αναλισκειν, εξ ου ουδεμια προσγινεται ευκλεια. Πλουτος γαρ ακριβης, ουχ ουτως εκ του πολλα λαμβανειν, ως εκ του μη πολλα αναλισκειν αθροιζεται.
Μενανδρου.
Τους τον ιδιον δαπανωντες αλογιστως βιον,
Το καλως ακουειν, ταχυ ποιει πασι κακως.
Χιλωνος. - Δαπανωμενος εφ᾿ α μη δει, ολιγος εση εφ᾿ α δει.
Το μη κεκτησθαι πλουτον, βλαβην ου κομιζει τοσαυτην· το δε τοις ουσι κακως κεκχρησθαι, απολλυσιν τον ουτως, φασι, κεχρημενου βιον.
(=968=) Πλουταρχ. - Ο των ασωτων βιος, ωσπερ καθ᾿ ημεραν αποθνησκων εκφερεται.
Πλουσιον δε ασωτον θεασαμενος ελαιας εσθιοντα και υδωρ πινοντα, εφη· Ει ουτως ηριστας, ουκ αν ουτως εδειπνεις.
Κυψελλου. - Φειδομενον κρειττον αποθανειν, η ζωντα ενδεισθαι.
Πλατων. - Πλατων ο σοφος, ιδων μειρακιον ευγενες ασωτως την γονικην ουσιαν αναλωσαντα, και επι θυραις πανδοχειου αρτον εσθιοντα και υδωρ πινοντα, προς αυτον εφη· Ει ουτως κατα γνωμην ηριστας, ουκ αν ουτως εδειπνεις.
Διογενης. - Ο αυτος προσελθων τινι μειρακιω, καταβεβρωκοτι τα πατρωα, ητει αυτον δεκα δραχμας. Του δε την αιτιαν (≡15Ε_434≡> ερομενου, δι᾿ ην παρα μεν των αλλων οβολον λαμβανει, παρα δε αυτου δραχμας δεκα αιτει, ειπεν, οτι Παρα μεν των αλλων ελπιζω ληψεσθαι πολλακις· παρα σου δε ουκετι.
Ξενοφωντ. - Ου γαρ μη λαβειν τα αγαθα ουτω χαλεπον, ως το λαβοντα στερηθηναι.
Διφιλου.
Εργον συναγαγειν σωρον εν πολλω χρονω,
Εν ημερα δε διαφορησαι ραδιον.
Ζηνων. - Ζηνων προς τους απολογουμενους υπερ της αυτων ασωτιας, και λεγοντας, εκ πολλου περιοντος αναλισκειν, ελεγεν· Ει που και τοις μαγειροις συγνωσεσθι, εαν αλμυρα λεγωσι πεποιηκεναι τα οψα, οτι πληθος αλων αυτοις υπαρχει.

ΛΟΓΟΣ ΞΒ´.
Περι συνηθειας και εθους.

(≡15Ε_436≡> ῾Ρωμ. ζ´. - Συνηδομαι τω νομω του Θεου κατα τον εσω ανθρωπον· βλεπω δε ετερον νομον εν τοις μελεσι μου, αντιστρατευομενον τω νομω του νοος μου, και αιχμαλωτιζοντα με εν τω νομω της αμαρτιας, τω οντι εν τοις μελεσι μου.
Σολομ. ιδ΄. - Χρονω κρατυνθεν το ασεβες εθνος, ως νομος διεφυλαχθη
Σιραχ ιδ´. - Ανθρωπος συνεθιζομενος λογοις ονειδισμου, εις τον αιωνα ου μη παιδευθη.
Βασιλ. - Ουτε εν κηρω γραψαι δυνατον, μη προκαταλεαναντα τους εναποκειμενους χαρακτηρας· ουτε ψυχη θεια παραθεσθαι, μη τας εκ του εθους προληψεις εξελοντα.
Ουδεν ουτως επιθυμητον, ως μη τη συνεχεια της απολαυσεως ευκαταφρονητον γινεσθαι· ων δε σπανια η κτησις, περισπουδαστος η απολαυσις.
Παλαιωθεν γαρ τραυμα ψυχης, και κακου μελετη χρονω βεβαιωθεισα, δυσιατος εστιν, η και παντελως (989) ανιατος, ως τα πολλα της εξεως εις φυσιν μεθισταμενης.
Εθους χωρισμος, και τοις αλογοις εστι δυσφορωτατος. Και ποτε ειδον εγω βουν επι φατνης δακρυοντα, του συνομου αυτου ομοζυγου τελευτησαντος.
Θεολογου. - ῾Ραον γαρ απ᾿ αρχης μη ενδουναι κακια, και προσιουσαν διαφυγειν, η προβαινουσαν ανακοψαι και φανηναι ταυτης ανωτερος.
(≡15Ε_438≡> Δικτυω κομιζειν υδωρ και πλινθον πλυνειν ευπετες, η κακιαν φυτευθεισαν χρονω πολλω εν ανθρωπου ψυχη εξελειν δυνατον.
Χυσοστ. - Ουδεν ουτως ισχυρον παρα ανθρωποις, ως συνηθειας παλαιας τυραννις.
Τινες των εξωθεν, δυτεραν φυσιν την συνηθειαν εκαλεσαν.
Δεινον η συνηθεια κατασχειν προς εαυτην, και μη συγχωρησαι παλιν διαναστηναι επι την πρωτην εξιν της αρετης.
Ψυχη απαξ αμαρτια σπεισαμενη, και αναλγητως διατεθεισα, πολλην παρεχει τω νοσηματι την προσθηκην.
Πολλακις την φλογα περι την αρχην μη σβεννυντες, εις μεγα ναυαγιον κατηντησαν. Μη εχουσα γαρ αμαρτια τον εις προσω προβηναι κωλυοντα, ιππω εοικε τον χαλινον απορριψαντι και τον αναβατην κρημνιζοντι.
Κλημεντος ῾Ρωμης. - Ο γαρ μισει τις δια την επιουσαν τη ηλικια συνεσιν, τουτο δια την πολυχρονιον των κακων συνηθειαν πραττειν συναγκαζεται, δεινην συνοικον την αμαρτιαν παρειληφως.
Βοιωτων ενιοι τους χρεωστας ουκ αποδιδοντας, εις αγοραν αγοντες, καθησ[θ]αι κελευουσιν· ειτα κοφινον επιβαλλουσιν αυτω· ος δ᾿ αν κοφινωθη, ατιμος γινεται. Δοκει δε τουτο πεπονθεναι και ο Ευριπιδου πατηρ Βοιωτος ων το γενος.
Περσαις ο μη ποιειν εξεστιν, ουδε λεγουσιν. Εαν δε τις πατερα κτεινη, λιτον αυτον οιονται· εαν δε τινα προσταξη βασιλευς μαστιγωσαι, ευχαριστει ως αγαθου τυχων, οτι αυτου εμνησθη ο βασιλευς. Αθλα δε λαμβανουσι παρα βασιλεως πολυτεκνιας· οι δε παιδες παρ᾿ αυτοις ωσπερ μαθηματα το αληθευειν διδασκονται.
Φιλων. - Εγχρονιζον ηθος φυσεως κραταιοτερον εστι· και μικρα μη κωλυομενα αμαρτηματα, φυεται και επιδιδοται προς μεγεθος συναυξανοντα.
Μηδαμως την φυσιν αιτιωμεθα· παντα γαρ βιον ηδυν η αηδη η συνηθεια ποιει.
(≡15Ε_440≡> Χαρικλ. - Παθος γαρ απαν, το μεν οξεως γινωσκομενον, (992) ευβοηθητον· το δε χρονω παραπεμπομενον, εγγυς ανιατου.
Χορικιου. - Λαβομενη απαξ ηδυπαθειας η φυσις, μολις εθελει προς πονους χωρειν.
Σωκρατ. - Ουδεν οντως ηδυ η αηδες τη φυσει υφεστηκεν· παντα δε τη συνηθεια γινεται.
Βιον αιρου τον αριστον· τουτον γαρ ηδυν η συνηθεια ποιησει.
Μεανδρ.
. . . . . . . . . . . . . . . . . . .Αμηχανον
Μακραν συνηθειαν εν βραχει λυσαι χρονω.
Το γαρ συνηθες ουδαμου παροπτεον.

Πολυαινου. - Εθος αρχεται μεν απο μικρων· αμελουμενον δε, την ισχυν μειζονα λαμβανει.
Θεοκριτ. - Επιβουλον ηθος και κακομηχανωτατον διαπαντος εχειν και κατα παντων, ουχι τη του αγχινοου, ως τινες οιονται, τη δε του πονηροτατου μεριδι προστιθημι.
Ραδιον μεν επαινειν, α μη χρη, και ψεγειν· εκατερον δε, πονηρου τινος ηθους.
Εκ των Σερινου. - Οι Περσων βασιλεις, προ μεν των θυσιων, περι ευσεβειας διαλεγονται· προ δε του πινειν, περι σωφροσυνης· πολεμειν δε μελλοντες, περι ανδρειας.
Ηροδοτ. - Αγαθυρσοι, αβροτατοι ανδρες εισι και χρυσοφοροι τα μαλιστα. Επικοινον δε γυναικων την μιξιν ποιουντα, ινα κασιγνητοι τε αλληλων εωσι, και οικειοι εοντες, μητε φθονω, μητε εχθει χρεωνται ες αλληλους.

ΛΟΓΟΣ ΞΓ´.
Περι ευγενειας και δυσγενειας.

(≡15Ε_442≡> Ιωαν. γ´. - Το γεγεννημενον εκ της σαρκος, σαρξ εστι· και το γεγεννημενον εκ του πνευματος, πνευμα εστιν.
῾Ρωμ. θ´. - Ου τα τεκνα της σαρκος, ταυτα τεκνα Θεου· αλλα τα τεκνα της επαγγελιας, λογιζεται εις σπερμα.
Σολ. γ´. - Γενεας αδικου, χαλεπα τα τελη.
Τεκνα εν καταφρονησει και απαιδευσια γαυριωμενα, συγγενειας εαυτων μολυνουσι την ευγενειαν.
Τεκνα εν αγαθη ζωη την αναστροφην εχοντα, των ιδιων γεννητορων κρυψουσι δυσγενειαν.
Βασιλειου. - Ουκ εχομεν πατερας λεγειν και προγονους περιφανεις. Ο γαρ της αληθειας νομος, ιδια εκαστου απαιτει τα εγκωμια. Ουδε γαρ ιππον ταχυν ποιει το εκ ταχυτατων φυναι. Αλλ᾿ ωσπερ των αλλων ζωων η αρετη εν εαυτω θεωρειται εκαστου, ουτω και ανδρος επαινος, ο εκ των υπαρχοντων αυτω κατορθωματων εκμαρτυρουμενος.
(993) Θεολογ.
Κακος δ᾿ ακουων αισχυνου, μη δυσγενης.
Γενος γαρ εισιν, οι παλαι σεσηποτες.
Γενους προαρχειν, η λυειν γενος θελε,
Ως καλον ειναι σ᾿, η καλων πεφυκεναι
Γρηγορ. Νυσσ. - Η ευγενεια και η σεμνοτης του υπερηφανου το συγγενες προς την πλινθον εχει.
Χρυσοστ. - Λαμπρον και επισημον, ου περιφανεια προγονων, αλλα ψυχης αρετην ποιειν ειωθε.
(≡15Ε_444≡> Ευριπιδ.
Ουδεν η ευγενεια προς τα χρηματα.
Τον γαρ κακιστον πλουτος εις πρωτους αγει.
Οταν δε κρηπις μη καταβληθη γενους
Ορθως, αναγκη δυστυχειν τους εκγονους·
Φευ, φευ, παλαιος αινος ου καλως εχει,
Ουκ αν γενοιτο χρηστος εκ κακου πατρος.
Θεοπομπ. - Ευγενεις ειναι νομιζε, μη τους εκ των καλων και αγαθων γεγενημενους· αλλα τους καλα και αγαθα προαιρουμενους.
Θεσπιδου. - Επι προγονων ευγενεια μηδεις εγκαυχασθω· πηλον γαρ εχουσι παντες του γενους προπατορα, και οι εν πορφυρα και βυσσω τρεφομενοι, και οι εν πενια αβυσσω δαπανωμενοι.
Σκληριου.
Πολλοις, θνητων η μεν οψις ευγενης·
Ο νους δ᾿ εν αυτη δυσγενης ευρισκεται.
Σωστρατος. - Σωστρατος ο αυλητης ονειδιζομενος υπο τινος επι τω γονεων ασημων ειναι, ειπεν· Και μη δια τουτο μαλλον ωφειλον θαυμαζεσθαι, οτι απ᾿ εμου γενος αρχεται.
Φαλαριδος. - Σεμνυνεσθαι μεν ωσπερ αλλω τινι των καλων επ᾿ ευγενεια, ουκ απεικος εστιν. Εγω δε μιαν αρετην οιδα, τα δ᾿ αλλα παντα τυχην. Και γενοιτ᾿ αν, ο μεν εκ φαυλων αγαθος, και βασιλεων και παντων ευγενεστατος· ο δε εξ αγαθων φαυλος, αυτος αυτου και των ταπεινοτατων δυσγενεστατος. Ωστε ψυχης επαινον αυχει, μη προγονων τεθνηκυιαν εις αδοξοτερους ευγενειαν.
Ο εξ αρετης γεννηθεις, εκεινος ευγενης εικονιζεται.
Δημοσθ. - Ουτε σιτον αριστον εκ του καλλιστου πεδιου κρινομεν, αλλα τον ευθετον προς τροφην· ουτε ανδρα σπουδαιον (≡15Ε_446≡> η φιλον ευνουν, τον εξ επιφανους οντα γενους, αλλα τον υπαρχοντα τω τροπω κρειττονα.
Τοις ευγενεσι και καλοις μαλιστα κατεπειγει, καλλος μεν επι της οψεως, σωφροσυνην δε επι της ψυχης, ανδρειαν δε επ᾿ αμφοτερων τουτων· χαριν δε επι των λογων διατελειν εχουσι.
Διογενης. - Πυνθανομενου τινος, Τινες των ανθρωπων ευγενεστατοι; Οι καταφρονουντες, ειπε, πλουτου, δοξης, ηδονης, ζωης· των δε εναντιων υπερανων οντες, πενιας, αδοξιας, πονου, θανατου.
Ζηνων. - Ο αυτος εφη, μη δειν ζητειν τους (996) ανθρωπους, ει τινες εκ μεγαλων πολεων εισιν, αλλ᾿ ει μεγαλων πολεων αξιοι.
Επιχαρμου.
Πνιγομ᾿ οταν ευγενειαν ουδεν ων κακως
λεγει τις, αυτος δυσγενης ων τω τροπω.
Τις γαρ κατοπτρω και τυφλω κοινωνια;
Χαρικλειου. - Ευγενειας γαρ εμφασις και καλλους και οψις, ληστρικον ηθος· ουδεν· ουδεν υποταττειν και κρατειν, και των αυχμηροτατων, δυναται.
Σωκρατ. - Σωκρατης ο φιλοσοφος, θεασαμενος τινα των μαθητων, του μεν αγρου επιμελουμενον, της δε πραξεως αμελουντα, Ορα, ω ουτος, εφη, μη τον αγρον εξημερωσαι βουλομενος, την ψυχην αγριωση.
Πλουταρχ. - Τι γαρ αλλο νομιζομεν ειναι την ευγενειαν, ει μη παλαιον πλουτον, η παλαιαν δοξαν; ουδετερον εφ᾿ ημιν ον, αλλα τα μεν τυχης αδηλου, τα δε ακρασιας χαριν ανθρωπινης. Ωστε εκ δυοιν αλλοτριων κρεμαται το πεφυσωμενον ονομα, η ευγενεια. Και ο πλουτος μεν, ουχ ομοιους αυτω τους γεννηθεντας ποιει· αλλ' ο εξ αρετης γεννηθεις, εκεινος ευγενης εικονιζεται.

ΛΟΓΟΣ ΞΔ´.
Περι γελωτος.

(≡15Ε_448≡> Λουκ. στ´. - Ουαι υμιν, οι γελωντες, οτι πενθησετε και κλαυσετε.
Εφ. ε´. - Αισχροτης και μωρολογια και ευτραπελια, και τα ουκ ανηκοντα, μηδε οναμαζεσθω εν υμιν· αλλα μαλλον ευχαριστια.
Σολομ. ζ΄. - Ωσπερ φωνη ακανθων υπο τον λεβητα, ουτως ο γελως των αφρονων.
Σιραχ κζ´. - Διηγησις μωρων προσοχθισμα, και ο γελως αυτων εν σπαταλη αμαρτιας.
Βασιλειου. - Αχρι μεν γαρ μειδιαματος φαιδρου την διαθεσιν της ψυχης υποφαινειν, ουκ απρεπες, οσον δειξαι μονον το γεγραμμενον, Καρδιας ευφραινομενης, προσωπον θαλλει. Εκκαχλαζειν δε τη φωνη, και αναβρασσεσθαι το σωμα, ου του κατεσταλμενου την ψυχην ουδε του περικρατως εχοντος εαυτου. Βεβαιοι γαρ τον λογον ο σοφωτατος Σολομων, οτι Ο μωρος εν γελωτι, ανυψοι φωνην αυτου· ανηρ δε σοφος μολις ησυχη μειδιαζει.
(=997=) Θεολ.
Γελως γελωτος ευ φρονουσιν αξιος,
Μαλιστα μεν πας, το πλεον δ᾿ ο πορνικος.
Γελως ατακτος, συλλεγει και δακρυον.
(≡15Ε_450≡> Γελωτος θυμος εμφρων προτιμωτερος· αυστηρα γαρ διαθεσει προσωπου, κατορθουται ψυχη.
Αι μεν τοινυν των σοφων ψυχαι σκυθρωπαζουσι και συστελλονται· αι δε των αφρονων επαιρομεναι διαχεονται.
Χρυσοστ. - Ει βουλει δειξαι σαφως ημιν, οτι ου χαιρεις αισχρα φθεγγομενος, μηδε ακουειν ανεχου. Νυν δε ποτε δυνηση τους υπερ της σωφροσυνης ιδρωτας ενεγκειν, κατα μικρον υπορρεων υπο του γελωτος, και των αισχρων τουτων ρηματων; και αγαπητον, απαντων τουτων καθαρευουσαν ψυχην δυνηθηναι γενεσθαι σεμνην και σωφρονα.
Ου δει φιλογελωτα ειναι. Σχεδον γαρ οταν τις εφηδυνθειη τω πολλω γελωτι, ισχυραν και μεταβολην τον τοιουτον.
Εκ των Επικτητου. - Τα πολλα δε το γελαν απεστω και το γελωτα κινειν. Ολισθηρος γαρ ο τοπος εις ιδιωτισμον.
Ο γελως μη πολυς εστω, μηδε επι πολλοις. Δειπνοις τοις εξω και ιδιωτικοις το πολυ αποταξαι· αν δε γενηται καιρος, φυλασσου. Ισθι γαρ οτι αν ετερος η μεμολυσμενος, και τον ετερον εμπλησθηναι αναγκη.
Ισοκρατ. - Μη παρα γελοια σπουδαζε, μηδε παρα τα σπουδαια τοις γελοιοις χαιρε. Το γαρ ακαιρον, πανταχου λυπηρον.
Μοσχιωνος. - Γελαν ο θελων μετα μειρακιου, αισχρας υβρεις κερδησει και μεμψιν.
Κατωνος. - Οι σπουδαζοντες εν τοις γελοιοις, εν τοις σπουδαιοις γινονται καταγελαστοι.
Στρατονικ. - Στρατονικος ο κιθαριστης θεασαμενος τινα αφυως τοξευοντα, απελθων εστη παρα τον σκοπον. Πυνθανομενου δε τινος την αιτιαν, Οπως, εφη, μη πληγω.

ΛΟΓΟΣ ΞΕ´.
Περι ενυπνιων.

(≡15Ε_452≡> Ματθ. κζ´. - Μηδεν σοι και τω δικαιω εκεινω· πολλα γαρ επαθον σημερον κατ᾿ οναρ δι᾿ αυτον.
Πραξ. θ´. - Ην δε τις μαθητης εν Δαμασκω, ονοματι Ανανιας, και ειπε προς αυτον ο Κυριος εν οραματι· Ανανια. Ο δε ειπεν· Ιδου εγω, Κυριε. Ο δε Κυριος προς αυτον· Αναστας πορευθητι επι την ρυμην την καλουμενην Ευθειαν, και ζητησον εν οικια Ιουδα, Σαυλον ονοματι Ταρσεα. Ιδου γαρ προσευχεται, και ειδεν εν οραματι ανδρα ονοματι Ανανιαν εισελθοντα, και επιθεντα αυτω τας χειρας οπως αναβλεψη.
Σολομ. λδ΄. - Παραγινεται ενυπνιον εν πληθει πειρασμου.
Σιραχ ε´. - Ως ο δρασσομενος σκιας και διωκων ανεμους, ουτως ο προσεχων ενυπνιοις.
(1000) Βασιλειου. - Ως γαρ επι πολυ, τα καθ᾿ υπνον φαντασματα, των μεθημερινων εννοιων εισιν απηχηματα.
Πεφυκασι γαρ πως αι καθ᾿ υπνον φαντασιαι, ως τα πολλα, απηχηματα ειναι των μεθημερινων φροντιδων. Οποια γαρ αν η τα κατα τον βιον ημων επιτηδευματα, τοιαυτα αναγκη ειναι και τα ενυπνια.
Αι νυκτες τας μεθημερινας φροντιδας παραλαβουσαι, εν ταις αυτων φαντασιαις εξαπατωσι τον νουν.
Το κατ᾿ οναρ ιδειν τα ποθουμενα, φερει τοις αγαπωσι παραμυθιαν.
Οι μεθη και αδηφαγια δεδουλωμενοι, ουτε υπνον αιρουνται γνησιον και ειλικρινη, ουτε ονειρατων απαλλαττονται φοβερων.
(≡15Ε_454≡> Θεολογου.
Μη σφοδρ᾿ επεσθαι παιγνιοις ενυπνιων
Μηδ᾿ ευπτοητον εις απαντ᾿ εχειν φρενα
Μηδε πτερου μοι δεξιοις φαντασμασι·
Λοχος ταδ᾿ εστι πολλακις του δυσμενους.
Πλουτουσι μωροι τοις ονειρασι πλεον,
Η χρηματων αβυσσον οι κεκτημενοι.
Χρυσοστ. - Ο τοις ονειροις προσεχων, εις απαν αδοκιμος.
Ιων. Κλιμ. - Φιλει γαρ το δαιμονιον πολλακις ανθρωποις το μελλον νυκτωρ λαλειν, ουχ ινα φυλαξωνται μη παθειν [ου γαρ ειμαρμενης δυνανται κρατειν,] αλλ᾿ ινα κουφοτερον πασχοντες φερωσιν.
Νειλου. - Ο τοις ονειροις προσεχων, εοικε τω την σκιαν αυτου καταδιωκοντι.
Οποταν εν τοις υπνοις τοις δαιμοσι πειθεσθαι αρξωμεθα, τοτε λοιπον και εγρηγοροτας εμπαιζουσιν.
Αισχιν. - Το περα καθευδειν του πρεποντος, τοις τεθνηκοσι μαλλον ηπερ τοις ζωσιν αρμοδιον.

ΛΟΓΟΣ Ξστ´.
Περι ακακιας και μνησικακιας.

(≡15Ε_456≡> Ματθ. ιη´. - Αμην, λεγω υμιν, εαν μη στραφητε και γενησθε ως τα παιδια, ου μη εισελθητε εις την βασιλειαν των ουρανων.
Ματθ. ε´. - Εαν προσενεγκης το δωρον σου εις το θυσιαστηριον, κακει μνησθης οτι εχει τι ο αδελφος σου κατα σου, αφες το δωρον σου, και υπαγε πρωτον διαλλαγηθι τω αδελφω σου, και τοτε προσφερης το δωρον σου.
Α´ Θεσσ. ε´. - Ορατε μη τις κακον αντι κακου αποδω τινι, αλλα παντοτε το δικαιον διωκετε.
Εφ΄. - Ο ηλιος μη επιδυετω επι τω παροργισμω υμων.
Γαλ. ε´. - Ει αλληλους δακνετε και κατεσθιετε, βλεπετε μη υπ' αλληλων αναλωθητε.
(=1001=) Παροιμ. κδ´. - Εαν πεση ο εχθρος σου, μη επιχαρης αυτω· εν δε τω υποσκελισματι αυτου, μη επαιρου, οτι οψεται Κυριος, και ουκ αρεσει αυτω, και αποστρεψει τον θυμον αυτου απ᾿ αυτου.
Παροιμ. ιβ´. - Οδοι μνησικακων εις θανατον.
Παροιμ. κα´. - Ο μνησικακων, παρανομος.
Παροιμ. ιδ´. - Ο ακακος πιστευει παντι λογω.
Παροιμ. α´. - Οσον χρονον εχονται ακακοι της δικαιοσυνης, ουκ αισχυνθησονται.
Σιραχ κη´. - Αφες αδικημα τω πλησιον σου, και τοτε δεηθεντος σου, αι αμαρτιαι σου λυθησονται.
(≡15Ε_458≡> Βασιλ. - Ου δει επι παροργισμω αδελφου δυναι τον ηλιον, μηποτε η νυξ μεταστηση μεταξυ αμφοτερων, και καταλιπη εν ημερα κρισεως εγκλημα απαραιτητον.
Ηκιστα κακιαν ουχ υφοραται, το κακιας ελευθερον.
Θεολογου. - Ο μεν γαρ κακος ταχιστα αν καταγνοιη και του αγαθου· ο αγαθος δε, ουδε του κακου ραδιως. Το γαρ εις κακιαν ουχ ετοιμον, ουδ᾿ εις υπονοιαν ευχερες.
Ουδεις κακω κακον ιαται, αλλ᾿ αγαθω το κακον.
Χρυσοστ. - Οταν εννοησωμεν απερ επαθομεν παρα των συνδουλων, λογισωμεθα και απερ εποιησαμεν εις τον Δεσποτην, και τω φοβω των οικειων αμαρτηματων, τον θυμον τον επι τοις αλλοτριοις πλημμελημασι ταχεως απωσασθαι δυνησομεθα.
Ει γαρ δει μεμνησθαι αμαρτηματων, των οικειων δει μεμνησθαι μονον. Αν των οικειων μνημονευσωμεν, ουδεποτε τα αλλοτρια λογιουμεθα.
Αν αφητε τοις εχθροις υμων, αφεθησεται υμιν. Αφες δουλικα αμαρτηματα, ινα λαβης συγχωρησιν δεσποτικην αμαρτηματων. Ει δε μεγαλα ηδικησεν, οσωπερ αν μειζονα αφης, τοσουτω ληψη την συγχωρησιν. Δια γαρ τουτο εδειδαχθημεν λεγειν, Αφες ημιν καθως αφιεμεν· ινα μαθωμεν, οτι το μετρον της αφεσεως παρ᾿ ημων πρωτον λαμβανει την αρχην. Ωστε οσωπερ αν ο εχθρος εργαζηται, και τοσουτω μειζονως ευεργετει. Σπευδωμεν τοινυν και επειγωμεθα καταλλαττεσθαι προς τους λελυπηκοτας, αν τε δικαιως αν τε αδικως οργιζωνται. Αν μεν γαρ ενταυθα καταλλαγης, απηλλαγης της εκει κρισεως· αν δε μεταξυ μενουσης της εχθρας, θανατος επιστας απαγη, την απεχθειαν μεσολαβησας, εις το δικαστηριον λοιπον εκεινο το φοβερον εισαχθηναι την δικην αναγκη· και την εσχατην δωσεις (≡15Ε_460≡> δικην επι τη ψηφω του δικαστου παντων εκεινων· και αμφοτεροι τιμωριαν υποστησεσθε απαραιτητον, ο μεν δικαιως οργιζομενος, δια τουτο οτι αδικως, ο δε δικαιως, δια τουτο αυτο, οτι δικαιως εμνησικακησεν
(=1004=) Ο τοινυν δια νηστειας, δια οδυρμων και ευχων, και σακκου και σποδου και μυριας εξομολογησεως μολις ετεροι κατορθουσι, το τα αμαρτηματα εξαλειφειν λεγω τα εαυτων· τουτο εξεστιν ημιν ραδιως ποιειν χωρις σακκου και σποδου και νηστειας, αν μονον απο της διανοιας εξαλειψωμεν την οργην, και μετα ειλικρινειας αφωμεν τοις ηδικηκοσιν ημας.
Παντος αμαρτηματος το μνησικακειν χειρον.
Το κακιας ελευθερον, και υφορασθαι κακιαν αργοτερον.
Οταν ιδης τον εχθρον εμπεσοντα εις τας χειρας τας σας, μη νομιζε τιμωριας, αλλα σωτηριας εκεινον ειναι τον καιρον. Δια τουτο τοτε μαλιστα δει φειδεσθαι των εχθρων, οταν αυτων γενωμεθα κυριοι.
Ελυπησε τις; μη αντιλυπησης· επει γεγονας εκεινω παλιν ισος. Ουδεις γαρ κακον κακω ιαται, αλλ᾿ αγαθω το κακον.
Νειλου. - Ος ανταδιδωσι κακα αντι αγαθων, ουκ εξενεχθη κακα εκ του οικου αυτου.
Φιλωνος. - Συγνωμην αιτουμενος αμαρτηματων, συγγινωσκε και αυτος τοις εις σε πλημμελουσιν· οτι αφεσει αντιδιδοται αφεσις, και η προς τους ομοδουλους ημων καταλλαγη, της θειας οργης γινεται απαλλαγη.
Ευαγρ. - Μνησικακιαν σβεννυσι δωρα· και πειθετω σε Ιακωβ τον Ησαυ δομασιν υπελθων μετα τριακοσιων εις απαντησιν εξελθοντα. Αλλ᾿ ημεις πενητες οντες τραπεζη την χρειαν πληρωσωμεν.
Μαρτινου αναχωρητου. - Ο δαιμοσι μνησικακων, ανθρωποις ου μνησικακει· ειρηνευει δε μετα δαιμονων, ο τω αδελφω μηνιων.
(≡15Ε_462≡> Κροισος. - Κροισος τω παιδοφονω την οργην αφειναι λεγεται, εαυτον παραδοντι εις τιμωριαν· και Κυρος ο μεγας αυτω τω Κροισω φιλος γενεσθαι μετα νικην.
Μοσχιωνος. - Εν οις πληττειν αλλους εθελεις, εν τουτοις βλαβην ελπιζε την μειζονα.
Επικουρου. - Εχθρου δεηθεντος μη αποστραφης την αξιωσιν· πλην ασφαλιζου σεαυτον. Ουδεν γαρ κυνος διαφερει.
Θεοπομπου.- Σπουδαζε τας μεν εχθρας, ολιγοχρονιους ποιεισθαι· τας δε αγαπας, πολυχρονιους.
Αισχινης. - Αισχινης ο ρητωρ, μετα το Αθηναιους αυτου καταψηφισασθαι, Δημοσθενους αυτω μυριας Αττικας πεμψαντος, και γενναιως την περιστασιν φερειν παρακαλουντος, και πως, εφη, δυναμαι μη λυπεισθαι τοιαυτης εκβαλλομενος πατριδος, εν η οι αδικηθεντες και προσωφελουσι τους αδικουντας;

ΛΟΓΟΣ ΞΖ´.
Περι βιου ανωμαλιας.

(≡15Ε_464≡> Ιωαν. ιστ´. - Αμην, αμην λεγω υμιν, (=1005=) οτι κλαυσετε και θρηνησετε υμεις, ο δε κοσμος χαρησεται· αλλ᾿ η λυπη υμων εις χαραν γενησεται. Η γυνη οταν τικτη, λυπην εχει, οτι ηλθεν η ωρα αυτης· οταν δε γεννηση το παιδιον, ουκ ετι μνημονευει της θλιψεως δια την χαραν, οτι εγεννηθη ανθρωπος εις τον κοσμον.
Α´. Τιμ. στ´. - τοις πλουσιοις εν τω νυν αιωνι παραγγελε μη υψηλοφρονειν, μηδε ηλπικεναι επι πλουτου αδηλοτητι, αλλ᾿ εν τω Θεω τω ζωντι.
Σολομ. β´. - Καπνος η πνοη εν ρισιν ημων· και παρελευεται ο βιος ημων ως ιχνη νεφελης. Σκιας γαρ παροδος ο βιος ημων.
Σολομ. ε´. - Τι ωφελησεν ημας η υπερηφανια ημων; Τι ο πλουτος μετα αλαζονειας συμβεβληται ημιν; Παρηλθε παντα εκεινα ως σκια, και ως αγγελια διατρεχουσα· ως ναυς διερχομενη κυμαινομενον υδωρ, ης διαβασης ουκ εστιν ιχνος ευρειν, ουδε ατραπον πορειας αυτης εν κυμασιν, ως ορνεου διαπαντος αερα ουδεν ευρισκεται τεκμηριον πορειας.
Σιραχ ια´. - Πολλοι τυραννοι εκαθισαν επι εδαφους· ο δε ανυπονοητος εφορεσε διαδημα·
Βασιλειου. - Ωσπερ ουν θαλασσαν αμηχανον επι πολυ την αυτην διαρκεσαι· ην γαρ νυν λειαν και σταθηραν, μικρον υστερον οψει βιαις ανεμων τραχυνομενην· και παλιν την αγριαινουσαν και βρασσομενην τω κλυδωνι, βαβεια γαληνη κατεστορεσεν, ουτω και τα του βιου πραγματα ραδιως λαμβανει περιστροφας εφ᾿ εκατερα.
Θεολογου. - Φυσει μεν ουδεν των ανθρωπινων (≡15Ε_466≡> βεβαιον ουδε ομαλον ουδε αυταρκες· αλλα κυκλος τις των ημετερων περιτρεχει πραγματων, αλλοτε αλλας επι μιας ημερας πολλακις, εστι δε οτε και ωρας, φερων μεταβολας· και αυραις μαλλον εστι πιστευειν ουχ ισταμεναις, και νηος ποντοπορουσης ιχνεσιν, και νυκτος απατηλοις ονειρασιν, ων προς ολιγον η χαρις, και οσα κατα ψαμμον παιδες τυπουσι παιζοντες, η ανθρωπων ευημεριαις.
Χρυσοστ. - Ωσπερ γαρ η των πλουσιων υδατων φορα, δεξαμενη το επιρρεον, πομφολυγας διανιστησι· και αι μεν αυτων αμα τω γενεσθαι ερραγησαν, αι δε πλειον ογκωθεισαι, μετεπειτα και αυται ερραγησαν· τον αυτον τροπον η θαλασσα του βιου τουτου, τους μεν ολιγον φανεντας εκαλυψε, τους δε επιπλειον διαρκεσαντας και αυτους κατεποντισεν.
(=1008=) Παντων σου των πραγματων κατευοδουμενων, εκδεχου μεταβολην· και παλιν υπο των απροσδοκητων συμφορων κυκλουμενος, ελπιζε τα χρηστα και κρειττονα.
Νεκρων αχρηστοτερα τα λαμπρα του παροντος βιου.
Εν τη ευδια ων του βιου, εκδεχου ποτε και χειμωνα πραγματων.
Το περι τα φαινομενα την σπουδην εχειν, ιδιον εστιν τοις μηδεμιαν του μελλοντος αιωνος εαυτοις υποτιθεμενοις ελπιδα.
Νειλου. - Μη εξαπατω ημας εν τω κοσμω τουτω περιφανη και λαμπρα δεικνυμενα πραγματα. Παρερχεται γαρ παντως, και ουδεν των φαινομενων στασιμον.
Παντων σου των πραγματων κατευοδουμενων, εκδεχου ζημιαν.
Διωνος ῾Ρωμαιου. - Πολλοι μεν επι τοις αμεινοσιν αλγουσι, πολλοι δε και επι τοις χειροσι χαιρουσι. Ποσοι μεν γαρ πλουτουντες αχθονται! Ποσοι δε πενομενοι ηδονται! Αλλους καλλος και ισχυς εβλαψεν, αλλους αισχος και ασθενεια ωφελησεν. (≡15Ε_468≡> Ετεροι την ειρηνην προ του πολεμου τιμωσιν, ετεροι πολεμειν μαλλον η ειρηνην εθελουσι. Τι δ᾿ ουκ αει τυραννουντες τινες ολοφυρονται; Και το μεγιστον, πλειστοι μεν οσοι αηδως ζωσιν· πλειστοι δε ηδεως αποθνησκουσιν.
Σωκρατης. - Ταυτον εστιν επι ευτυχια μεγα φρονειν, και επι ολισθηρας οδου σταδιοδρομειν.
Αριστωνυμ. - Εοικεν ο βιος θεατρω. Διο πολλακις χειριστοι τον καλλιστον εν εαυτοις κατεχουσι τοπον.
Δημοκριτ. - Ταις των καιρων μεταβολαις, και οι σφοδρα δυνατοι των ασθενεστερων ενδεεις γινονται.
Ιπποθοουντ. - Ανθρωπος ων, μεμνησο της κοινης τυχης.
Ισιδωρου. - Θνητος πεφυκως, τα οπισω πειρω βλεπειν.
Ευριπιδου.
Βεβαιον ουδεν εστιν εν θνητω γενει,
Βιοι γαρ ουδεις ον προαιρειται τροπον.
Ανωνυμου.
Ουκ εστιν οστις παντ᾿ ανηρ ευδοκιμει.
Ειναι δ᾿ υπολαβε και σε των πολλων ενα.
Διογενης.
Ο θνητον ανδρων και ταλαιπωρον γενος,
Ως ουδεν εσμεν πλην σκιαις εοικοτες,
Βαρος περισσον γης αναστροφωμενοι.
Ο Απελλης ο ζωγραφος ερωτηθεις, διατι την Τυχην καθημενην εγραψεν, ειπεν, Ουχ εστηκε γαρ.
Βιας. - Ο αυτος ελεγε, τον βιον ουτω μετρειν, ως και πολυν, και ολιγον χρονον βιωσομενος.
(=1009=) Σοφοκλ. εν Αιαντι.
Ως ημερα κλινει τε καναγει παλιν,
Ουτως απαντα τα ανθρωπινα.

ΛΟΓΟΣ ΞΗ´.
Περι του, οτι δει τιμαν αρετην και κολαζειν κακιαν.

(≡15Ε_470≡> Ιωαν. ε´. - Εκπορευσονται οι τα αγαθα ποιησαντες, εις αναστασιν ζωης· οι δε τα φαυλα πραξαντες, εις αναστασιν κρισεως.
Β´ Πετρ. β´. - Οιδεν Κυριος ευσεβεις εκ πειρασμου ρυεσθαι· αδικους δε εις ημεραν κρισεως κολαζομενους τηρειν.
Παροιμ. κβ´. - Πανουργος, ιδων πονηρον τιμωρουμενον, κραταιως αυτος παιδευεται.
Σιραχ ι´. - Ου δικαιον ατιμασαι πτωχον συνετον, και ου καθηκον δοξασαι αμαρτωλον.
Βασιλειου. - Εαν οι σωφρονουντες τους φαυλους ιδωσιν ατιμαζομενους, πολυ προθυμοτερον της αρετης ανθεξονται.
Αλλος μεν ουν ειη περι ταυτα τολμηρος και γενναδας· μαλλον δε ειη μηδεις. Εγω δε οκνω κακια δουναι παντων την εντευθεν κολασιν, η ευσεβεια την ανεσιν. Αλλ᾿ εστι μεν οτε και προς τι χρησιμον, η κακιας εγκοπτομενης, δυσπαθεια των πονηρων· η αρετης οδοποιουμενης, ευπαθεια των βελτιονων· ουκ αει δε, ουδε παντως· αλλ᾿ ειναι τουτο μονον καιρου του μελλοντος, καθ᾿ ον οι μεν τα της αρετης αθλα, οι δε τα της κακιας επιτιμια δεξονται.
Χρυσοστ. - Δος τω δεομενω, και μη δως τω ορχουμενω, ινα μη μετα των σων χρηματων και την ψυχην (≡15Ε_472≡> απολεσης την εκεινου. Συ γαρ αιτιος ει της εκεινου απωλειας, δια της ακαιρου φιλοτιμιας. Ει γαρ οι επι της ορχηστρας ηδεσαν, οτι το επιτηδευμα αυτοις ακερδες εμελλεν εσεσθαι, παλαι αν επαυσαντο ταυτα επιτηδευοντες.
Ησαι. γ´. - Αδικει τους αγαθους, ο φειδομενος των κακων.
Οσοι τους αδικουντας κολαζουσιν, ουτοι τους αλλους αδικεισθαι κωλυουσιν.
Ο αρετην τιμων, πρωτην αληθειαν τιμα, και μαλιστα ως αγαθου παντος ηγεμονευουσαν.
Σολων.- Σολων ο σοφος, εκεινην ειπεν αριστα οικεισθαι την πολιν, εν η τους αγαθους συμβαινει τιμασθαι· κακιστα δε οικεισθαι, εν η τους κακους.
Σεξτου. - Δυο αφορμαι κινουσιν ανθρωπον εις Θεου επιμελειαν· τιμωρια δυσσεβειας, και γνωμης ευσεβους αμοιβαι.
Αφορητος γινεται κακια επαινουμενη.
Προκοπιου ρητορος. - Μη τιμωμενης αρετης, η κακια παρρησιαζεται.
(=1012=) Φιλωνος. - Ει βουλει διττως ευδοκιμειν, και τους καλλιστα ποιουντας προτιμα, και τους τα χειρονα πραττοντας επιτιμα.
Σωκρατης. - Ερωτηθεις ποια πολις αριστα οικειται, εφη, Η μετα νομου ζωσα, και τοις αδικουσιν επεξιουσα.

ΛΟΓΟΣ ΞΘ´.
Περι φιλαυτιας.

(≡15Ε_474≡> Ιωαν. ιβ´. - Ο φιλων την ψυχην αυτου, απολεσει αυτην· και ο μισων αυτην εν τω κοσμω τουτω, εις ζωην αιωνιον φυλαξει αυτην.
Β´. Κορινθ. ι´. - Ουχ ο εαυτον συνιστων, εκεινος εστι δοκιμος, αλλ᾿ ον ο Κυριος συνιστησιν.
Φιλιππ. β´. - Οι παντες τα εαυτων ζητουσιν, ου τα του Χριστου.
Σιραχ λξ´. - Τεκνον, εν τη ζωη σου πειρασον την ψυχην σου, και ιδε τι πονηρον αυτη, και μη δως αυτη· ου γαρ παντα πασι συμφερει.
Παροιμ. κα´. - Πας ανηρ φαινεται εαυτω δικαιος· κατευθυνει δε καρδιας Κυριος.
Παροιμ. κζ´. - Εγκωμιαζετω σε ο πελας, και μη το σον στομα· αλλοτρια, και μη τα σα χειλη.
Βασιλ. - Ονειδος γαρ ανδρι, τω γε ως αληθως της προσηγοριας ταυτης αξιω, καλλωπιστην και φιλοσωματον ειναι, η προς αλλο τι των παθων αγεννως διακεισθαι. Το γαρ την πασαν σπουδην εισφερεσθαι, οπως ως καλλιστα αυτου το σωμα εξοι,ου διαγινωσκοντος εαυτον εστιν, ουδε συνιεντος του σοφου παραγγελματος.
Χρυσοστ. - Ουδεις φιλος, ουδεις αδελφος. Τα εαυτων σκοπουμεν εκαστος. Δια τουτο και τα εαυτων κολοβουμεν, και ασθενεις και ευκαταγωνιστοι και ανθρωποις και διαβολω εσμεν, εκ του μη συνασπιζειν αλληλους. Και γαρ εν πολεμω και (≡15Ε_476≡> παραταξει, ο προς τουτο μονον ορων στρατιωτης, οπως εαυτον διασωση φυγων, και τους αλλους μεθ᾿ εαυτου συναπολλυσιν· ωσπερ ουν ο γενναιος, και υπερ των αλλων τα οπλα τιθεμενος, μετα των αλλων και εαυτον διασωζει.
Ο μη καταδεχομενος την παρα του αδελφου θεραπειαν προσαγομενην αυτω, ασυμφωνος εστι και αυτος εαυτω.
Θεολογου. - Παντες μεν ευσεβεις εξ ενος του καταγινωσκειν αλληλων ασεβειαν· των μεν ιδιων πραοι κριται, των δε αλλοτριων ακριβεις εξετασται.
Συνωμεν αλληλοις πνευματικως· γενωμεθα φιλαδελφοι μαλλον η φιλαυτοι.
Φιλων. - Οι εαυτων μονον ενεκα παντα πραττοντες, φιλαυτιας μεγιστον κακον επιτηδευουσιν.
Κριτιου.
Δεινον δ᾿ οταν τις μη φρονων δοκη φρονειν.
Αγαθοι δε το κακον εσμεν εφ᾿ ετερων ιδειν·
Αυτοι δ᾿ οταν ποιωμεν, ου γινωσκομεν.
(=1013=) Ουδεις επ᾿ αυτου το κακον συνορα, Παμφιλε,
Ετερου δ᾿ ασχημονουντος, σοφως οψεται.
Διογενης. - Διογενης ερωτηθεις, Τι χαλεπωτατον; Το γινωσκειν εαυτον, εφη. Πολλα γαρ υπο φιλαυτιας εκαστον εαυτω προστιθεναι.
Ο αυτος, των ανθρωπων ενιους εφη τα δεοντα λεγοντας, εαυτων ουκ ακουειν· ωσπερ και τας λυρας καλον φθεγγομενας ουκ αισθανεσθαι.
Πλατων. - Το εξαπατασθαι αυτον υφ᾿ αυτου παντων χαλεπωτατον. Οταν γαρ μη μικρον [μακρον] αποσταθη, αλλ᾿ αει παρη ο εξαπατησων, πως ου δεινον;

ΛΟΓΟΣ Ο´.
Περι του, οτι ευκολος η κακια, και δυσποριστος αρετη.

(≡15Ε_478≡> Ματθ. ζ´. - Εισελθετε δια της στενης πυλης, οτι πλατεια η πυλη, και ευρυχωρος η οδος η απαγουσα εις την απωλειαν.
Εβρ. ιβ´. - Πασα παιδεια, προς μεν το παρον ου δοκει χαρας ειναι, αλλα λυπης· υστερον δε, καρπον ειρηνικον τοις δι᾿ αυτης εγγεγυμνασμενοις αποδιδωσιν.
Παροιμ. ιστ´. - Εστιν οδος, η δοκει παρα ανθρωποις ορθη ειναι, τα δε τελευταια αυτης ερχεται εις πυθμενα αδου.
Βασιλειου. - Τι των αγαθων ευκολον; Τις καθευδων τροπαιον εστησεν; Τις τρυφων και καταυλουμενος, τοις της καρτεριας στεφανοις κατεκοσμηθη; Ουδεις μη δραμων ανειλετο βραβειον. Πονοι γεννωσι δοξαν· καματοι δε προξενουσι στεφανους.
Πολλοι πολλα συναθροισαντες εκ νεοτητος, περι τα μεσα του βιου γενομενοι, επανασταντων αυτοις πειρασμων εκ των πνευματων της πονηριας, ουκ ηνεγκαν του χειμωνος το βαρος, δια το την κυβερνησιν αυτοις μη παρειναι· αλλα παντων εκεινων την ζημιαν υπεμειναν.
Ουτε γαρ πυρ ευκαταπρηστου υλης αψαμενον, δυνατον μη ουχι επι πασαν αυτην διαβηναι, αλλως τε καν επιτυχη πνευματος επιφορου την φλογα διακομιζοντος· ουτε την αμαρτιαν ενος αψαμενην, μη ουχι επι παντας τους εγγιζοντας διελθειν, εξαπτοντων αυτην των πνευματων της πονηριας.
(≡15Ε_480≡> Θεολογ. - Δυσκατορθωτος η αρετη, και ου μικροις αλισκεται πονοις.
Σπανιον η του αγαθου κτησις και προσαντες, καν ει πολυ το μεθελκον ειη και προκαλουμενον.
Προχειρον πραγμα η μοχθηρια, και ουδεν ουτω ραδιον ως το γενεσθαι κακον.
Της αυτης εστι δυσχερειας, και κτησασθαι τι των αγαθων ουχ υπαρχον, και κτηθεν διασωσαθαι. (=1016=) Πολλακις γαρ ο μεν σπουδη προσελαβε ραθυμια διεφθειρεν· ο δε οκνος απωλεσεν, ανεκαλεσατο επιμελεια.
Κακιας ραον μεταλαβειν, η αρετης μεταδουναι.
Δυσληπτον μεν το αγαθον τη ανθρωπινη φυσει, ωσπερ και το πυρ υλη τη υγροτερα· ετοιμοι δε προς την του κακου εργασιαν οι πλειστοι και επιτηδειοι.
Το εν κακια περιβλεπτον, πολλους εις τον ομοιον ζηλον των ευολισθητων εφελκεται.
Προχειρον η πονηρια τω κακω μαλλον ακολουθειν, η υπο του κρειττονος ανακοπτεσθαι.
῾Ραον γαρ απ᾿ αρχης μη ενδουναι κακια και προ«ουσαν διαφυγειν, η προβαινουσαν ανακοψαι και φανηναι ταυτης ανωτερον· ωσπερ και πετραν απ᾿ αρχης αιρησαι και κατασχειν, η φερομενην ανωσασθαι.
Πολλη μεν ηδονη τη κακια, πολυς δε τη αρετη συνεξευκται πονος και ιδρως. Και ποια σοι χαρις ην; Τινα δ᾿ αν ελαβες μισθον, ει μη επιπονον το πραγμα ην; Και γαρ πολλους εχω δειξαι, φυσει το μιγνυσθαι γυναικι μισουντας. Τουτους ουν σωφρονας καλεσομεν η στεφανωσομεν; Ουδαμως. Σωφροσυνη εστιν εγκρατεια, και το μαχομενον περιγενεσθαι των ηδονων.
Γρηγ. Νυσσ. - Πολλη προς την κακιαν εστιν η ευκολια, και οξυρροπος επι το χειρον η φυσις.
(≡15Ε_482≡> Ιων. Κλιμ. - Κοπω πολλω και μοχθω και ιδρωτι κατορθουται εν ημιν ηθος χρηστον και ευκαταστατον· και τα πολλω μοχθω κατορθουμενα, δυνατον εν μια καιρου ροπη απολεσαι.
Διογενης. - Ημερας ποτε λυχνος αψας πειηει· πυνθανομενων δε τινων προς τι τουτο, ελεγεν ανθρωπον ζητειν.

ΛΟΓΟΣ ΟΑ´.
Περι του, οτι ουκ αει το πλειστον αριστον.

(≡15Ε_484≡> Λουκ. κα´. - Αναβλεψας δε ο Ιησους, ειδεν τους βαλλοντας τα δωρα αυτων εις το γαζοφυλακιον πλουσιους. Ειδε δε και τινα χηραν πενιχραν, βαλουσαν εκει δυο λεπτα, και ειπεν, Αληθως λεγω υμιν, η χηρα η πτωχη αυτη πλειω παντων εβαλεν. Απαντες γαρ ουτοι εκ του περισσευοντος αυτοις εβαλον εις τα δωρα του Θεου· αυτη δε εκ του υστερηματος αυτης απαντα τον βιον, ον ειχεν, εβαλεν.
Α´ Κορινθ. ιδ´. - Εν εκκλησια θελω πεντε λογους δια του νοος μου λαλησαι, η μυριους λογους εν γλωσση.
(=1017=) Σολομ. δ´. - Αγαθον πληρωμα δρακος αναπαυσεως, υπερ πληρωματος δυο δρακων εν μοχθω.
Σιραχ ις´. - Κρεισσον εις δικαιος , η μυριοι παρανομοι· και αποθανειν ατεκνον, η ασεβη τεκνα εχειν.
Απο ενος συνετου συνοικισθησεται πολις· φυλη δε ανομων ερημωθησεται εν ταχει.
Βασιλειου. - Πολλακις γαρ ο εν τω μεσω μικρον τι κατορθωσας, μειζων εστι του εν αφθονια το παν κατορθωσαντος.
Ει γαρ αρτος την καρδιαν ανθρωπου στηριζει, ου δει πλεον του αναγκαιου της τροφης το προσοψημα αλογως προσφερεσθαι.
Θεολογου. - Κρεισσων ολιγοχρονιος βασιλεια μακρας τυραννιδος, και ολιγη μερις τιμια, πολλης κτησεως ατιμου και σφαλερας, και πολλου σκοτους ολιγον φως.
(≡15Ε_486≡> Χρυσοστ. - Ου τω μετρω των διδομενων ελεημοσυνη κρινεται, αλλα τη δαψιλεια της γνωμης.
Εν αμιλλαις πονηραις αθλιωτερος ο νικησας, διοτι απερχεται το πλεον εχων της αμαρτιας.
Πλατωνος. - Του πλειονος βιου και φαυλοτερου, τον ελασσω και αμεινονα οντα παντι παντως προαιρετεον.
Ισοκρατ. - Προαιρετεον μετριον μετα δικαιοσυνης μαλλον, η μεγαν πλουτον μετ᾿ αδικιας.
Δημοσθ. - Ουτος θεασαμενος τινα δημαγωγον αφυη μεγα βοωντα, εφη, Αλλ᾿ ου το μεγα, ευ εστι· το δε ευ, μεγα.
Επικτητου. - Των ηδεων τα σπανιωτατα γινομενα μαλιστα τερπει.
Αλεξανδρ. - Αλεξανδρος ακουσας οτι Δαρειος τριακοντα μυριαδας εις παραταξιν αγει, εφη· εις μαγειρος ου φοβειται πολλα προβατα.
Ο αυτος, κατασκοπου λεγοντος αυτω, πλειους ειναι τους Δαρειου, εφη· Και τα προβατα πλειονα οντα, ενος η δευτερου λυκου χειρουνται.


ΠΡΟΣ ΤΟΝ ΘΕΙΟΤΑΤΟΝ ΒΑΣΙΛΕΑ ΤΟΝ ΑΧΡΙΔΗΝ
Εκ των ξγ΄) απορων, Προς τον θειοτατον βασιλεα τον Αχριδην.

(≡15Ε_488≡> Το γαρ Πνευμα το αγιον, ωσπερ φυσει κατ᾿ ουσιαν εστι του Θεου και Πατρος, ουτως και του Υιου φυσει κατ᾿ ουσιαν υπαρχει, ως εκ του Πατρος ουσιωδως δι᾿ Υιου του γεννηθεντος αφραστως εκπορευομενον. Ουκ εστιν ουν επινοησαι τομην η διαιρεσιν κατ᾿ ουδενα τροπον, ως η τον Πατερα χωρις του Υιου επινοηθηναι, η τον Υιον χωρις του Πνευματος, αλλ᾿ εστι τις αρρητος και ακατανοητος εν τουτοις και ενωσις και διαιρεσις, ουτε της των υποστασεων διαφορας το συνεχες των φυσεων [φυσικων] διασπωσης, ουτε της κατα την ουσιαν συναφειας το ιδιον των γνωρισματων αναχεουσης· και εστιν επι τουτων. . . διακρισις συνημμενη, και διακεκριμενη συναφεια. Προκεισεται δε και τι προς επιγνωσιν αμυδραν υποδειγμα· μαλλον δε σκια της αληθειας, η πολυχρονος ιρις. Παντων γαρ των εν ταυτη χρωματων αι αυγαι, και διακεκριμεναι φαινονται, τω τηλαυγεις ειναι, και συνηνωσθαι δοκουσι, τω λανθανειν τας οψεις ημων τους ορους των μιξεων, τους διακρινοντας τας των χροων ετεροτητας· ως αμηχανον εξευρειν, μεχρι τινος εστηκε το πυραυγες η σμαραγδιζον ταις αιγλαις, η χλοαζον ταις λαμπηδοσι [τας λαμπηδονας], και επι τινος αρχεται· παιδευοντος, οιμαι, του, λογου και δια της κτισεως ημας, μη καινοπαθειν τοις περι των δογματων λογοις, οταν εις το δυσθεωρητον εμπεσοντες, προς την συγκαταθεσιν των λεγομενων ιλιγγιασωμεν. Ως γαρ επι των τοις οφθαλμοις φαινομενων κρειττων λογου η πειρα, ουτως και επι των υπεραναβεβηκοτων δογματων κρειττων η πιστις εστω της δια των λογισμων καταληψεως.

Tris Ierarhes

Εορτολόγιο
Παρασκευή 25 Απριλίου
Ζωοδόχου Πηγής,
Μάρκου του Ευαγγελιστού
Εκκλησία και κοινωνία
Με μια ματιά

face

Ψαλμοί
sound by Jbgmusic

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 40 επισκέπτες και κανένα μέλος