Κεντρική πλοήγηση
Ορθόδοξη Βιβλιοθήκη
Αφιερώματα
Εικόνα και ήχος
Υψηλή επισκεψιμότητα

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ * 2ος Τομος - 14 Α

ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *

2ος Τομος - 14 Α
ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ Α'

ΕΡΩΤΗΣΙΣ 1
 
ΑΠΟΚΡΙΣΙΣ
 
Maximos omologitis*** *** παθεσιν και την προσβολην μειοι την κακιαν και παλιν εις το προτερον αποκαθισταται σχημα, τουτεστιν εις την κατα φυσιν επιθυμιαν ει τινες *** εφεσις και ποθος Θεου. Το δε την χειρα βαλειν «εις τον κολπον» σημαινει τον Κυριον ημων Ιησουν Χριστον, τον του Πατρος Λογον, εν τω ημετερω της φυσεως εργαστηριω σαρκουμενον· τουτο γαρ ο κολπος και η λευκη χειρ σημαινει· και παλιν εν τω προτερω σχηματι της χειρος αποκαθισταμενης δηλουται ως μετα την αναστασιν ο Κυριος αναλαμφθεις εν τω πατρικω κολπω απεκατεστη. Μωυσης γαρ ως μεσιτης του Θεου και του λαου γεγονως, ποτε μεν του Θεου και Πατρος προσωπον επεχει, ποτε δε της ημετερας φυσεως.  
ΕΡΩΤΗΣΙΣ 2
Τι σημαινει ο εν γη Σεννααρ οικοδομουμενος πυργος; 
 
ΑΠΟΚΡΙΣΙΣ
Οικοδομουμεν και ημεις πυργον οτ᾽ αν εξ ανατολων κινηθωμεν, τουτεστιν οτ᾽ αν αποκινηθωμεν της γνωσεως· ερχομεθα δε εις γην Σεννααρ, τουτεστιν εις το της γαστριμαργιας παθος· (≡14Α_012≡> Σεννααρ γαρ ‘γρηγορησις οδοντων’ ερμηνευεται· ειτα και οικοδομουμεν πυργον, τουτεστιν τα σαρκικα παθη περι πολλου ποιουμεθα και οικοδομουμεν παθος παθει συναπτοντες. «Εως δε του ουρανου»· ου γαρ ποτε παυσασθαι βουλονται οι περι τα ματαια την σπουδην εχοντες, αλλ᾽ απληρωτον την περι αυτα ορεξιν εχουσιν. Παυει δε ο Θεος την του πυργου οικοδομην και «συγχει τας γλωσσας» οτ᾽ αν προς το συμφερον παιδευων εγκοπτει την ημετεραν κακιαν· οτ᾽ αν γαρ τον επι τη ακαθαρσια της πορνειας ηττημενον νοσω παιδευει η τον τη γαστριμαργια δεδουλωμενον πενια σωφρονιζει, οιονει εγκοπην του των παθων πυργου ποιειται, «συγχεων» αμα και τας γλωσσας· τον γαρ πορνον παντοτε περι πορνειας μελετωντα καταστειλας τη νοσω, εις την περι του σωματος υγειαν απασχολεισθαι ποιησας, οιονει την φωνην συγχεας της συνεχους μελετης του παθους. 
 
ΕΡΩΤΗΣΙΣ 3
Τι σημαινει «Δαβιδ ψαλλων και το πονηρον πνευμα του Σαουλ καταπαυων»; 
 
ΑΠΟΚΡΙΣΙΣ
Πας ο κατα τον μακαριον Δαβιδ ποιμαινων τα προβατα, τουτεστιν το λογιστικον της ψυχης, και νικων θυμον και επιθυμιαν καθαπερ εκεινος τον λεοντα και την αρκον, ουτος τω λογω της διδασκαλιας χρωμενος μετα τινος υψηλης θεωριας ηδυνει τον ακουοντα και τα εν αυτω της κακιας παθη κατευναζει. 
 
ΕΡΩΤΗΣΙΣ 4
Επειδη γεγραπται εν τω Ευαγγελιω οτι «εαν τις μη (≡14Α_014≡> γεννηθη εξ υδατος και Πνευματος» και εν αλλω τοπω παλιν «αυτος υμας βαπτισει εν Πνευματι αγιω και πυρι», παρακαλω μαθειν τις η διαφορα. 
 
ΑΠΟΚΡΙΣΙΣ
Εν εκαστω το αγιον Πνευμα γινομενον, ως μεν υδωρ τον της σαρκος μολυσμον καθαιρει, ως δε Πνευμα τας της ψυχης κηλιδας εκπλυνει, ως δε Πνευμα αγιον υποτιθεται τους τροπους των αρετων, ως δε πυρ Θεον κατα χαριν αποτελει, τα θεια της αρετης γνωρισματα επιλαμπον αυτω. 
 
ΕΡΩΤΗΣΙΣ 5
Επειδη κατα τον Θεολογον Γρηγοριον λεγοντα εν τω της Πεντηκοστης λογω, 'οι αποστολοι δια τριων χαρισματων ειληφασιν το τελειον, πρωτον μεν νοσους ιωμενοι και δαιμονας απελαυνοντες, δευτερον δε το μετα την αναστασιν εμφυσημα, τριτον δε αυτο ουσιωδως το Πνευμα εν ειδει γλωσσων πυρινων', πως τις, ειπερ τοις αποστολοις γενηται κατ᾽ αρετην ισοστασιος, δυναται λαβειν τα ειρημενα χαρισματα και πως χρη νοειν το «ουσιωδως», ως εν υποδειγματι ερμηνευθηναι παρακαλω. 
 
ΑΠΟΚΡΙΣΙΣ
Δυνατον και ημας, ειπερ μιμηται των αποστολων σπευσωμεν γενεσθαι, πρωτον μεν δια της πρακτικης επιτασσειν τοις παθεσιν και τας της ψυχης εξιασθαι νοσους, δευτερον δε δια της φυσικης θεωριας την φυσιν εφ᾽ εαυτην αποκαθιστανειν, τριτον δια της του λογου διδασκαλιας—τουτο γαρ αι γλωσσαι—πυρ γινεσθαι (≡14Α_016≡> τοις ακουουσιν, αμα μεν τα παθη αυτων πυρος δικην αναλισκοντας, αμα δε και φωτιζοντας. Πως δε ενηργει το προτερον το αγιον Πνευμα και πως ουσιωδως τελευταιον εν τοις αποστολοις επεφοιτησεν, αναγκαιον ως εν υποδειγματι διερμηνευσαι. Καθαπερ ξυλον επιτιθεμενον τηγανω, ειτα, του πυρος υφαπτομενου, δια μεσου του τηγανου της θερμης του πυρος μεταλαμβανει το ξυλον, ουτως το προτερον αμυδρως ενηργει το Πνευμα εν τοις αγιοις· ει δε τις κατα το αυτο υποδειγμα επαρει το δια μεσου τηγανον και το πυρ αμεσως του ξυλου περιδραξεται, ευθεως προς την οικειαν φυσιν αφομοιοι το ξυλον. Ουτως ως εν αισθητοις υποδειγμασιν εικαζειν εστιν το «ουσιωδως». 
 
ΕΡΩΤΗΣΙΣ 6
Επειδη η Γραφη τρανως ου λεγει οτι δεδωκεν δεκατας ο Αβρααμ τω Μελχισεδεκ, αλλως τε δε και ει παντα απεδωκεν, καθως αυτος λεγει οτι «εως σφαιρωτηρος υποδηματος» ουκ ελαβεν, ποθεν δεδωκεν δεκατας; Ουδε γαρ αυτος ιδιον τι επεφερετο εις πολεμον εκπληκτος απερχομενος. 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη η θεια Γραφη «ιερεα του Θεου» τον Μελχισεδεκ λεγει ειναι, προσηκοντως αρα ο Αβρααμ ως λαϊκου ταξιν επεχων δεδωκεναι τω ιερει τας δεκατας πιστευθησεται. Οτι δε και ειχεν ποθεν παρασχειν, εκειθεν δηλον· οι γαρ επιστρατευσαντες βασιλεις επι Σοδομα ου μονον τα Σοδομων ειχον λαβοντες, αλλα και αλλων χωρων ειχον μεθ᾽ εαυτων λαφυρα απερ ησαν προαιχμαλωτευσαντες· απερ παντα κατακοψας αυτους ο Αβρααμ και λαβων, τα μεν των Σοδομιτων απεδωκεν, τα δε (≡14Α_018≡> αλλα παρ᾽ εαυτω κατεσχεν· εξ ων και τας δεκατας τω Μελχισεδεκ παρεσχετο. 
 
ΕΡΩΤΗΣΙΣ 7
Τινος χαριν οι μεν κατα νομον ιερεις γυναικας εχειν ουκ εκωλυοντο, οι δε κατα Χριστον ιερεις κωλυονται οσον απο της συνηθειας; 
 
ΑΠΟΚΡΙΣΙΣ
Το μεν προχειρον, ως του Ευαγγελιου υψηλοτερου οντος και ως πολλοις γεγονεν η παρθενια βατη εξοτου δια παρθενιας τεχθηναι ο παντων Δεσποτης ηυδοκησεν, οπερ τοις αρχαιοις σπανιον ην. Επειδη δε η του Ευαγγελιου ιερωσυνη κατα την ταξιν Μελχισεδεκ γενεσθαι πιστευεται και ου κατα την ταξιν Ααρων, Μελχισεδεκ δε γυναικα εσχηκεναι ουκ αναγεγραπται, αναγκαιως αρα και οι κατα την αυτου ταξιν ιερατευοντες επισκοποι γυναικας ου προσιενται. 
 
ΕΡΩΤΗΣΙΣ 8
Επειδη γεγραπται οτι ο προφητης Αμως «αιπολος ην κνιζων συκαμινα», τι εστιν «αιπολος» και τι «το κνιζειν»; 
 
ΑΠΟΚΡΙΣΙΣ
«Αιπολος» εστιν ποιμην αιγων, το δε «κνιζειν» εστιν το τεμειν. Επειδη ουν ο οπος του συκαμινου ωμος εστιν και παχυς και βλαβερος, οι κνιζοντες τεμνουσιν μετα μαχαιριων το συκαμινον και ποιουσιν απορρευσαι τον οπον. Ζωυφια δε εισερπουσιν εσωθεν και της ακτινος του ηλιου εισβαλλουσης, γλυκαινουσιν και απαλυνουσιν αυτο. Και ταυτα μεν κατα το γραμμα· κατα δε τον της αναγωγης τροπον, ποιμην εστιν αιγων ο ποιμαινων (≡14Α_020≡> τω λογω το επιθυμητικον της ψυχης μερος. Κνιζει δε συκαμινα ο το σωμα δι᾽ εγκρατειας υποπιαζων και την υγροτητα των παθων απορρεων· ουτος γαρ δικην ζωυφιων δεχεται θειους λογισμους και «ηλιω της δικαιοσυνης» γλυκαινεται και απαλυνεται την ψυχην και προφητης απο Θεου και διδασκαλος ετεροις καθισταται. 
 
ΕΡΩΤΗΣΙΣ 9
Τι σημαινει ο χαλκους οφις ο κατα προσταξιν Θεου υπο Μωυσεως εφ᾽ υψηλου κρεμασθεις εν τη ερημω; 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο εξαρχης απατησας τον ανθρωπον ο νοητος οφις δια της παρακοης εν τη σαρκι τον της αμαρτιας νομον ημιν εγκατεμιξεν, οφεως δικην ερπων εν ημιν δια της ηδονης, δια τουτο ο την ερημον παθων αρετην βαδιζων εαν στραφη εις Αιγυπτον, τουτεστιν εις τον της αμαρτιας σκοτασμον, υπο των νοητων οφεων πληττεται· εαν δε εις τον σταυρωθεντα Κυριον ατενισει, ουτινος η σαρξ εφ᾽ υψους κρεμασθεισα νεκρον ειχεν τον εν τη ημετερα σαρκι του οφεως της αμαρτιας νομον και ανενεργητον, σωζεται. Χαλκους δε ο οφις, επειδη ουτε μειωσιν ουτε ιον επιδεχεται η του χαλκου φυσις, ωσπερ ουδε ο Κυριος προσηκατο ιον αμαρτιας «ουδε η σαρξ αυτου ειδεν διαφθοραν». 
Επειδη δε ο Θεολογος Γρηγοριος μεμνηται λεγων «ο δε χαλκους οφις κρεμναται μεν κατα των δακνοντων οφεων, ουχ ως δε τυπος τουτου του υπερ ημων παθοντος, αλλ᾽ ως αντιτυπος» και οτι «ο πιστευων συννεκροι τας υπ᾽ αυτον δυναμεις», αναγκαιον και ταυτα διασαφησαι. Ο δι᾽ αρετης και γνωσεως το (≡14Α_022≡> της ψυχης οπτικον ανακαθηρας γινωσκει σαφως οτι η κακια ανυποστατος εστιν και εν ουδενι των οντων υπαρχουσα ει μη μονον εν τω πραττεσθαι. Επει ουν ο αρχεκακος οφις την σκολιοτητα της αμαρτιας εν τω ανθρωπω δια της παρακοης ενεκερασεν, ενκελευεται Μωυσης κρεμασαι τον χαλκουν οφιν, παραδηλων το μελλον επι του Κυριου γενησεσθαι· αυτος γαρ και μονος δια του παθους του σταυρου εστηλιτευσεν την αμαρτιαν και εδειξεν ανενεργητον και νεκραν. Οστις ουν ατενιζει εν αυτω και πιστευει νενεκρωσθαι και ανενεργητον γενεσθαι τον εχθρον, ουτος και «συννεκροι τας υπ᾽ αυτον δυναμεις»· ουκετι γαρ ουτε δια των αισθησεων ουτε δια των αισθητων δι᾽ ων ειχεν το κρατος, καταβλαψαι δυναται· δια τουτο ουν ειρηται τω πατρι «ουχ ως τυπος, αλλ᾽ ως αντιτυπος», ως παραδηλουντος την του διαβολου νεκρωσιν. 
 
ΕΡΩΤΗΣΙΣ 10
Πως χρη και ημας, ειπερ «ο νομος πνευματικος εστιν», εορταζειν το σαββατον των ημερων και το σαββατον των εβδομαδων οπερ εστιν η Πεντηκοστη, και το σαββατον των ενιαυτων την επταετεριδα, και το σαββατον της επταετεριδος οπερ εστιν ο Ιωβηλαιος; 
 
ΑΠΟΚΡΙΣΙΣ
Εορταζομεν την εβδομαδα των ημερων οτ᾽ αν την των κακων ενεργειαν παυσωμεν, [η] εορταζομεν δε και το σαββατον των εβδομαδων οτε τας συγκαταθεσεις των πονηρων λογισμων παυσωμεν. Εορταζομεν δε και το σαββατον των ενιαυτων οτε την προσβολην της επιθυμιας μη παραδεξωμεθα, επειδη ο ενιαυτος εχει των καρπων την αναβλαστησιν και την επιθυμιαν εν τουτοις διεγειρουσαν. Εορταζομεν δε και τον ιωβηλαιον οτε τας μνημας των κακων και φαντασιας τας εκ προλημψεως ημιν επισυμβαινουσας τελεον καταπαυσωμεν· το γαρ ιωβηλαιον (≡14Α_024≡> ερμηνευεται ‘ζωντος λυσις δεσμων’ η ‘ζωντος απαλλαγη πενθους·’ οτε γαρ τις την απαθειαν τελειαν κτησηται, τοτε λυεται των δεσμων της αμαρτιας και του πενθους απαλλαγεις χαραν τη ψυχη εισοικιζεται. 
 
ΕΡΩΤΗΣΙΣ 11
Τι σημαινει Ελισσαιος αναστησας τον υιον της Σουμανιτιδος; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ελισσαιος ο προφητης δηλοι τον Κυριον, ο δε της Σουμανιτιδος παις την ανθρωπειαν φυσιν. Επειδη γαρ ησθενησεν αυτη δια της παραβασεως και τω διαβολικω καυσωνι εθανατωθη, απεστειλεν ο Κυριος τον Μωυσην δια ραβδου θαυματουργουντα, καθαπερ και Ελισσαιος τον Γιεζει, και ουκ ανεστησεν τον ανθρωπον, ουτε δε οι προφηται τουτο ισχυσαν. Αυτος ουν δια φιλανθρωπιαν ο Κυριος την ημετεραν σαρκα αναλαβων, δια των ταυτης παθηματων την νεκρωθεισαν ημων φυσιν εζωοποιησεν. 
 
ΕΡΩΤΗΣΙΣ 12
Τι δηποτε ο μεν εις των ευαγγελιστων την γενεαλογιαν απο των κατω επι τα ανω ποιειται, ο δε ετερος το εναντιον; 
 
ΑΠΟΚΡΙΣΙΣ
Οιμαι οτι ουκ ασκοπως, μαλλον δε και λιαν μυστικως τουτο πεποιηκασιν· επειδη γαρ οι μεν των πιστων απο των επαγγελιων επι την πραξιν των εντολων καταγονται, οι δε απο (≡14Α_026≡> της πραξεως των εντολων αρχομενοι επι τας επαγγελιας αναγονται, τουτου χαριν ο μεν καταγει, ο δε αναγει την γενεαλογιαν. 
 
ΕΡΩΤΗΣΙΣ 13
Τινος χαριν εν τη προθεσει του τιμιου σωματος και αιματος του Κυριου τους αρτους και τα ποτηρια ανισα προτιθειν εθος εστιν τη Εκκλησια; 
 
ΑΠΟΚΡΙΣΙΣ
Παντα υπερφυη λογον εχουσιν τα εν τη Εκκλησια τελουμενα. Επειδη δε κατ᾽ εξαιρετον τα συμβολα ταυτα της θειας ουσιας εισιν μυστηρια και απεικονισματα, εστιν δε αυτη ασυνθετος—πασα δε κτισις συνθετος εστιν, μονη δε, ως ειρηται, η αγια Τριας απλη και ασυνθετος—δια τουτο ουν ανισα προτιθησιν η Εκκλησια τους αρτους και τα ποτηρια, το θειον εν τουτοις χαρακτηριζουσα. 
 
ΕΡΩΤΗΣΙΣ 14
Επειδη τινες απορουσιν οτι "πως λαθειν λεγεται πασας τας ουρανιους δυναμεις η του Κυριου ενανθρωπησις, οποταν ευρισκωμεν οτι και αι προφητειαι αι περι του Κυριου δι᾽ αγγελων γεγονασιν και την συλληψιν της παρθενου ο Γαβριηλ ευαγγελιζεται και τους ποιμενας αγγελοι μυσταγωγουσιν;" τι ουν εστιν το λαθον τους αγγελους; 
 
ΑΠΟΚΡΙΣΙΣ
Οτι μεν ηδεισαν οι αγγελοι την μελλουσαν εσεσθαι επι σωτηρια των ανθρωπων του Κυριου ενανθρωπησιν, ου δει αμφιβαλλειν. Εκεινο δε ελαθεν αυτους, η ακαταληπτος του Κυριου (≡14Α_028≡> συλληψις και ο τροπος πως ολος εν τω Πατρι και ολος ων εν πασιν και παντα πληρων, ολος ην εν τη γαστρι της Παρθενου. 
 
ΕΡΩΤΗΣΙΣ 15
Τι δηποτε εν τω ορει Γεβαλ, εν ω αι καταραι εδοθησαν, προστασσεται ο του Ναυη Ιησους θυσιαστηριον οικοδομησαι και γραψαι τον νομον; 
 
ΑΠΟΚΡΙΣΙΣ
'Γαριζιν' ερμηνευεται ‘περιτομη,’ 'Γεβαλ' δε ‘φυραμα·’ εν τω φυραματι ουν της εθνικης μεριδος της κατηραμενης πηγνυσιν θυσιαστηριον ο Κυριος ημων Ιησους ο Χριστος, τουτεστιν την Εκκλησιαν, εγγραφων τον νομον ουκ εν πλαξιν 'λιθιναις αλλ᾽ εν πλαξιν' «καρδιαις σαρκιναις». Εκ λιθων δε τελειων, «εφ᾽ ους ουκ επεβληθη σιδηρος», το θυσιαστηριον οικοδομηθηναι λεγει, δηλων τους νοητους λιθους τους αποστολους, απελεκητους δια το απλουν των τροπων και απεριττον γενομενους· εξ ων η των εθνων Εκκλησια συνεστη. 
 
ΕΡΩΤΗΣΙΣ 16
Τι σημαινει οπερ απειλει ο προφητης τους ποιουντας «χαυωνας τη στρατια του ουρανου» παραδιδοσθαι τω Ναβουχοδονοσορ ωστε εν τη πυλη Ιερουσαλημ πηξαι τον θρονον αυτου; 
 
ΑΠΟΚΡΙΣΙΣ
Χαυωνες εισιν αρτιδια εκ διαφορων ειδων οντα, απερ ποιουντες οι Ιουδαιοι και αι γυναικες αυτων ετιθουν εν ταις θυρισιν των οικων, δεχομεναι την αυγην της σεληνης και του εωσφορου. Επειδη ουν χαυωνες ‘θυριδες’ ερμηνευονται, τουτο (≡14Α_030≡> υποβαλλει νοειν οτι οστις δια της ηδονης τας αισθησεις προς τα αισθητα επιτερπως εχει, ουτος χαυωνας ποιει. Δια τουτο και τον νοητον Ναβουχοδονοσορ εν τη πυλη Ιερουσαλημ, τουτεστιν εν τη ψυχη, δεχεται βασιλευοντα εν αυτη, εκθλιβων αυτην ως υποχειριον· Ναβουχοδονοσορ γαρ ερμηνευεται ‘προφητευων κρισιν θλιψεως.’ 
 
ΕΡΩΤΗΣΙΣ 17
Τι δηλουσιν αι κατα τον νομον προσαγομεναι πεντε θυσιαι· το προβατον, ο βους, η αιξ, η τρυγων και η περιστερα; 
 
ΑΠΟΚΡΙΣΙΣ
Κατα μεν μιαν επιβολην λαμβανεται ο κριος μεν ως ηγεμονικον επι του λογιστικου, ο δε ταυρος επι του θυμικου, η δε αιξ επι του επιθυμητικου, η δε τρυγων επι της σωφροσυνης, η περιστερα δε επι του αγιασμου. Ει δε δει και τα εκαστου ζωου προσοντα φυσικως ζητησαι και εκαστου αυτων την προσφορον εφαρμοσαι θεωριαν, φασιν οι τα τοιαυτα επεσκεμμενοι οτι τρια προσαγει τω κεκτημενω το προβατον, τον μαλλον, το γαλα, τον αμνον· η δε κορη του οφθαλμου αυτου συμπεριπολει τω ηλιω και εκαστης ημερας αφοδευει σπυραθους τριακοσιους εξηκοντα πεντε. Το δε λογικον προβατον ο ανθρωπος, ειπερ εαυτον θυσιαν προσφερειν τω κεκτημενω Θεω εσπουδακεν, χρεωστει διδοναι ωσπερ μαλλον την ηθικην πραξιν, ως δε γαλα την φυσικην θεωριαν—θρεπτικη γαρ αυτη του νου—ως δε αμνον τον μαθητευομενον απογενναν δια της ιδιας διδασκαλιας κατα παντα ομοιον εαυτω και τελειον προσαγειν τω Θεω. Αλλα και την κορην του οφθαλμου ο τοιουτος εχει τω ηλιω συμπεριπολουσαν, τουτεστιν τον νουν τω ηλιω της δικαιοσυνης δια της προνοητικης (≡14Α_032≡> των οντων διοικησεως φεροντι τα ημετερα συμπεριπολει, τουτεστιν επακολουθει· εν τε γαρ θλιψεσιν εν τε ευημεριαις ευχαριστων επεται τη καλως αγουση τα παντα προνοια. Αποβαλλει δε ο τοιουτος εκαστης ημερας σπυραθους τξε (365), τουτεστιν τα υπο χρονον και γενεσιν ως φθαρτα και περισσα εκαστοτε απορριπτει. 
Περι δε του βοος φασιν οτι την καρδιαν τριγωνον κεκτηται, τον δε νεφρον πενταβολον· εχει δε και τρεις στομαχους και την μεν ημεραν φωτοειδεις εχει τους οφθαλμους, τη δε νυκτι πυροειδεις και τριτον της ημερας και τριτον της νυκτος κατ᾽ ανατολας ορων πνεει φυσων· ο δε δεξιος αυτου ρις ευωδιαζει μοσχον, το δε αιμα αυτου αναιρετικον εστιν παντων των ημερων ζωων χωρις του κυνος. Δει ουν και ημας ωσπερ βουν τον ζυγον φεροντας του Χριστου και το αροτρον του λογου μεταχειριζομενους, τας λιθινας ανατεμνειν καρδιας και τας μεν ακανθας των παθων εκριζουν, πλατυνειν δε την γην της καρδιας προς υποδοχην του θειου λογου· εχειν δε και την καρδιαν τριγωνον, τουτεστιν τον περι Τριαδος λογον υγιη εχειν εν τη καρδια, ινα ωσπερ η καρδια διαδιδωσι φυσικως την ζωην τω σωματι, ουτως και η εις Θεον ευσεβεια τα μελη της ψυχης συνιστησιν· τον δε νεφρον εχειν πενταβολον, τουτεστιν το επιθυμητικον μη προς τα παθη τετραφθαι, αλλα δια των πεντε αισθησεων την κτισιν κατοπτευειν εις μονην επιθυμιαν και αγαπην του κτισαντος· τρεις δε και στομαχους κεκτησθαι· ο στομαχος πρωτον τα σιτια δεχομενος και δια της πεπτικης δυναμεως το ειλικρινες αυτων εκαστω των μελων παραπεμψας, το λοιπον τη κοιλια διδωσιν. 
Ουτως ουν και ημας προσηκεν δια πρακτικης και φυσικης και θεολογικης θεωριας αγομενους και τα προσφορα πασιν τοις μελεσιν της ψυχης απονεμοντας, και του ηττονος προνοεισθαι μερους, τουτεστιν του σωματος· τουτο γαρ η κοιλια· τριτον δε της ημερας και τριτον της νυκτος αφορωντας προς ανατολας (≡14Α_034≡> πνεειν, τουτεστιν την τρισσην του Θεου προνοιαν συντηρητικην και επιστρεπτικην και παιδευτικην αφορωντας, εν τε νυκτι πειρασμων εν τε ημερα ευημεριας ευχαριστειν· εχειν δε και τους οφθαλμους εν μεν νυκτι πυροειδεις, εν δε ημερα φωτοειδεις, τουτεστιν την θεωρητικην δυναμιν εν μεν τη ημερα των αρετων τας εκ του ηλιου της δικαιοσυνης ακτινας της γνωσεως υποδεχομενην, εν δε τη νυκτι των υπερ αρετης επαγομενων αλλεπαλληλων πειρασμων τους λογους καταλαμβανουσαν των εγκαταλειψεων· εχειν δε και τον δεξιον ρινα ευωδη· δεξιον μερος του ανθρωπου εστιν η ψυχη, επειδη διπλοι εσμεν εκ ψυχης και σωματος· ο ουν δια τας της ψυχης αρετας την χαριν του αγιου Πνευματος επισπασαμενος γινεται τοις αλλοις ευωδης. Το δε αιμα του τοιουτου αναιρετικον εστιν των ημερων ζωων, τουτεστιν ο κατα παρατροπην θυμος αναιρετικος εστιν τοις μιμουμενοις αυτον ανθρωποις, τροφη δε τοις υλακτουσιν καθ᾽ ημων δαιμοσιν. 
Η δε αιξ φυσιν εχει τοιαυτην· τα ορη ευκολως αναβαινουσα κρημνοβατει και επιτερπεται των μουσικων μελων και το δεξιον αυτης κερας εαν θυμιαθη εν οιωδηποτε τοπω, σεισμου φαντασιαν παρεχει· αφοδευει δε εκαστης ημερας σπυραθους διακοσιους. Δει ουν και την ημετεραν ψυχην τους κρημνους των πειρασμων ευθαρσως διαπηδαν και τα προφητικα ορη αναβαινοντας το υψος της γνωσεως θηρασθαι και επι ταυτη ηδεσθαι, και ου μονον ηδεσθαι αλλα και δια του δονακος, τουτεστιν του εμπρακτου λογου διδασκοντας ηδονην εντιθεναι τοις ακουουσιν. Το δε δεξιον κερας σημαινει οτι ο το θεωρητικον της ψυχης δια της προσευχης τω Θεω προσαγαγων, ευωδης γινομενος τοις ακουουσιν, την εν αυτοις εξιν των σαρκικων παθων διασαλευει. Ο τοιουτος εκαστοτε την περι τα αισθητα των αισθησεων αποβαλλει πλανην· αι γαρ αισθησεις των αισθητων συμπλεκομεναι· *** οιον, δεκαπλουμενος ο τεσσαρα[ς] αριθμος (≡14Α_036≡> ποιει τον τεσσαρακοντα, ουτος δε πενταπλουμενος αποτελει τα διακοσια. 
 
ΕΡΩΤΗΣΙΣ 18
Τι εστιν το διδραγμον οπερ και ο Κυριος απαιτειται τελεσαι και τις ο ιχθυς ον ο Πετρος κρατησαι κελευεται και τον εν αυτω στατηρα λαβειν και δουναι τοις απαιτουσιν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Οι απαιτουντες τα διδραγμα εικονα φερουσιν των φυσικων εν ημιν παθων· ουτοι προσηλθον τω Πετρω, τουτεστιν τω πρακτικω του Κυριου και ταπεινω και μαθητου τροπον τω πατρι υπακουσαντι, απαιτουντες ως ανθρωπον απερ ειχον εθος παντας ανθρωπους δασμολογειν. Ο δε Κυριος εδειξεν ως Θεος και Δεσποτης δια της παραβολης εαυτον ελευθερον· αλλ᾽ επειπερ την ημετεραν υποδυς σαρκα και τα ταυτης κατεδεξατο αδιαβλητα παθη, ταυτα και τελεσαι τη φυσει ηνεσχετο χωρις αμαρτιας. Επειδη γαρ κατ᾽ αρχας πλασας τον ανθρωπον και δυο γενικους αυτω λογους ενθεμενος, ενα μεν προηγουμενον τον της ψυχης, ετερον δε κατα προνοιαν τον της σαρκος, ουδοποτερω δε τουτων εμμειναντος, αλλα τον μεν τη παραβασει της εντολης, τον δε τη παραχρησει των ορων της φυσεως παρατρωσαντος, οντινα λογον εν τω παθει κρυψας ειασεν νηχεσθαι εν τη θαλασση του ταραχωδους βιου, δια τουτο απαιτουμενου του Κυριου τελεσαι τον φορον της φυσεως, ως Δεσποτης και διορθωτης της φυσεως, δια του λογου της πραξεως το εννηχομενον εν τη θαλασση του βιου γλισχρον της αμαρτιας παθος κρατησας και τον εν αυτω καταποθεντα λογον, τουτεστιν τον εξαρχης κατα παραχωρησιν δεδομενον ορον της χρειας, ανασπασας, (≡14Α_038≡> ελευθερον του της παραχρησεως παθους τη φυσει απεδωκεν. 
 
ΕΡΩΤΗΣΙΣ 19
Επειδη Γρηγοριος ο Νυσσης εν τοις εαυτου συγγραμμασιν φαινεται τοις μη το βαθος επισταμενοις της υψηλης αυτου θεωριας πολλαχου αποκαταστασιν υπεμφαινειν, παρακαλω οπερ επιστασαι περι τουτου ειπειν. 
 
ΑΠΟΚΡΙΣΙΣ
Τρεις αποκαταστασεις οιδεν η Εκκλησια· μιαν μεν την εκαστου κατα τον της αρετης λογον, εν η αποκαθισταται τον επ᾽ αυτω λογον της αρετης εκπληρωσας· δευτεραν δε την της ολης φυσεως εν τη αναστασει, την εις αφθαρσιαν και αθανασιαν αποκαταστασιν· τριτη δε, η και μαλιστα κατακεχρηται εν τοις εαυτου λογοις ο Νυσσης Γρηγοριος, εστιν αυτη· η των ψυχικων δυναμεων τη αμαρτια υποπεσουσων εις οπερ εκτισθησαν παλιν αποκαταστασις. Δει γαρ ωσπερ την ολην φυσιν εν τη αναστασει την της σαρκος αφθαρσιαν χρονω ελπιζομενω απολαβειν, ουτως και τας παρατραπεισας της ψυχης δυναμεις τη παρατασει των αιωνων αποβαλειν τας εντεθεισας αυτη της κακιας μνημας και περασασαν τους παντας αιωνας και μη ευρισκουσαν στασιν εις τον Θεον ελθειν, τον μη εχοντα περας, και ουτως, τη επιγνωσει ου τη μεθεξει των αγαθων, απολαβειν τας δυναμεις και εις το αρχαιον αποκαταστηναι και δειχθηναι τον δημιουργον αναιτιον της αμαρτιας. 
 
ΕΡΩΤΗΣΙΣ 20
Τι σημαινει η κατα τον Βηλ ιστορια και τις ο Δανιηλ και ο βασιλευς Δαρειος γινωσκων τα ιχνη των εισελθοντων οτι ανδρων και γυναικων και παιδιων εισιν; 
(≡14Α_040≡>
 
ΑΠΟΚΡΙΣΙΣ
Πας ανθρωπος εν τη ‘συγχυσει’ του βιου γινομενος— τουτο γαρ η Βαβυλων ερμηνευεται—ναον την εαυτου ψυχην ποιει τω Βηλ, τουτεστιν τω διαβολω· εν ω ει γενηται ο Δανιηλ, τουτεστιν ο νομος του Θεου—’κρισις’ γαρ ‘Θεου’ Δανιηλ ερμηνευεται—διδασκει τον Δαρειον, τουτεστιν τον βασιλεα νουν, οτι τα ιχνη των εν τω ναω, τουτεστιν της ψυχης, περιπατουντων ανδρων εισιν και γυναικων και παιδιων, τουτεστιν θυμου και επιθυμιας και αγνοιας· οθεν ο βασιλευς νους τουτο γινωσκων παραδιδωσι τη κρισει, τω νομω του Θεου, εις το παντας αρδην απολεσθαι. Η δε πασθεισα κονια δηλοι την ασκησιν και την ταπεινωσιν· δια τουτων γαρ καταδηλα γινονται τω νω τα ιχνη των εν τη ψυχη διαθεοντων παθων. 
 
ΕΡΩΤΗΣΙΣ 21
Πως δει νοειν το υπο του Αποστολου ειρημενον «απαρχη Χριστος, επειτα οι του Χριστου εν τη παρουσια αυτου, ειτα το τελος»; 
 
ΑΠΟΚΡΙΣΙΣ
«Απαρχη Χριστος» δια της αναστασεως γεγονεν, «επειτα οι του Χριστου», οι εις αυτον πιστευσαντες, «ειτα το τελος», παντων των εθνων η δια πιστεως σωτηρια. Ει δε και εις τον καθενα θελεις εκλαβειν τα ειρημενα, «απαρχη Χριστος» εστιν η εις αυτον πιστις, «επειτα οι του Χριστου», τα εργα της πιστεως, «ειτα το τελος», το χωρισθηναι παντων, αισθητων τε και νοητων, και δια γνωσεως κολληθηναι τω Θεω. Το δε εσχατος εχθρος καταργειται ο θανατος εστιν οτ᾽ αν και αυτοι το αυτεξουσιον θελημα απαν τω Θεω παραχωρησωμεν· τοτε καταργειται και ο εσχατος εχθρος· θανατος δε λεγεται επειδη η (≡14Α_042≡> ζωη ο Θεος εστιν, το δε αντικειμενον τη ζωη εικοτως λεγεται θανατος. 
 
ΕΡΩΤΗΣΙΣ 22
Τι σημαινει το τοξον οπερ εθετο εν τη νεφελη ο Θεος εις διαθηκην προς το γενος το ανθρωπινον; 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη το τοξον τετραχροον εστιν, δηλοι την σαρκα του Κυριου εκ τεσσαρων καθ᾽ ημας γενομενην στοιχειων και μη εχουσαν αιτιαν συστασεως καθαπερ ουδε το τοξον. Ταυτην εθετο εν τη νεφελη, τουτεστιν εν τω κοσμω· νεφελη δε ο κοσμος δια την οργην του Θεου ητοι το επιτιμιον του θανατου· ποτε μεν γαρ επι καλου λαμβανεται η νεφελη ως ηπιως αρδευουσα και ως απο καυσωνος σκιαζουσα, ποτε δε και επι οργης ως δια το ραγδαιον και σφοδρον καταστρεφειν και χαλαζουν. Κατα τουτο ουν εν τη νεφελη τιθεσθαι το τοξον λεγει, τουτεστιν εν τω της οργης κοσμω την σαρκωσιν του Κυριου, εις το μηκετι εκ των της κακιας υδατων κατακλυσθηναι το ανθρωπινον γενος, τοξον δε δια τουτο, ινα γινωσκωμεν οτι η προς ημας του Κυριου καταλλαγη πολεμος εστιν των ημετερων εχθρων και πολεμιων, η και ο του Κυριου προς τον εχθρον πολεμος ημιν γεγονεν καταλλαγη. 
 
ΕΡΩΤΗΣΙΣ 23
Τινος ενεκεν απαγορευει ο νομος εσθιειν παν αιμα θηριων και των λοιπων; 
 
ΑΠΟΚΡΙΣΙΣ
Θηρια ου μονον τα ατιθασα λεγει, αλλα και τα ημερα τα (≡14Α_044≡> παρα τω νομω ακαθαρτα, οιον, ονον και χοιρον και τα τοιαυτα· εισιν δε ταυτα παθη κακιας σφοδροτερα και ανημερα. Ου χρη ουν προς συστασιν της ημων κακιας τουτοις κεχρησθαι. Επειδη δε το αιμα λαμβανεται εις την συστασιν της ζωης, πολλακις δε και εις τον θυμον δια τον φονον, υποβαλλει νοειν οτι δει την πασαν ημων ζωην εμπροσθεν του Θεου τιθεναι και μη εαυτοις ζην αλλα τω Θεω, καθα φησιν ο νομος οτι "εκχεεις το αιμα εμπροσθεν του θυσιαστηριου", η και το θυμικον μη προς ιδιαν αμυναν η προς ιδιον παθος εχειν υπουργουντα αλλ᾽ η μονον προς το ανδρειως και ευτονως του Θεου και των θειων αντεχεσθαι. 
 
ΕΡΩΤΗΣΙΣ 24
Τι εστιν κατα τον νομον ο ταυρος ο κερατιστης και δια τι αλογον ων φονευεται; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ταυρος κερατιστης εστιν ο παρα λογον ζηλον ως δηθεν κατα Θεον κεκτημενος και τουτω κεχρημενος προς ετερων αμυναν. Χρη ουν το τοιουτον παθος αποκτεννειν, ινα μη πολλους πληξαν φονευση και συνκινδυνευσαι παρασκευαση τον ιδιον δεσποτην, τουτεστιν την ψυχην. 
 
ΕΡΩΤΗΣΙΣ 25
Τις ο του Ιωσηφ ποικιλος χιτων και τι σημαινει η κατα το ενυπνιον εκβασις της του πατρος και των αδελφων προσκυνησεως; 
(≡14Α_046≡>
 
ΑΠΟΚΡΙΣΙΣ
Πας Ισραηλ, τουτεστιν ‘νους ορων Θεον,’ ποιει τω ιδιω υιω τω Ιωσηφ, τουτεστιν τω κατα Θεον γεννωμενω, χιτωνα ποικιλον, τουτεστιν τον ηθικον τροπον ενδεει μετα της ποικιλης των αρετων διαφορας. Τω τοιουτω ουν— Ιωσηφ ερμηνευεται δε ‘προσθεσις’—προσκυνουσιν ο πατηρ και η μητηρ και οι αδελφοι· παντι γαρ προστιθεντι και αυξοντι τα της αρετης και γνωσεως μετρα προσκυνουσιν ο φυσικος νομος και η τιθηνουσα αισθησις, υποκυπτοντες μετα των κατ᾽ αυτους λογων φυσικων και αισθητικων. Αλλ᾽ επειδη και εις τον Κυριον λαμβανεται ο Ιωσηφ, ποιειν εικοτως λεγεται ο Θεος και πατηρ τω ιδιω και κατα φυσιν Υιω χιτωνα ποικιλον, οπερ δι᾽ ημας εξ ημων ανελαβεν σωμα ταις θειαις αρεταις πεποικιλμενον, κατα το εν ψαλμοις ειρημενον "σωμα δε κατηρτισω μοι", οπερ οι κατα σαρκα αδελφοι Ιουδαιοι εκδυσαντες τω αιματι του παθους εμολυναν. Προσεκυνησαν δε αυτω ο πατηρ και η μητηρ και οι δωδεκα αδελφοι, τουτεστιν ο νομος και λατρεια και οι εκ των δωδεκα φυλων πιστευσαντες. 
 
ΕΡΩΤΗΣΙΣ 26
Τι σημαινει ο στυλος της νεφελης οδηγων την ημεραν και ο στυλος του πυρος φωτιζων την νυκτα; 
 
ΑΠΟΚΡΙΣΙΣ
Δι᾽ αμφοτερων ο του Θεου Λογος σημαινεται· τοις μεν γαρ δια της πραξεως οδευουσιν αναψυχων εκ του καυσωνος των πειρασμων γινεται στυλος νεφελης, τοις δε δια της γνωσεως οδευουσιν φωτιζων και την αχλυν της αγνωσιας ανακαθαιρων γινεται στυλος πυρος. 
(≡14Α_048≡>
 
ΕΡΩΤΗΣΙΣ 27
Τι σημαινει το μαννα και τι το εποζειν τοις μη αυταρκως εκλεγουσιν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Το μαννα σημαινει τον του Θεου Λογον τον πασιν δια πραξεως και γνωσεως προσφυως αρμοζομενον και την ψυχην τρεφοντα. Οτ᾽ αν ουν τις δεοντως και κατα λογον τουτω κεχρηται, τουτεστιν την μεσοτητα των αρετων μετερχεται, φευγων εφισης τας τουτων υπερβολας και ελλειψεις, ουτος το μαννα αυταρκως συλλεγει. Οτ᾽ αν δε μη δεοντως αλλα καθ᾽ υπερβολην τω λογω χρησεται, οιον— καλον γαρ απο μιας αρετης σημαναι το λεγομενον—οτ᾽ αν τις σωφροσυνην μετερχομενος φυγη μεν το ακολαστον, βδελυκτον δε τον γαμον κρινει, ηδη επωζεσεν αυτω ο λογος της σωφροσυνης τη της υπερβολης αμετρια, και ου μονον επωζεσεν, αλλα και σκωληκας εξηρψεν, τουτεστιν παθη ετερα γεννησας. 
 
ΕΡΩΤΗΣΙΣ 28
Τις ο λογος της πλησσομενης και αποβαλλουσης γυναικος και οτι «εαν εξελθη το παιδιον εξεικονισμενον, ψυχην αντι ψυχης» δουναι τον πληξαντα ο νομος διαγορευει, ει δε αμορφωτον εκπεσοι, ζημιοι μονον; 
 
ΑΠΟΚΡΙΣΙΣ
Κατα μεν το γραμμα ουτως νοουμεν· επειδη ο φονος του σωματος εστιν—ψυχη γαρ ουδεποτε φονευεται αθανατος ουσα—δια τουτο το μη εξεικονισμενον εις ανθρωπειαν μορφην ουκ επαγει τον κινδυνον η μονον ολιγην ζημιαν· ει δε απηρτισται η ανθρωπεια εικων, φονον εικοτως τετελειωμενου ανθρωπου ο (≡14Α_050≡> τοιουτος εισπραττεται. Κατα δε την πνευματικην θεωριαν τουτο υπολαμβανομεν, οτι ο ψυχην εγκυμονησασαν τον θειον λογον και μορφωσασαν δια της εξεως το σπερμα της αρετης σκανδαλισας και ποιησας αποβαλλειν το τοιουτον της διδασκαλιας μορφωμα, ενοχος εστιν του θανατου· ο δε σκανδαλιζων ψυχην τον σπορον μεν του λογου δεξαμενην, μη μορφωσασαν δε τουτον δι᾽ εξεως και ενεργειας, επιτιμιου αξιος. 
 
ΕΡΩΤΗΣΙΣ 29
Τι σημαινουσιν αι «εξ πολεις των φυγαδευτηριων» και διατι αι μεν τρεις εδοθησαν εις την γην της επαγγελιας, αι δε αλλαι τρεις εξω; 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη η φυλη του Γαδ δια το πολλα κεκτησθαι κτηνη εξω της γης της επαγγελιας ελαβεν τας πολεις, εκ τουτων αφιερωσεν ο νομος τρεις εις το καταφευγειν τον ακουσιως φονευοντα, τας δε αλλας τρεις εις την γην της επαγγελιας. Τουτο ουν σημαινεται κατα τον της αναγωγης τροπον· επειδη τρεις τροποι εισιν καθ᾽ ους αδιαθετως αμαρτανομεν, κατα την πραξιν της τυραννιδος, εξ απατης και εξ αγνοιας, δει τον εν τουτοις ενεχομενον, πριν το παρεπομενον παθος καταδιωξαν φονευση τον τοιουτον, ενδιαθετως ποιουν αμαρτανειν αυτον, φευγειν, τον μεν εκ τυραννιδος αμαρτανοντα εις την πολιν της εγκρατειας, τον δε εξ απατης εις την πολιν της πειρας και της καλης πανουργιας, τον δε εξ αγνοιας εις την πολιν της μαθησεως. Ταυτα δε απενεμηθησαν τοις πρακτικοις δια το ευφορον και προς νομην (≡14Α_052≡> κτηνων επιτηδειον· η γαρ πρακτικη και ταις αρεταις εστιν ευφορος και των κτηνωδεστερων ποιμαντικη. 
Αι δε εσω πολεις απενεμηθησαν τοις γνωστικοις· επειδη γαρ εν τρισιν καταγινεται ο γνωστικος, εν τε ηθικη, φυσικη και θεολογικη γνωσει, δει τον ακουσιως φονον εργαζομενον, τουτεστιν απειρως επιβαλλοντα, εν μεν τη ηθικη διδασκαλια θυμον και επιθυμιαν παρα λογον κινουντα εις την πολιν της πραοτητος καταφευγειν—τελος γαρ ηθικης φιλοσοφιας η πραοτης εστιν—, τον δε εις την φυσικην θεωριαν σφαλλομενον και ανεπιστημονως επιβαλλοντα, εις την πολιν της επιστημης καταφευγειν· τον δε εις την θεολογιαν σφαλλομενον δει καταφευγειν εις την πολιν της πιστεως, μηπως το παρεπομενον της αγνοιας παθος καταλαβειν εξισχυσει και απολεση τον μετοχον αυτου. 
Τι δε εστιν το «εως ου ο μεγας ιερευς αποθανη», μενειν δει τον τοιουτον και τοτε εις την εγκτητον αυτου γην επανερχεσθαι, ακολουθον θεωρησαι. «Ιερευς μεγας» εστιν ο Κυριος ημων Ιησους ο Χριστος· οτ᾽ αν ουν εις τελειαν απαθειαν ελθωμεν και μηκετι προσαγωμεν αυτω τι των του κοσμου τουτου, ειτε λογους ειτε νοηματα, και απλως οτ᾽ αν υπερ αισθησιν και εννοιαν γενωμεθα και «μηκετι Χριστον κατα σαρκα γινωσκομεν», τοτε απεθανεν ημιν ο μεγας ιερευς, μηκετι παρ᾽ ημων εκ τινος των γεγονοτων λατρειαν δεχομενος· και λοιπον εις την εγκτητον ημων γην αποκαθισταμεθα, τουτεστιν την εν αυτω τω Θεω, εν ω οι των αρετων λογοι εισιν. 
 
ΕΡΩΤΗΣΙΣ 30
Τινες αι ραβδοι ας ο Ιακωβ λεπισας εθηκεν εις τα ποτιστηρια (≡14Α_054≡> και τις η Ραχηλ η τα ειδωλα κλεψασα και τις η τερεβινθος εν η ταυτα ο Ιακωβ κατεκρυψεν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Πας Ιακωβ, τουτεστιν ‘πτερνιστης,’ λεπιζει τας ραβδους, τουτεστιν τους λογους των οντων καθαρους ποιων των επικειμενων αυτοις υλικων σχηματων τιθησιν εν τοις ποτιστηριοις, τουτεστιν εν τη εξει της γνωσεως, ινα οι δικην προβατων μαθητευομενοι τη μαθησει εν αυτη ενκισσωντες αποτυπωνται προς την αυτης μιμησιν. Πασα ουν ψυχη μαθητευθεισα ουτως κλεπτει τα ειδωλα του ιδιου πατρος του κακως αυτην προτερον τη κακια γεννησαντος. Εισιν δε τα ειδωλα μη ενοντα φυσικως τοις ορωμενοις, αλλ᾽ «εκ του κακου πατρος του διαβολου» ειδωλοποιουμενα προς απατην σχηματα· απερ κλεπτει καλως ο κατα τον Αποστολον παντα αιχμαλωτιζων εις την υπακοην του Χριστου. Κρυπτει δε ταυτα εν τοις σαγμασιν των καμηλων· καμηλον ενταυθα το σωμα λαβε δια το σκολιον και οτι διολου τα ιχνη των ποδων τη γη εντυπουσα η καμηλος το εκ της παραβασεως γενομενον σκολιον και εμπαθες ημων δηλοι σωμα· σαγματα δε εισιν οι διαφοροι της ασκησεως τροποι, οις επικαθημενη η ψυχη διαφευγει τον ερευνωντα της κακιας πατερα και ζητουντα τα προς εξαπατην επινοηθεντα αυτω ειδωλα, απερ δια της υψηλης περι αυτων αναγωγης και θεωριας καλως εξ αυτου αποσπασασα κατεκρυψεν εν τοις πιεζουσιν το σωμα ημων της εγκρατειας σαγμασιν. Οτ᾽ αν δε εις την γην της επαγγελιας ελθη, τουτεστιν εις την τελειαν γνωσιν, τοτε κελευεται και ταυτα περιελεσθαι, τουτεστιν τα κλαπεντα καλως προς ημετεραν αναγωγην, ειτε ηθικωτερους τροπους ωσπερ ιματιον ειτε τους φυσικους λογους εξ αυτων ενωτιζομενους ωσπερ ενωτια. Ταυτα γαρ ο διορατικος νους λαβων εν τη τερεβινθω κατεκρυψεν, τουτεστιν εν τω μυστηριω του σταυρου· πασα γαρ (≡14Α_056≡> πραξις και γνωσις εν αυτω ενκεκρυπται. Τερεβινθω δε ο σταυρος παρεικαζεται επειδη εν μεν τω χειμωνι ατερπες εστιν πανυ το δενδρον, εν δε τω εαρι ευωδεστατον πανυ και τερπνοτατον· ουτως και ο σταυρος του Κυριου εν μεν τω παροντι βιω εξουδενωσεως δοκει εχειν ειδος, εν δε τω μελλοντι πολλης ευωδιας και δοξης εκπεμπει ευπρεπειαν. 
 
ΕΡΩΤΗΣΙΣ 31
Τι σημαινει η κατα τον Ιουδαν και την Θαμαρ ιστορια; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ο Κυριος ημων Ιησους ο Χριστος εκ φυλης Ιουδα το «κατα σαρκα» γενομενος και εν τη οδω του βιου ελθων τη προς «τα προβατα τα απολωλοτα οικου Ισραηλ», ηυρεν εν τη οδω της πλανης την εκπορνευσασαν «οπισω θεων ετερων» των εθνων Εκκλησιαν και συναφθεις παρεσχετο αυτη ραβδον και ορμισκον και δακτυλιον, τουτεστιν την δια σταυρου νεκρωσιν και την περι των οντων ευσεβη δοξαν και την του Πνευματος χαριν, και απλως ειπειν πρακτικην, φυσικην και θεολογικην γνωσιν. 
 
ΕΡΩΤΗΣΙΣ 32
Του αγιου Κυριλλου Αλεξανδρειας περι του Ναβουθε και του Αχααβ. 
 
ΑΠΟΚΡΙΣΙΣ
Εις Χριστον αναφερεται τα κατα τον Ναβουθε· αμπελων δε ο Ισραηλ κατα τον Ησαιαν· ο δε Αχααβ εις τυπον των του Ισραηλ ηγουμενων, οιτινες ηθελον εχειν αυτον εις κηπον λαχανων, ποτιζοντες αυτον ανατροπην θολεραν· τον δε Χριστον (≡14Α_058≡> προσωπον επεχοντα του Ναβουθε μη θελησαι αυτον δουναι ως πατρωαν κληρονομιαν· οθεν την νοητην Ιεζαβελ, τουτεστιν την συναγωγην, συκοφαντουμενον αναιρειν αυτον. 
 
ΕΡΩΤΗΣΙΣ 33
Εις προσωπον τινος λαμβανεται ο Ιεφθαε και η τουτου θυγατηρ; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ο μεν Ιεφθαε εις το προσωπον του Κυριου, η δε τουτου θυγατηρ εις την αυτου πανταχραντον σαρκα. Ωσπερ γαρ ο Ιεφθαε εκ πορνης ην γεγεννημενος και απο των ιδιων εξεδιωχθη και εξελθων επολεμησεν και ενικησεν τους υπεναντιους, υποσχομενος τω Θεω τον υπαντωντα αυτω εκ των οικειων αυτου προσαγειν εις θυσιαν, ουτως και ο Κυριος εκ της εκπορνευσασης ημων φυσεως το κατα σαρκα αναμαρτητως προελθων και της οικειας σαρκος γενομενος σπορευς, εκδιωχθεις τε υπο των δοκουντων ιδιων ειναι Ιουδαιων και τον υπερ ημων πολεμον νικησας, προσηγαγεν την οικειαν αυτου σαρκα τω Θεω και Πατρι· Ιεφθαε γαρ ερμηνευεται ‘ανοιξις Θεου.’ 
 
ΕΡΩΤΗΣΙΣ 34
Τι δηλοι το των Παροιμιων το «εν οκνηριαις ταπεινωθησεται δοκωσις και εν αργια χειρων σταξει οικια»; 
 
ΑΠΟΚΡΙΣΙΣ
Η δοκωσις λαμβανεται εις τας φυσικας της ψυχης δυναμεις· ωσπερ γαρ αι δοκοι αμελουμεναι και δια του επικειμενου βαρους καμπτομεναι καταπιπτουσιν, ουτως και αι φυσικαι της (≡14Α_060≡> ψυχης δυναμεις, μη επιμελουμεναι δια της μελετης των θειων λογιων, τω βαρει των εκουσιων και ακουσιων πειρασμων καμπτομεναι προς τα αισθητα καταπιπτουσιν. Εν αργια δε χειρων σταζει οικια οτ᾽ αν η ψυχη απραξιαν αγαθων εχουσα, δια των αισθησεων τας των υλικων φαντασιας σταλαγμων δικην εισδεχομενη την ενοικουσαν χαριν αποδιωκει. 
 
ΕΡΩΤΗΣΙΣ 35
Τι δηλοι ο εν Κανα γαμος και τι τα εν αυτω τελεσθεντα μυστηρια; 
 
ΑΠΟΚΡΙΣΙΣ
Κανα ερμηνευεται ‘κτησις,’ Γαλιλαια δε ‘αποκαλυψις·’ πας ουν νους εξιν αποκαλυπτικην εχων των θειων, εν τω συναπτεσθαι τη αρετη η και τη αισθησει δεεται της του λογου μεσιτειας ινα η μεν αρετη τη γνωσει συναφθεισα του νου, συμφωνος γενηται προς αυτον, η δε αισθησις υποκυπτουσα υπο την εξουσιαν του νου γενηται, του φυσικως αυτην ταττοντος. Επειδη δε η γνωστικη εξις δια της καθ᾽ ηδονην διαχυσεως εκ της γενομενης παρακοης υδαρωθη, ηλθεν ο Λογος επαναγων εις γην την εξαρχης στερροτητα. Η δε αιτουσα μητηρ εστιν η πιστις η και η ταπεινωσις η και η επιστημονικη σοφια· εκαστη γαρ τουτων τικτειν πεφυκεν την εν ανθρωποις ακραν θεοειδη εξιν. 
Το δε «ουπω ηκει η ωρα μου» δηλοι, επειδη προηγειται η διδασκαλια των σημειων—δια γαρ τους απιστουντας τη διδασκαλια η των σημειων επιδειξις γινεται—ουπω δε ην εκει διδαξας και πειραν λαβων αυτων απιστιας, δια τουτο ειπεν· «ουπω ηκει η ωρα μου». 
Οι δε υπηρεται δηλουσιν τους προφητας, οιτινες την φυσιν (≡14Α_062≡> δια της παραβασεως κενωθεισαν δια της αυτων διδασκαλιας *** ο δε Κυριος ελθων μετεβαλεν εις πνευματικην γνωσιν και την φυσιν εις το υπερ φυσιν ανηγαγεν δια της πιστεως. Αυτη γαρ επεχει της Θεοτοκου το προσωπον· καθαπερ γαρ η Θεοτοκος, κατα την δημιουργιαν εκ του Κυριου και Υιου αυτης υπαρχουσα, κατα σαρκα αυτη αυτον απεκυησεν, ουτως και η πιστις εκ του λογου υπαρχουσα δια της ενεργειας της πραξεως τον λογον εις ενεργειαν αγει. 
Αι δε υδριαι επειδη εξ εισιν δηλουσιν την ποιητικην των αγαθων εξιν δια το και τον Κυριον εν εξ ημεραις τον ορατον δημιουργησαι κοσμον. Ο δε αρχιτρικλινος ο διακριτικος εστιν νομος· δια τουτο φησιν· «πας ανθρωπος πρωτον τον καλον οινον προτιθησιν και τοτε τον ελασσω»· ο γαρ ακραιφνης και διακριτικος νομος διακρινων «εδει», φησιν, «τον νουν πρωτον τη επιγνωσει εις τον αιτιον αναδραμειν και ειθ᾽ ουτως εις τα μετ᾽ αυτον, οπερ ο Αδαμ ουκ εποιησεν» η και οτι «την του Κυριου διδασκαλιαν εδει πρωτην ποθηναι του νομου και των προφητων». 
 
ΕΡΩΤΗΣΙΣ 36
Πως νοησωμεν το του Ευαγγελιου οτι «μειζων Ιωαννου εν γεννητοις ουκ εγηγερται, ο δε μικροτερος αυτου εν τη βασιλεια των ουρανων μειζων αυτου εστιν»; 
 
ΑΠΟΚΡΙΣΙΣ
Οστις υπερ τον Ιωαννην ταπεινωσει εαυτον—τουτο γαρ εστιν το «μικροτερος»—εκεινος μειζων εστιν του Ιωαννου. ῍Η και αλλως· επειδη ο Ιωαννης την ενταυθα εφικτην δια θεωριας γνωσιν κατειληφεναι πιστευεται, η μικρα και τελευταια κατα (≡14Α_064≡> την μελλουσαν φανησεσθαι καταστασιν γνωσις μειζων υπαρχει της ενταυθα. ῍Η και οτι ο εν ανθρωποις ακρος θεολογος του εν αγγελοις εσχατου εστιν μικροτερος. ῍Η και ο κατα την ευαγγελικην πολιτειαν την εσχατην εχων ταξιν του κατα την νομικην δικαιοσυνην ακρου μειζων εστιν. 
 
ΕΡΩΤΗΣΙΣ 37
Τι αρα δηλουσιν τα παρα τω νομω ακαθαρτα ορνεα τε και χερσαια και ενυδρα τω καθολικω λογω; 
 
ΑΠΟΚΡΙΣΙΣ
Τα μεν ορνεα δηλουν υπειληφαμεν το καθολου της κενοδοξιας και υπερηφανιας παθος εις διαφορους τροπους διαιρουμενον κατα τας των ορνεων διαφορας. Τα δε καθολου χερσαια ζωα δηλουσιν το παθος της φιλαργυριας εις διαφορας σχιζομενον κατα την εκαστου ηθους των ζωων διαφοραν. Τα δε καθολου ενυδρα δηλουσιν το της γαστριμαργιας παθος δια το γλισχρον και δυσκινητον και τη γη ενκυλινδεισθαι και φλεγμα ειναι τους παρα τω νομω ακαθαρτους ιχθυας· τα δε εχοντα πτερυγια και λεπιδας καθαρα ο νομος οριζεται, σημαινων δια μεν του εχοντος εν τη κοιλια πτερυγια τον επι τη ηδονη εχοντα επηρτημενον υψηλον λογον μη συγχωρουντα επι τη κοιλια πορευεσθαι, δια δε του επανω του νωτου εχοντος πτερυγια τον τη υπομονη των επερχομενων ανδρικως διανηχομενον του βιου την θαλασσαν, δια δε του εχοντος εν τη ουρα πτερυγια τον ευμηχανως τας λαβας των θηρευτων δαιμονων διαδιδρασκοντα, δια δε του εχοντος εν τη κεφαλη ενθεν και ενθεν πτερυγια τον εχοντα το θεωρητικον παντοθεν τον νουν κατασφαλιζοντα. 
(≡14Α_066≡>
 
ΕΡΩΤΗΣΙΣ 38
Τινος χαριν πριν γεννηθηναι τον Ησαυ η Γραφη λεγει μεμισησθαι αυτον εκ του Θεου, τον δε Ιακωβ ηγαπησθαι; 
 
ΑΠΟΚΡΙΣΙΣ
Κατα μεν το γραμμα δηλον ως εγινωσκεν ο Θεος ο παντα ειδως πριν γενεσεως αυτων οποιοι ημελλον εσεσθαι κατα προαιρεσιν εκατεροι και ως γινωσκων τον μεν ηδη εμισει, τον δε ηγαπα. Ει δε κατ᾽ αναγωγην εξεταζει τις το προκειμενον, μεμισηται παρα τω Θεω πας νους κατα τον Ησαυ δασυς τη υλη τη κοσμικη και τετραχυμμενος τοις απηγορευμενοις λογισμοις· ηγαπηται δε πας Ιακωβ, νους λειος, απεριττος και αϋλος και μονοτροπος. Και αλλως δε πας Ισαακ εχει δυο υιους, οιτινες πριν γεννηθωσιν ο μεν μεμισηται, ο δε ηγαπηται· εισιν δε ουτοι «ο νομος του πνευματος» και «το φρονημα της σαρκος»· οιτινες και πριν εις ενεργειαν ελθωσιν ο μεν ηγαπηται, ο δε μεμισηται. 
Και αλλως ο Ισαακ εις τυπον λαμβανεται του Θεου· ουτος εσχεν δυο υιους, τον γραπτον και τον πνευματικον νομον· και ο μεν δασυς ην και τραχυς, ο δε λειος. Ειχεν γαρ ο νομος πολλας και αναριθμητους παρατηρησεις και εμισηθη κατα τον Ησαιαν οτι «τας εορτας υμων και τα σαββατα μισει η ψυχη μου»· ο δε ετερος ηγαπατο· ην γαρ λειος· το γαρ Ευαγγελιον λειον εστιν και συντετμημενον· απαιτει γαρ πιστιν ειλικρινη εις Θεον και αγαθην συνειδησιν εις τον πλησιον. 
[Περι του αυτου αλλως] ῍Η και κατα των ονοματων ερμηνειαν μεμισηται παρα τω Θεω πας ‘εξουδενωτης’ και φαυλος (≡14Α_068≡> της ευσεβειας· τουτο γαρ Ησαυ ερμηνευεται· ηγαπηται δε πας ‘πτερνιστης’ της κακιας, οπερ ο Ιακωβ ερμηνευεται. 
 
ΕΡΩΤΗΣΙΣ 39
Τι δηποτε ο μεν Αβρααμ τρεις αγγελους ειδεν, ο δε Λωτ δυο; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ο μεν Αβρααμ ατε τετελειωμενος και υπερβας τα φαινομενα και της αγιας Τριαδος και μοναδος την γνωσιν ελλαμφθεις—διο και το αλφα εις προσθηκην του ονοματος δεχεται ως μονος τω μονω κατα την γνωσιν προσχωρησας —εικοτως τρεις αγγελους ορα. Ο δε Λωτ μηπω τα ορωμενα τη γνωσει διαβας, αλλ᾽ εκ των ορωμενων το θειον θρησκευων και μηδεν πλειω τουτων φανταζομενος, μη δε υπερ τα δυο, υλην και το ειδος, γενομενος, εξ ων τα φαινομενα, μη δε τον περι μοναδος και τριαδος λογον τη γνωσει περιλαβων, δια τουτο δυο αγγελους ορα. Οθεν επισπευδοντων αυτον των αγγελων και εις το ορος σωζεσθαι κατεπειγοντων, απωκνησεν εις το ορος ανελθειν, αλλα την Σιγωρ καταλαβειν παρεκαλει, εις την μικροτεραν γνωσιν· ‘μικρα’ γαρ η Σιγωρ ερμηνευεται. Οι δε τον Λωτ εκβαλλοντες αγγελοι λαμβανονται επι των δυο Διαθηκων του τε γραπτου και του ευαγγελικου νομου· δια τουτων γαρ εκβαλλεται τις και φευγει την περι τα αισθητα πλανην και τον εκ τουτων διαφευγει εμπρησμον. Εχει δε την συνοικον αισθησιν συναναβαινουσαν· εαν ουν ταυτη στραφη εις τα οπισω, γινεται στηλη αλος, παραδειγμα πασιν εκκειμενη, της αλμωδους κακιας την αμεταθετον εξιν φερουσα. 
Ει δε και οινον εκ Σοδομων επιφερεται, οπερ δηλοι των (≡14Α_070≡> ακαθαρτων λογισμων τας προληψεις, αι δυο θυγατερες μεθυσκουσιν τον τοιουτον προς το συλλαβειν· εστιν μεν ουν η πρωτη θυγατηρ η επιθυμια· επαν γαρ τας πρωτας των προληψεων μνημας ανακινησει ο νους, ευθεως η επιθυμια συγγινομενη συμλαμβανει την συγκαταθεσιν· ευθεως ουν και η δευτερα προσερχεται· εστιν δε η ηδονη· μεθ᾽ ου συγγινομενη συλλαμβανει την ενεργειαν. Δια τουτο επικαταρατα τα τοιαυτα κυηματα και ουκ εισερχονται «εις Εκκλησιαν Κυριου εως τριτης και τεταρτης και δεκατης γενεας». 
 
ΕΡΩΤΗΣΙΣ 40
Τι δηποτε πολλων οντων βαρυτερων υβρεων ο Κυριος εν Ευαγγελιοις τον λεγοντα τον αδελφον αυτου «μωρον» της γεεννης υπευθυνον οριζεται, τον δε λεγοντα «ρακα» τω συνεδριω υποκεισθαι λεγει; 
 
ΑΠΟΚΡΙΣΙΣ
Το «μωρος» ονομα λεγουσιν επι του αφρονος λαμβανεσθαι και ανοητου, το δε «ρακα» Εβραιων φωνη ‘καταπτυστον’ ερμηνευεται. Επει ουν επι του αθεου και απιστου το «μωρος» ονομα ειρηται κατα το «ειπεν αφρων εν καρδια αυτου· "ουκ εστιν Θεος"», και κατα τον Μωυσην λεγοντα «ουτος λαος μωρος και ουχι σοφος», οστις τον αδελφον αυτου τον ομοπιστον αθεον και ειδωλολατρην η αιρετικον και απιστον αποκαλει, ουτος λεγει μωρον και της γεεννης δικαιως υπευθυνος γινεται. Οστις δε λεγει «ρακα», τουτεστιν 'εμπτυσμενε και ακαθαρτε', ουτος τον βιον διαβαλλει του αδελφου αυτου και εικοτως κουφοτερου επιτιμιου υποκειται. 
(≡14Α_072≡>
 
ΕΡΩΤΗΣΙΣ 41
Τι σημαινει η εν τοις Κριταις ιστορια η κατα τον Λευιτην και την παλλακην ην παραχρησαμενοι εφονευσαν οι της φυλης Βενιαμιν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο κατ᾽ αρχας γενομενος εκ Θεου ιερος νους τον φυσικον νομον δια της παραβασεως εθανατωσεν, ελαβεν την παλλακην, τουτεστιν την νομικην λατρειαν, μη ουσαν φυσικην αλλ᾽ επεισακτον· ειτα επανασταντων των φυσικων κινηματων οιονει λυκων εφονευσαν και αυτην. Ο δε ιερος νους αγανακτησας μελιζει ταυτην και αποστελλει εις παν οριον Ισραηλ εις τας δωδεκα φυλας, τουτεστιν τας νομικας εντολας διελει και εκαστην απονεμει τη αρμοζουση της ψυχης δυναμει, ωστε πασας συγκινηθηναι προς αναιρεσιν των ατακτησαντων λογισμων. Εισιν δε τρεις μεν αι της ψυχης δυναμεις· το λογικον, το επιθυμητικον, το θυμικον. Δεονται δε αυται των γενικων τεσσαρων αρετων· ανευ γαρ τουτων ουτε κακιας αναιρεσις γινεται, ουτε αρετης κατορθωσις. Ειτα προς το και εις ενεργειαν τα καλως κριθεντα ελθειν χρηζουσιν και των πεντε αισθησεων ινα ο δωδεκατος εις περας ελθη αριθμος, ο παντα τον Ισραηλ χαρακτηριζων. ῍Η και χρονον και φυσιν ο δωδεκατος σημαινει αριθμος· εβδοματικος γαρ ο χρονος, πενταδικη δε η φυσις. 
Το δε εν τω πολεμω πολλους των Ισραηλιτων πεσειν και μετα ταυτα τους ολιγους νικησαι σημαινει οτι δει τον προς την αμαρτιαν ανταγωνιζομενον καθαρευειν παντος παθους, επει εως οτε η υψηλοφροσυνη κεκρατηται η κενοδοξια η τυφω η αλαζονεια, η κατακρινει ετερους η αλλω οιωδηποτε παθει ενεχεται, εν τω πολεμειν δηθεν προς τα παθη αδρανης ευρισκεται και πιπτει· αλλα δει παντων καθαρευειν και ειθ᾽ ουτως παραταττεσθαι (≡14Α_074≡> και ουτως ο Κυριος παρεχει την νικην. Το δε παρακληθηναι τον Ισραηλ επι τοις υπολειφθεισιν του Βενιαμιν τοις καταφυγουσιν εν τη πετρα Ρεμμων, δηλοι οτι τον προς τα παθη μαχομενον ου δει συναναιρειν τοις παθεσιν την φυσικην δυναμιν, αλλα τα μεν παρα φυσικην δυναμιν περιποιεισθαι· οιον, αγωνιζεται τις κατα του παθους της γαστριμαργιας, ου δεον παντη την χρειωδη τροφην την προς την της ζωης συστασιν ανελειν, αλλα την αβροδιαιτον και λυσσωδη διαιταν. Το δε φυγειν εις την πετραν σημαινει την κατα Χριστον πιστιν η την παγιαν εξιν της πρακτικης ητις την των παθων αταξιαν ευμαρως θανατοι· Ρεμμων γαρ ‘μετεωρισμος θανατου’ ερμηνευεται. 
 
ΕΡΩΤΗΣΙΣ 42
Τι εστιν οπερ ο Αποστολος επιστελλων Τιμοθεω εγραψεν «επιστηθι ευκαιρως ακαιρως»; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ειτε τη κακια, φησιν, ενεχεται τις, οντινα ευκαιρον εστιν διδαχθηναι, υποτιθου αυτον δια της διδασκαλιας την φυγην του κακου και την αιρεσιν του αγαθου· ειτε ουκ ενεχεται τις τη κακια, οπερ δοκει ακαιρως, τον τοιουτον την γνωσιν υποτιθου, φησιν, κατασφαλιζομενος αυτον προς μελλουσαν πειρασμων επαναστασιν. 
 
ΕΡΩΤΗΣΙΣ 43
Τι σημαινει η παραβολη των δεκα παρθενων; 
(≡14Α_076≡>
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο ανθρωπος πεντε αισθησεις εχει νοερας αντιλημπτικας των νοητων, πεντε δε σωματικας αντιλημπτικας των αισθητων, δοκει η παραβολη τον καθενα αινιττεσθαι ανθρωπον. Οστις ουν εχει την λαμπαδα της πρακτικης αρετης, εχει δε και το ελαιον της γνωσεως επαρδοντα, τουτεστιν μετα γνωσεως τας πραξεις γινομενας, ουτος υποταξας το σωμα και τας τουτου αισθησεις ταις νοεραις συναψας, γεγονεν πεντε φρονιμοι. Οστις δε την πρακτικην δοκει μετιεναι μη εχων το της γνωσεως ελαιον, αλλ᾽ η δια κενην δοξαν η δια γαστριμαργιαν η φιλαργυριαν ταυτην αφρονως επιτηδευει, ουτος τρεψας τας νοερας αισθησεις περι τα αισθητα και προσκαιρα· και ταυτας απογεωσας, εικοτως γεγονεν πεντε παρθενοι μωραι, εκ μονων των αισθητων γινωσκομενος. 
 
ΕΡΩΤΗΣΙΣ 44
Τι δηλοι κατ᾽ αναγωγην ο παραδεισος ο κατ᾽ ανατολας φυτευομενος; 
 
ΑΠΟΚΡΙΣΙΣ
Παραδεισον οιμαι δηλουσθαι την του ανθρωπου καρδιαν φυτευθεισαν εν τη ανατολη της του Θεου γνωσεως. Εν τω μεσαιτατω ταυτης εφυτευσεν ο Θεος «το ξυλον της ζωης και το ξυλον του ειδεναι γνωστον καλου και πονηρου». Και το μεν «ξυλον της ζωης» λαμβανεται επι του λογου των νοητων, το δε «γνωστον καλου και κακου» επι του λογου των αισθητων· ουτος γαρ εχει γνωσιν καλου τε και κακου· τοις μεν γαρ εκ της καλλονης των κτισματων τον δημιουργον εννοουσιν και δι᾽ αυτων (≡14Α_078≡> αναγομενοις εις τον αιτιον τουτων, γνωσις εστιν καλου, τοις δε μονη τη αισθησει εναπομενουσιν και τη επιφανεια των αισθητων φενακιζομενοις επι την υλην την πασαν ορεξιν της ψυχης τρεψασιν, γνωσις εστιν κακου. 
Ει δε τις απορων ανθυπενεγκοι οτι "πως δυναται επι του ενος ανθρωπου τουτο ληφθηναι ινα ποτε μεν καλον, ποτε δε πονηρον η περι του ενος γνωσις γενηται;", προς ον λεκτεον οτι επειδη ειρηται τον νοητον και τον αισθητον κοσμον ειναι τα δυο ξυλα, μετεχει δε και των εκατερων ο ανθρωπος ως εκ ψυχης και σωματος ων, ηνικα ουν το της ψυχης κυρος επι την αισθησιν και το σωμα ρεψει, ιδου μετελαβεν του ξυλου και εγνω την πειραν καλου τε και κακου, καλου μεν κατα το ηδεσθαι φυσικως το σωμα τη απολαυσει των αισθητων, κακουσθαι δε την ψυχην αρχομενην υπο του χειρονος και τας φυσικας δυναμεις εξασθενουσαν. 
 
ΕΡΩΤΗΣΙΣ 45
Τι σημαινει το μετα την αναστασιν δειχθεν υπο του Κυριου οψαριον κειμενον επι την ανθρακιαν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ο ιχθυς δηλοι την ανθρωπειαν φυσιν νηχομενην εν τη συγχυσει των παθων, ην δια την αφατον φιλανθρωπιαν ο Κυριος κατελθων εν τη θαλασση του βιου ανεσπασεν και οπτησας τω πυρι του αγιου Πνευματος και πασης γλισχροτητος παθων εκτηξας, βρωσιν εαυτω τε και τοις αποστολοις πεποιηται. Πεινα γαρ αει ο Λογος την ημων σωτηριαν μετα των επομενων αυτω· οθεν κατα μιμησιν αυτου και θανειν υπερ της ημων ειλαντο σωτηριας. 
(≡14Α_080≡>
 
ΕΡΩΤΗΣΙΣ 46
Τι σημαινει ο εν τω Ευαγγελιω Ζακχαιος ο τελωνης και τι τα κατ᾽ αυτον; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ζακχαιος ο τελωνης εστιν ο την του Θεου κτισιν τελωνων εις ιδιαν απολαυσιν. Ακουει δε του Λογου παριοντος και ανερχεται επι συκομορεαν οτ᾽ αν ο λογος της μετανοιας εν αυτω γενηται· πειθει γαρ αυτον επανω του φρονηματος της σαρκος γενεσθαι· τουτο γαρ η συκομορεα· εκειθεν γαρ ευμαρως τον Λογον θεασηται και ακουση αυτου οτι "σπευσας καταβηθι", τουτεστιν "ει ολον με δεξασθαι ποθεις εν τω οικω σου, μη μονον το επανω του σαρκικου φρονηματος γενεσθαι αρκειν οιηθης, αλλα και δια των αρετων μετ᾽ εμου ποιησον την πορειαν". Το δε αποδιδωμι τετραπλουν τουτον δηλοι η δια των τεσσαρων γενικων αρετων εκαστη κεχρημενος προς κατορθωσιν των αγαθων εργων η και την ενεργειαν και την συγκαταθεσιν και τας προληψεις των μνημων και τας ψιλας φαντασιας αποσκευαζων εαυτου, την μεν γαρ ενεργειαν δια της εγκρατειας, την δε συγκαταθεσιν δια της προσοχης και της των λογισμων παραφυλακης, τας δε προληψεις δια της εμμελους αναγνωσεως, τας δε φαντασιας δια της εκτενους προσευχης. ῍Η την πρακτικην λεγει και φυσικην και θεολογικην και ευκτικην· η γαρ ευκτικη της θεολογιας εστιν υψηλοτερα· η μεν γαρ εκ των γεγονοτων το θειον θεολογει, η δε αυτω συναπτει αγνωστως και απορρητως την ψυχην τω Θεω. 
 
ΕΡΩΤΗΣΙΣ 47
Τι σημαινει το εν τη ωδη Μωσεως γεγραμμενον "εκ γαρ αμπελου Σοδομων η αμπελος αυτων, και η κληματις αυτων εκ Γομορρας" και τις ο οινος ον ου (≡14Α_082≡> δει πινειν τον Ναζιραιον και τι το οξος και τα σικερα και σταφυλη και στεμφυλα; 
 
ΑΠΟΚΡΙΣΙΣ
Αμπελος Σοδομων εστιν η αλογια· Σοδομα γαρ ερμηνευεται ‘ενεωσις’ ηγουν ‘τυφλωσις,’ Γομορρα δε ‘παραπικρασμος·’ απο γαρ της αλογιας ο της αμαρτιας παραπικρασμος και η εκστατικη της κακιας μεθη του οινου. Ενθεν τον Ναζιραιον απεχεσθαι του τοιουτου οινου ο λογος παρεγγυα· Ναζιραιος δε ερμηνευεται ‘περιπεφραγμενος·’ τον γαρ τω νομω του Θεου κατησφαλισμενον δεον απεχεσθαι του τοιουτου της αλογιας οινου, αλλα και σταφυλης, τουτεστιν του θυμου, και σταφιδος της μνησικακιας—αυτη γαρ εστιν θυμου παλαιωσις—αλλα και οξους, της επι αστοχια των καθ᾽ ηδονην λυπης, και του σικερα, του επι τη αμυνη των πελας ηδοντος—γλυκεα γαρ παντα τα σικερα— αλλ᾽ ουδε τα στεμφυλα, τα επινοητικα και συστατικα ειδη της κακιας. Αλλ᾽ ουδε την τριχα ο τοιουτος κειρεται, τουτεστιν τους διαφορους του νου συστατικους και κοσμον αυτω παρεχοντας λογισμους. Δια τουτο Σαμψων—ερμηνευεται δε ψιλουμενος ‘εικαζων εικασιαν,’ δασυνομενος δε ‘ηλιος αυτων’—ηνικα επι τον μηρον της Δαλιδας ανεπαη, τουτεστιν επι το παθητικον της ηδονης μερος ερριψεν, αφηρεθη τας τριχας, τους λογισμους δηλαδη, τουτεστιν ισχυν αυτου διδοντας κατα των παθων και γεγονεν παιγνιον δαιμονων, τυφλωθεις τους δυο οφθαλμους, πρακτικης φημι και θεωρητικης γνωσεως. 
 
ΕΡΩΤΗΣΙΣ 48
Τι εστιν κατα τον Αποστολον "περιζωσαμενοι την (≡14Α_084≡> οσφυν υμων εν αληθεια" και τα λοιπα οπλα της πνευματικης παραταξεως; 
 
ΑΠΟΚΡΙΣΙΣ
Το «περιζωσαμενοι την οσφυν υμων εν αληθεια» καλως ο της θεολογιας επωνυμος ερμηνευσε Γρηγοριος, φασκων "μηποτε ως το επιθυμητικον του θεωρητικου περισφιγγοντος". Το δε «ενδυσαμενοι τον θωρακα της δικαιοσυνης» εστιν επειδη η δικαιοσυνη εξις απονεμητικη του ισου εστιν, δει δε τας εν ημιν της ψυχης τρεις δυναμεις ισοστατειν και δια τουτων τας τεσσαρας γενικας αρετας ισοκρατως συνιστασθαι— τουτο γαρ δικαιοσυνη—και δια μεν της φρονησεως το λογικον κινουμενον προς την των οντων επισκεψιν δικην αλυσιδωτου θωρακος λογον αποδεσμει λογω· ωσαυτως και σωφροσυνης και των λοιπων τους διαφορους λογους εν τω ενι συναπτοντα χρη κατασφαλιζειν εαυτον προς το μη τιτρωσκεσθαι υπο των πεμπομενων υπο του εχθρου βελων. Θυρεον δε πιστεως δει νοειν την εν τω σωματι περιφερομενην του Ιησου νεκρωσιν· εκ ξυλου γαρ και βυρσης κατεσκευασμενος ο θυρεος το του σταυρου μυστηριον ημιν υπαινισσεται και την εν τω σωματι νεκρωσιν· τοις γαρ κεκτημενοις ταυτα θυρεος πιστεως γινονται. 
Το δε «υποδησαμενοι τους ποδας εν ετοιμασια του Ευαγγελιου της ειρηνης» ουτως χρη νοειν· επειδη «Ευαγγελιον ειρηνης» το χαρισμα της απαθειας ειναι υπενοησαμεν, τω ουν μηπω εις αυτο καταντησαντι ο Αποστολος παρακελευεται προς ετοιμασιαν του τοιουτου χαρισματος τας βασεις της ψυχης τη νεκροτητι του σωματος υποδεδεσθαι· ουτως γαρ υπο της ακανθης των παθων απληκτος διαμενει και υπο των οφεων και σκορπιων, των πονηρων φημι λογισμων, ατρωτος. «Περικεφαλαια» (≡14Α_086≡> δε «σωτηριου» εστιν η ελπις· επειδη γαρ η αισθητη περικεφαλαια εστιν η κασσις, εκ χαλκου εχουσα την κατασκευην, ο δε χαλκος στιβαρος και στιλβων και μη δεχομενος μειωσιν εστιν, η δε κεφαλη την πιστιν δηλοι, δει νοειν οτι η κατασφαλιζομενη την πιστιν εστιν η ελπις· αυτη γαρ στερρα και αμειωτος ουσα, ουκ εα την πιστιν παραβλεπεσθαι. Παντα γαρ ελπιζει και ουκ εξισταται της περι Θεον πεποιθησεως, αλλ᾽ ει και δοξαζει κατα τον Ιωβ τοις πολλοις ιου δικην εξουδενουσθαι, αλλ᾽ ενδον ο τοιουτος στιλβων εστιν και φαιδρος, τη ελπιδι γαννυμενος. 
Η δε «μαχαιρα του Πνευματος» εστιν η διακρισις «η διαιρουσα το κρειττον απο του χειρονος»· ταυτην δε μετα χειρας εχειν αει ο Αποστολος παραγγελλει, τουτεστιν δια της πραξεως αει ταυτην ενεργον εχοντας μεταχειριζεσθαι· ως γαρ η εκ σιδηρου μαχαιρα αει χειριζομενη φοβερα τοις υπεναντιοις εστιν, ει δε αποτεθη και αργησει, τω ιω δαπαναται, ουτως και η διακρισις ει μη συνηπται τη πραξει, ανονητος εστιν και αχρηστος και υπο της κακιας δαπαναται. 
 
ΕΡΩΤΗΣΙΣ 49
Τι σημαινει Δωηκ ο Συρος ο φονευσας τους τριακοσιους πεντηκοντα ιερεις; 
 
ΑΠΟΚΡΙΣΙΣ
Δωηκ ο Συρος ο ‘υπερηφανος’ εστιν ‘λογισμος' η 'το των παθων σαλος’ κατα την του ονοματος ερμηνειαν. Και εικοτως τας ημιονους βοσκει ο τοιουτος Σαουλ, την αγονον της αρετης εξιν. Και αντικειται τω Δαυιδ, τω λογισμω της ταπεινωσεως (≡14Α_088≡> φημι· Δαβιδ γαρ κατα μιαν του ονοματος αυτου ερμηνειαν ‘εξουδενωμενος’ ερμηνευεται. Ουτος φονευει τους ιερεις Νομβα, τουτεστιν τους ενκαθημενους τη αρετη θειους και ιλαστικους λογισμους—Νομβα γαρ ‘εγκαθισμος’ ερμηνευεται—, τριακοσιους δε πεντηκοντα επειδη δια των αισθησεων προσβαλλοντες τη κτισει του Θεου τη εν εξ ημεραις γεγενημενη, τον ταυτης δημιουργον υπερθαυμαζοντες δοξαζομεν δια της των λογισμων επιστημονικης γνωσεως· εξακις δε πεντηκοντα ποιει τον τριακοσια αριθμον· παλιν δε τας δεκα εντολας του νομου δια των αισθησεων εκπληρουντες αποτελουμεν τον πεντηκοντα. Τους λογισμους ουν τους εκ τουτων ιερουργουντας τω Θεω και τη αρετη εγκαθημενους αποκτεννειν πεφυκεν ο υπερηφανος λογισμος η και ο των παθων σαλος. 
 
ΕΡΩΤΗΣΙΣ 50
Πως χρη νοειν το εν τω Συμβολω λεγομενον "σαρκωθεντα εκ Πνευματος αγιου και Μαριας της Παρθενου"; 
 
ΑΠΟΚΡΙΣΙΣ
Φασι τινες των αγιων οτι εκ Πνευματος μεν αγιου δικην γονης ανδρος την ψυχην καταβληθηναι, την δε σαρκα διαπλασθηναι εκ των παρθενικων αιματων. 
 
ΕΡΩΤΗΣΙΣ 51
Τι εστιν το των Παροιμιων "χειρι χειρα εμβαλων ουκ αθωωθησεται"; 
 
ΑΠΟΚΡΙΣΙΣ
Πραξει εναρετω ο πραξιν μισγων φαυλην «ουκ αθωωθησεται». 
(≡14Α_090≡>
 
ΕΡΩΤΗΣΙΣ 52
Εκ των αυτων· «μη εγγυησης σον φιλον· ει γαρ μη εχεις» αποδουναι, «λημψονται το στρωμα το υπο τας πλευρας σου». 
 
ΑΠΟΚΡΙΣΙΣ
Φιλον λεγει το σωμα δια την προς αυτο της ψυχης σχεσιν· τουτο μη εγγυασθαι φησιν, τουτεστιν μη φειδους αξιουν, μη δε τους υπερ αρετην πονους αποδιδοναι οφειλοντα, την ανεσιν εαν μεταδιωκειν. Ει γαρ τη ασκησει προσανεχων ο νους αρξηται υπενδιδοναι, μη ευρισκων αποδουναι ο νους τον υπερ αρετης λογον, λαμβανουσιν οι δαιμονες και εις ας επανεπαυετο ασκησεις εξ αυτου· τουτο γαρ δηλοι το στρωμα. 
 
ΕΡΩΤΗΣΙΣ 53
Τι δηλοι το Ησαιου ρητον "τις εμετρησεν τη χειρι το υδωρ και τον ουρανον σπιθαμη και πασαν την γην δρακι"; 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη κατα τον προφητην Αμβακουμ «εκαλυψεν ουρανους η αρετη» του Κυριου, τουτεστιν η κατα σαρκα αυτου πολιτεια την των εν ουρανοις αγγελων αρετην, αυτος τη πραξει— τουτο γαρ η χειρ—εμετρησεν πασαν την γνωσιν, υδωρ τροπικως ονομασθεισαν· η γαρ ενωθεισα τω Λογω φυσις πασαν την γνωσιν κατειληφεν. Τον δε ουρανον σπιθαμη· ουρανον λεγων τον υψηλοτερον των οντων λογον, σπιθαμην δε την μετα πραξεως εκτεταμενην γνωσιν των αισθητων δια το πεντε δακτυλους εχειν την χειρα· τουτους ουν τους λογους ενανθρωπησας (≡14Α_092≡> ο Κυριος εξεμετρησεν ανακεφαλαιωσαμενος τα παντα εν αυτω. Το δε πασαν την γην δρακι τουτο δηλοι, οτι ουτως ο Κυριος την εαυτου σαρκα γηινην ουσαν περιεσφιγξεν ως μηδε τα φυσικα και αδιαβλητα παθη μη εφιεντος αυτου ενεργειν. 
ΕΡΩΤΗΣΙΣ 54
Τις ο Εζεκιας και τις η ασθενεια και τις η παλαθη εξ ης ιαθη το τραυμα; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ο Εζεκιας εις προσωπον λαμβανεται της ανθρωποτητος· το δε τραυμα το εν τω μηρω σημαινει τον νομον της αμαρτιας δια το παρακεισθαι τω μηρω τα γεννητικα μερη· η δε παλαθη εστιν η σαρξ η ζωοποιος του Κυριου, μη εχουσα οπον αμαρτιας, εξ ης ιασις ημιν γεγονεν της πληγης της παραβασεως. 
ΕΡΩΤΗΣΙΣ 55
Τι σημαινει το εκπεσον σιδηριον εν τω Ιορδανη αφ᾽ ενος των υιων των προφητων οπερ ο προφητης Ελισσαιος εμβαλων ξυλον, επιπολασαι πεποιηκεν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ειρηναιος λεγει «δι᾽ εργου» δειξαι τον προφητην εν τω αναγαγειν το σιδηριον οτι «τον στερεον Λογον του Θεου ον αμελως αποβαλοντες ουχ ευρισκομεν, αποληψομεθα παλιν δια της του ξυλου οικονομιας. Οτι δε αξινη εοικεν ο Λογος του Θεου διδασκει Ιωαννης ο Βαπτιστης λεγων "ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται" και Ιερεμιας δε λεγων "ο Λογος Κυριου ως πελεκυς κοπτων πετραν"». 
(≡14Α_094≡>
 
ΕΡΩΤΗΣΙΣ 56
Τι σημαινει ο εν τω ευαγγελιω των ρνγ (153) ιχθυων αριθμος; 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδηπερ απο μιας αρχομενος κατα συνθεσιν μεχρις των δεκα επτα πληροις τον αριθμον τουτον, σημαινει οτιπερ δια τε της εκπληρωσεως των δεκα εντολων και των επτα ενεργειων του αγιου Πνευματος εισερχονται οι σωζομενοι εις την βασιλειαν των ουρανων, η και τους δια πιστεως της αγιας Τριαδος και της των μελλοντων ελπιδος —υπερθετικος γαρ του εβδοματικου χρονου ο πεντηκοστος αριθμος εστιν—και της δια των εντολων ενεργειας, οπερ σημαινεται δια του εκατοστου αριθμου, σωζομενους και την βασιλειαν αξιουμενους. 
 
ΕΡΩΤΗΣΙΣ 57
Τινες εισιν οι ανδρες και αι γυναικες και οι οφεις υπερ ων ο Κυριος κατα Γρηγοριον τον Νυσης τας γ (3) εν τω αδη ημερας πεποιηκεν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Τρεις εισιν της ψυχης δυναμεις, λογικον, θυμικον, επιθυμητικον· οι μεν ουν ανδρες λαμβανονται εις το λογικον, αι δε γυναικες εις το επιθυμητικον, οι δε οφεις εις το θυμικον. Αποκαθιστανται ουν εν τω μελλοντι αιωνι αι τρεις αυται δυναμεις τη επιγνωσει· υπερ αυτων δε και ο Κυριος το ζωοποιον κατεδεξατο παθος και την εις αδου καθοδον. 
 
ΕΡΩΤΗΣΙΣ 58
Εκ των Παροιμιων, το «διορατικον ανδρα και οξυν» (≡14Α_096≡> του νοησαι «βασιλευσιν δει παρεσταναι», πως νοησωμεν; 
 
ΑΠΟΚΡΙΣΙΣ
Τον οξυν περι το πρακτικον και θεωρητικον περι το γνωστικον τοις τρισιν νομοις παρεσταναι ο λογος βουλεται, τω φυσικω και τω γραπτω και τω της χαριτος, ινα εξ αυτων οδηγουμενος κατορθωση δεοντως πρακτικην και φυσικην και θεολογικην φιλοσοφιαν. 
 
ΕΡΩΤΗΣΙΣ 59
Εκ των αυτων· «επτακις πεσειται ο δικαιος και αναστησεται». 
 
ΑΠΟΚΡΙΣΙΣ
Δικαιον ενταυθα τον μονον αληθως δικαιον τον Κυριον ημων Ιησουν Χριστον υπολαμβανειν χρεων. Επει ουν αυτος εν ημιν λεγεται και πιπτειν και ανιστασθαι ως τα ημετερα παντα δια φιλανθρωπιαν καταδεξαμενος, επεσεν δε η φυσις ημων επτακις—κατα τε την του προπατορος παραβασιν πρωτην γενομενην, δευτεραν δε την τολμηθεισαν του Καϊν μιαιφονιαν, πρωτον τη φυσει καινοτομησαντος φονον, τριτην επι της κατα τον Νωε γενεας, εφ᾽ ης ου κατεμεινεν το Πνευμα του Θεου δια το ειναι σαρκας, τεταρτην επι της πυργοποιιας, πεμπτην επι της κατα τον Αβρααμ γενεας, εξ ης μονος αυτος τω Θεω ευηρεστησεν, εκτην επι του Μωυσεως, εις τοσουτον της επ᾽ αυτου γενεας αθειας εξοκειλασης ως αυτον εις επικουριαν της τοσαυτης ασεβειας απο Θεου πεμφθηναι, εβδομην επι της των προφητων γενεας, ητις τας προλαβουσας γενεας εις κακιας μετρον πασας υπερηκοντισεν—επει ουν, ως ειρηται, επτακις επεσεν η (≡14Α_098≡> φυσις ημων, ταυτην αφατω φιλανθρωπια κινηθεις ανεστησεν ο Κυριος, αυτην την φυσιν ενωσας εαυτω καθ᾽ υποστασιν. 
 
ΕΡΩΤΗΣΙΣ 60
Τινας σημαινει ο Αποστολος λεγων "τους προηλπικοτας εν τω Χριστω" προς Εφεσιους γραφων; 
 
ΑΠΟΚΡΙΣΙΣ
Πας τις των αγιων των προ της επιδημιας του Κυριου, οιανουν αρετην εξασκων, καν ει μη το ολον της οικονομιας μυστηριον εγινωσκεν, αλλ᾽ εκ μερους φυσικως κινουμενος ηλπιζεν και προσεδοκα οτι ο την φυσιν ποιησας αυτος και παραφθαρεισαν ανασωσηται. 
 
ΕΡΩΤΗΣΙΣ 61
Εκ του αυτου· «εις το ειδεναι ημας τις εστιν η ελπις της κλησεως αυτου και τις ο πλουτος της δοξης της κληρονομιας αυτου εν τοις αγιοις και τι το υπερβαλλον μεγεθος της δυναμεως αυτου». 
 
ΑΠΟΚΡΙΣΙΣ
«Η της κλησεως ελπις» εστιν η κατα την αυτου του Κυριου πολιτειαν δια πραξεως απαθεια· «πλουτος» δε «της δοξης της κληρονομιας αυτου εν τοις αγιοις» εστιν ο κατα την γνωσιν της αληθειας πλουτος· «υπερβαλλον» δε «μεγεθος της δυναμεως αυτου» εστιν η τοις αξιοις δωρηθησομενη θεωσις, ως υπερ φυσιν ουσα και θεους εξ ανθρωπων κατα χαριν τους μετοχους αποτελουσα. 
(≡14Α_100≡>
 
ΕΡΩΤΗΣΙΣ 62
Του αυτου Αποστολου· «αυτου γαρ εσμεν ποιημα, κτισθεντες επι εργοις αγαθοις». 
 
ΑΠΟΚΡΙΣΙΣ
Τουτο ειρηται τω Αποστολω, ως οιμαι, επειδη κατ᾽ αρχας ποιησας ο Θεος τον ανθρωπον, δια δε της παραβασεως παραπεσοντα ανεκτισεν παλιν δια της ενσαρκου αυτου επιδημιας και εις το αρχαιον απεκατεστησεν. 
 
ΕΡΩΤΗΣΙΣ 63
Του αυτου· «ο ποιησας τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσας, την εχθραν εν τη σαρκι» και τα λοιπα. 
 
ΑΠΟΚΡΙΣΙΣ
Ειτε τους δυο λαους συναψας εποιησεν εν, ειτε τα επιγεια και τα ουρανια—συνηψεν γαρ και ταυτα, διεστηκοτα προς αλληλα—ειτε και εις τον καθενα λαμβανεις· συνηψεν ψυχην και σωμα αει προς εαυτα στασιαζοντα· υπεταξεν γαρ «το φρονημα της σαρκος τω νομω του πνευματος». «Και το μεσοτοιχον του φραγμου λυσας»· μεσοτοιχον η την σαρκα η τα αισθητα η την νομικην λατρειαν εκαλεσεν, φραγμον δε την αμαρτιαν· ταυτα γαρ τοιχου δικην, μη επιστημονως μη δε μετα γνωσεως πνευματικης κεχρημενοις αυτοις ημιν, διετειχιζον ημας εκ του Θεου και τη αμαρτια υπεβαλλον. Την εχθραν εν τη σαρκι· την αμαρτιαν εχθραν ειπων· αυτη γαρ ημας εχθρους του Θεου κατεστησεν. Τον νομον των εντολων εν δογμασιν καταργησας· νομος εντολης εστιν το ου φονευσης και τα λοιπα· ο δε φυσικως τη εντολη επιβαλλων και γινωσκων τον λογον της εντολης οιδεν οτι ου μονον σωματικου φονου απεχεσθαι δει, αλλα και παντος (≡14Α_102≡> παθους λυμαινομενου την φυσιν· και γαρ και φθονος και καταλαλια και παντα τα παθη φθαρτικα της φυσεως εισιν. Ο Κυριος ουν ελθων εν δογμασιν κατηργησεν τον νομον, αντι του "επαυσεν", λεγων «ερρηθη τοις αρχαιοις "ου φονευσης", εγω δε λεγω υμιν· "πας ο οργιζομενος τω αδελφω αυτου εικη, ενοχος εσται"», αλλ᾽ ου μονον διδαξας αλλα γαρ και ποιησας. Και τας θυσιας δε τας κατα τον νομον δογματισας κατηργησεν, πνευματικως νοεισθαι παρασκευασας· μαλλον δε τας πολλας, τυπον ουσας του κατ᾽ αυτον μυστηριου δειξας, κατεπαυσεν. 
 
ΕΡΩΤΗΣΙΣ 64
Εκ των Παροιμιων· «τις ανεβη εις τον ουρανον και κατεβη; τις συνηγαγεν ανεμους εν κολπω; τις συνετριψεν υδωρ εν ιματιω; τις εκρατησεν των ακρων της γης; τι ονομα αυτω»; 
 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη κατ᾽ αρχας ο ανθρωπος επι τουτο επλασθη ωστε προς την αιτιαν αναβηναι τω ποθω και ειθ᾽ ουτως εις τα μετα την αιτιαν κτισματα κατελθειν και ταυτα καλως τη γνωσει επισκοπησαντα αναβιβασαι προς τον ποιητην τουτων, τουτο δε ουκ εποιησεν, αλλα πριν υψωθηναι προς τον Θεον κατενευσεν προς την υλην, ελθων ο Κυριος ημων Ιησους ο Χριστος ο δευτερος Αδαμ «ανακεφαλαιωσατο εν αυτω τα παντα» και εδειξεν εις τι παρηχθη ο πρωτος ανθρωπος. Κατα γαρ την προσληψιν της ανθρωπειας φυσεως πρωτον ανεβη κινηθεις προς τον αιτιον, ειτα και κατεβη κατα την θεοτητα, την του «δουλου μορφην» υποδυς, και παλιν δε ανεβη κατα το συναμφοτερον εν τη (≡14Α_104≡> μετα την εκ νεκρων αναστασιν αναληψει. Ουτω δει και ημας πρωτον υψουσθαι προς τον Θεον και στομουντας την ψυχην τον ολον αυτης ποθον προς αυτον τεινειν και ειθ᾽ ουτως καταβαινειν επι την ερευναν των οντων και εκαστον ως εχει φυσεως επισκοπειν και παλιν δι᾽ αυτων αναβιβαζεσθαι τη θεωρητικη γνωσει εις τον τουτων δημιουργον. 
Ο τοιουτος συναγει «ανεμους εν κολπω»· τους γαρ διαφορους λογους των οντων τροπικως ανεμους ονομασθεντας συναγει εις τον κολπον της εαυτου καρδιας. Επει ουν κολπος εστιν ο ομφαλος εν ω φασιν τον πρωτον γονον την αρχην λαμβανειν, χρη νοειν οτι εν τω γονιμω και θεωρητικω μερει της καρδιας συναγων τους διαφορους λογους αποτικτει ενα λογον Θεου· οι γαρ πολλοι των οντων λογοι εις εν συναγονται. Αλλα και συντριβει υδωρ εν ιματιω· υδωρ εισιν, ως πολλαχου της Γραφης ευρησεις λεγουσης, οι πειρασμοι· τουτους εν τω ιδιω σωματι η και εν τω ηθικω μερει της φιλοσοφιας πασχων μεθ᾽ υπομονης συντριβει, απρακτους αυτους αποπεμπων. Κρατει δε και των ακρων της γης, μη δε τα φυσικα του σωματος παθη συγχωρων αλογως εκφερεσθαι. 
 
ΕΡΩΤΗΣΙΣ 65
Εκ του Ησαιου· «και εσονται οι καταλελειμμενοι υπερ το χρυσιον το απυρον». 
 
ΑΠΟΚΡΙΣΙΣ
Οι δοκιμασθεντες δια των πειρασμων και εγκαταλειφθεντες προς πλειονα πειραν ως Ιωβ, ο Ιωσηφ και οι κατ᾽ αυτους, ουτοι υπερ «το χρυσιον το απυρον» εισιν, υπερ τον δικην χρυσου ευθη πλασθεντα Αδαμ, τον μη πυρωθεντα δια πειρασμων και βαστασαντα. 
(≡14Α_106≡>
 
ΕΡΩΤΗΣΙΣ 66
Τι σημαινει ο εν τη Γενεσει «ανθραξ και ο λιθος ο πρασινος»; 
 
ΑΠΟΚΡΙΣΙΣ
Εκατεροι τον Κυριον δηλουσιν· ο μεν ανθραξ ως φωτιστικος και καυστικος, δια το παρεκτικον ειναι τον Κυριον γνωσεως, δαπανητικον δε της μοχθηριας· ο δε πρασινος λιθος επειδη τονωτικος εστιν της ορατικης δυναμεως, δηλοι και αυτος τον Κυριον, ως του θεωρητικου της ψυχης τονου ποιητικον. 
 
ΕΡΩΤΗΣΙΣ 67
Τι σημαινει κατα θεωριαν η τυφλωσις του Σαμψων; 
 
ΑΠΟΚΡΙΣΙΣ
Σαμψων ερμηνευεται ‘ηλιος,’ η δε Δαλιδα ‘πτωχευουσα·’ επεπεσεν ουν ο Σαμψων επι τον μηρον της Δαλιδα, τουτεστιν επι το παθητον μερος της ηδονης, και επτωχευσεν της φωτιζουσης αυτον αρετης. Τοτε ηνεγκεν κουρεα και ξυρον και εξυρησεν αυτου τους ζ (7) βοστρυχους· κουρευς εστιν ο διαβολος, ξυρον δε η απατη κατα το γεγραμμενον "ωσει ξυρον ηκονημενον εποιησας δολον", οι δε ζ (7) βοστρυχοι επτα ενεργειαι κατα τον προφητην Ησαιαν του πνευματος. Οτ᾽ αν ουν ηρξαντο φυειν αυτου αι τριχες, τουτεστιν οτ᾽ αν εις μεταμελον ηλθεν των αυτω πεπραγμενων, τοτε χειραγωγει αυτον το παιδαριον, τουτεστιν ο νομος του Θεου, και αγει αυτον επι τους στυλους εφ᾽ ων επεστηρικτο ο οικος των αλλοφυλων, οιτινες εισιν θυμος και επιθυμια, υφ᾽ ων πας αλλοφυλος αλισκεται νους. Το δε συναποθανειν τον Σαμψων των αλλοφυλων, σημαινει την συντελειαν ηγουν νεκρωσιν του σαρκικου φρονηματος. 
(≡14Α_108≡>
 
ΕΡΩΤΗΣΙΣ 68
Τι σημαινει αυτος ο Σαμψων εν τη σιαγονι του ονου αποκτεινας τους αλλοφυλους; 
 
ΑΠΟΚΡΙΣΙΣ
Ενταυθα τυπον ο Σαμψων φερει του αληθινου Ναζιραιου του Χριστου· αυτος γαρ την ημετεραν σαρκα λαβων ανικμον πασης αμαρτιας, τους αλλοφυλους ανειλεν δαιμονας. Το δε δεθηναι εκ των ιδιων τον Σαμψων και παραδοθηναι τοις αλλοφυλοις σαφως επι του Κυριου πεπληρωται· δησαντες γαρ αυτον οι δοκουντες ιδιοι ειναι Ιουδαιοι παρεδωκαν τοις εθνεσιν. Αλλα και επηγασεν εκ του σωματος του Κυριου ωσπερ εκ της σιαγονος το της γνωσεως υδωρ οπερ εδιψα λεγων "ινα γινωσκωσιν σε τον αληθινον Θεον και ον απεστειλας Ιησουν Χριστον". Αλλα και εκαστος Σαμψων, τουτεστιν Ναζιραιος, δια της σιαγονος, τουτεστιν δια της εγκρατειας του σωματος, οπερ εστιν ετερογενες της ψυχης καθα και ο ονος της εθνικης μεριδος τω νομω, αποκτεννει τα παθη δια της πρακτικης. Ειτα και διψα θειας γνωσεως και δια της επικλησεως εξ αυτης της εναρετου πραξεως καταπεμπεται αυτω θεια γνωσις, ποτιζουσα αυτον και αναψυχουσα. Ει δε και συνσχεθη εσω τειχων της Γαζης, τουτεστιν υπο των αισθητων, τοις ωμοις της πρακτικης αναλαμβανει τας πορτας, τουτεστιν τας αισθησεις, και αναγει εις το ορος της υψηλης γνωσεως. 
 
ΕΡΩΤΗΣΙΣ 69
Τινος χαριν τα μεν επτα εθνη παρακελευεται ο Θεος τους υιους Ισραηλ απολεσαι, τας δε πεντε σατραπιας ουδαμως; 
(≡14Α_110≡> ΑΠΟΚΡΙΣΙΣ
Παντα τα παρα φυσιν παθη μισων ο Θεος κελευει απολλυσθαι· τας δε κατα φυσιν των πεντε αισθησεων δυναμεις ου βουλεται αναιρεθηναι, ει δε αρα παρα φυσιν ποτε κινηθωσιν, τας ενεργειας αυτων αποκτεννυσθαι. 
ΕΡΩΤΗΣΙΣ 70
Τι σημαινει το Ευαγγελιον λεγων "νιψαι σου το προσωπον και αλειψαι σου την κεφαλην"; 
ΑΠΟΚΡΙΣΙΣ
Το προσωπον ημων εστιν ο βιος, χαρακτηριζων καθαπερ η οψις οποιοι τινες εσμεν κατα τον εσω ανθρωπον. Τουτο ουν ο λογος παρακελευεται νιπτειν, τουτεστιν καθαιρειν τον βιον κηλιδος πασης αμαρτιων. Κεφαλη δε εστιν ο ημετερος νους, ον ο λογος αλειφειν κελευει, τουτεστιν τη θεια καταφαιδρυνειν γνωσει. 
ΕΡΩΤΗΣΙΣ 71
Τι εστιν η του Κυριου αποκρισις λεγοντος «ειπατε τη αλωπηκι»—περι του Ηρωδου λεγων—οτι «σημερον και αυριον ιασεις επιτελω και τη τριτη τελειουμαι»; 
ΑΠΟΚΡΙΣΙΣ
Ηρωδης ‘δερματινος’ ερμηνευεται· χρη ουν τους σαρκικους λογισμους τους θελοντας αποσπασαι τον νουν εκ της πρακτικης αρετης βδελυττεσθαι και λεγειν αυτοις οτι σημερον και αυριον ιασεις επιτελω και τη τριτη τελειουμαι, τουτεστιν ιωμαι δια της πρακτικης τα ιδια μελη πρωτος, ειτα και τας αισθησεις προς το τοις αισθητοις υγιως επιβαλειν, και τη τριτη τελειουμαι, τη θεωρια της θειας γνωσεως το τελειον λαμβανων. 
(≡14Α_112≡> ΕΡΩΤΗΣΙΣ 72
Τι εστιν κατα τον Αποστολον οτι «σαρξ και αιμα βασιλειαν Θεου κληρονομησαι ου δυνανται»; 
ΑΠΟΚΡΙΣΙΣ
Σαρξ εστιν η επιθυμια, αιμα δε ο θυμος· και εικοτως ο μη τουτων καθαρευων βασιλειαν Θεου κληρονομησαι ου δυναται. 
ΕΡΩΤΗΣΙΣ 73
Τι δηλοι το εν Χωρηβ Σινα ορος και τι τα γεναμενα εν αυτω μυστηρια; 
ΑΠΟΚΡΙΣΙΣ
Σινα ερμηνευεται ‘πειρασμος,’ Χωρηβ δε ‘νεωσις.’ Χρη ουν τον του υψους της γνωσεως εφιεμενον πρωτον εν τη υπομονη γενεσθαι των πειρασμων και νεωσαι και σπειραι καρπον γνωσεως και δικαιοσυνης και αγνισασθαι απο παντος παθους, τρεις δε ημερας, αντι του τας τρεις της ψυχης δυναμεις, πασης κεκαθαρθαι σαρκικης ηδονης, μη συμπαραλαμβανειν δε το θηλυ, μητε μην αλογον, τουτο δηλουντος του λογου, ως χρη τον αξιον θελοντα γενεσθαι θειας φωνης μηδεν εχοντα θηλυδριωδες μητε αλογιστον, αλλα λαμπροις τοις ιματιοις της αρετης ημφιεσμενον προσβαινειν τω ορει της γνωσεως. Ουτω γαρ κατα τον θεσπεσιον Μωυσεα δια της φυσικης θεωριας και της του χρονου ιδιοτητος—οπερ δηλοι τους εβδομηκοντα πρεσβυτερους—γενομενον και παρελθοντα τας φωνας και τους ηχους, τας εκ των φαινομενων δηλωσεις, μονους επιφερεται μεθ᾽ εαυτου Ααρων και τους δυο υιους αυτου Ναδαβ και Αβιουδ, τουτεστιν Ααρων τον λογον και τους αυτου υιους θυμον και επιθυμιαν. (≡14Α_114≡> Αλλα και τουτους καταλιπειν χρη δικην καπνου και θυελλης και μονον εχειν τον Ααρων, τον απλουν προς την νοησιν φημι λογον, δικην αστραπων καταλαμπομενον ταις θειαις ελλαμψεσιν, ειτα και τουτον καταλιπειν εξω και εις τον γνοφον της αγνωσιας εισδυναι, ενθα πασα αλογια και ανοησια. Τους δε υπο το ορος αγνισθεντας του λαου σημαινειν οιμαι τους πρακτικους, τους δε εβδομηκοντα πρεσβυτερους τους την φυσικην θεωριαν μετερχομενους, τους δε περι τον Ααρων τους την θεολογιαν μετιοντας, τους δε κατα Μωυσεα τους δι᾽ αποφασεως και αγνωσιας ενουμενους τω Θεω. 
ΕΡΩΤΗΣΙΣ 74
Τι εστιν διαψαλμα; 
ΑΠΟΚΡΙΣΙΣ
Οιμαι οτι η απο νοηματος εις νοημα μεταβολη η και τροπου διδασκαλιας εις ετερον τροπον. 
ΕΡΩΤΗΣΙΣ 75
Τι εστιν το «συνηφερεν αυτω ινα μυλος ονικος περιτεθη εν τω τραχηλω αυτου και ριφη εν τη θαλασση η ινα σκανδαλιση ενα των μικρων»; 
ΑΠΟΚΡΙΣΙΣ
Μικρους, οιμαι, λεγει τους κατα διανοιαν αφελεις και δια σμικροτητα νοος μη δυναμενους διακρινειν τα της προνοιας κριματα. Οστις ουν σκανδαλιση τους τοιουτους, συνεφερεν αυτω ελληνικης ειναι μοιρας, οι δικην ονου εν μυλωνι μονη τη κινησει του κοσμου ενησχηνται, και ινα ριφη εν τω πελαγει της (≡14Α_116≡> θαλασσης, τουτεστιν εν τη συγχυσει του βιου. Τουτο δε και ο αποστολος Πετρος βεβαιοι λεγων "κρεισσον ην αυτοις μη επιγνωκεναι την οδον της δικαιοσυνης η επιγνουσιν εις τα οπισω ανακαμψαι". 
ΕΡΩΤΗΣΙΣ 76
Τινος ενεκεν μετα το λιθοβοληθηναι κατα προσταξιν Θεου τον τα ξυλα εν σαββατω συλλεξαντα, κελευει εις τα κρασπεδα των ιματιων αποδεσμεισθαι κλωσμα υακινθινον; 
ΑΠΟΚΡΙΣΙΣ
Ο πραξει και γνωσει σαββατιζων, ειτα ραθυμησας, αρξηται τας εξαπτικας των παθων υλας εαυτω ξυλων δικην συλλεγειν, η και ο γνωστικος περι την επιφανειαν των ορατων στραφεις· εικοτως τοις θειοις λογοις οιονει λιθοις τα τοιαυτα αποκτεννονται παθη. Αλλ᾽ επειδη ορων ο Θεος το ραθυμον και ευολισθον των ανθρωπων, προς το μη τη ληθη κρατουμενους εκπιπτειν της εντολης, κελευει εις τα κρασπεδα των ιματιων αποδεσμεισθαι κλωσμα υακινθινον, ινα βλεποντες εις μνημην ερχωνται του προσταγματος. Ταυτα μεν ο φαινομενος του νομου σκοπος, ο δε πνευματικος και τα βαθη καθαιρων εστιν ουτος· επειδη το κρασπεδον εκ του στημονος του ιματιου εστιν, τουτο σημαινει οτι δει τω ιματιω της πρακτικης και ηθικης φιλοσοφιας ηρτησθαι την πιστιν—τουτο γαρ ο στημων— και απλως συμπεπλεχθαι πιστιν και πραξιν, εκ τουτων δε αποδεσμεισθαι υακινθου τροπον την γνωσιν ητουν σοφιαν· σοφιαν γαρ κατα τους ετυμολογουντας η σοφια λεγεται, οπερ η της υακινθου χροα δια της μελανσεως ενδεικνυται. 
(≡14Α_118≡> ΕΡΩΤΗΣΙΣ 77
Τις η κατα τον Αβελ και τον Καϊν κατ᾽ αναγωγην θεωρια; 
ΑΠΟΚΡΙΣΙΣ
Ο Καϊν λαμβανεται επι του φρονηματος της σαρκος, ο δε Αβελ επι του πενθους ηγουν της μετανοιας. Οτ᾽ αν ουν μηπω τελειως κατορθωσας την πρακτικην εξιν ο νους χλευαζεται υπο του φρονηματος της σαρκος και εκβαινει μετ᾽ αυτου εις το πεδιον, τουτεστιν εις το πλατος της φυσικης θεωριας, αποκτεννεται μη ισχυων τας επιφανειας των οντων διαπερασαι αλλ᾽ εν αυταις εναπομενων. Οστις ουν αποκτεννει τον Καϊν, τουτεστιν το φρονημα της σαρκος, οπερ εστιν η συγκαταθεσις—ο γαρ φονευων το πενθος συγκατατιθεται τη κακια—, επτα εκδικουμενα παραλυει, τουτεστιν τα επτα της πονηριας πνευματα η και τα υπ᾽ αυτων ενεργουμενα επτα της κακιας παθη καταργει. Η δε καταρα του στενειν τον Καϊν δηλοι την του συνειδοτος επαναστασιν του αει τυπτοντος και κατασειοντος αυτου την διανοιαν. 
ΕΡΩΤΗΣΙΣ 78
Τι δηλοι η κατα τον Λαμεχ ιστορια; 
ΑΠΟΚΡΙΣΙΣ
Φασι τινες των τα θεια πεπαιδευμενων οτι εν τοις καιροις του Λαμεχ αταξιας και αναρχιας ουσης ο δυνατος τον ασθενουντα κατεδυναστευεν. Ουτος ουν ο Λαμεχ υπαντησας ανδρα μετα της γυναικος απεκτεινεν αυτον και ελαβεν την γυναικα αυτου. Απαντησας δε και αδελφον μετα αδελφης απεκτεινεν και αυτον και ελαβεν την αδελφην αυτου. Και τον μεν εκαλεσεν η (≡14Α_120≡> Γραφη ανδρα, τον δε νεανισκον. Ταυτα μεν κατα την ιστοριαν· κατα δε θεωριαν λαμβανεται ο Λαμεχ επι της ενεργειας της κακιας. Απεκτεινεν γαρ εν ημιν τον ανδρα, τον φυσικον νομον, και ελαβεν εξ αυτου την αισθησιν· απεκτεινεν δε και τον νεανισκον, τον πνευματικον φημι νομον, και ελαβεν εξ αυτου την διανοιαν, οπως ταυταις μιγνυμενος ο της κακιας σπορευς αποτεκειν ποιηση την αμαρτιαν. Εκ τουτου ουν του Λαμεχ εβδομηκοντακις επτα εκδικειται, τουτεστιν υπερ της συγκαταθεσεως και ενεργειας δικας εισπραττεται. Οθεν ο Κυριος λεγοντι τω Πετρω "ποσακις εαν αμαρτη εις εμε ο αδελφος μου αφησω αυτω; εως επτακις;" απεκριθη ο Κυριος "ου μονον εως επτακις αλλ᾽ εως εβδομηκοντακις επτα", τουτεστιν "τω μετανοουντι σοι μη μονον τα μικρα τα εν συγκαταθεσει γινομενα αλλα και τας ενεργειας αφησεις". 
ΕΡΩΤΗΣΙΣ 79
Τι δηλοι το χωνευτον και το γλυπτον και το θεραφιν απερ εποιησαν επι του Γεδεων και τι τα ενωτια και οι μηνισκοι απερ εποιησεν ο Γεδεων εφουδ και εστησεν εν τη πυλη και γεγονεν εις σκανδαλον του οικου αυτου; 
ΑΠΟΚΡΙΣΙΣ
Εκεινος ποιει χωνευτον κατα την Γραφην ο εκ των εξωθεν προληψεων εχων τους τυπους της κακιας και εξ αυ των χωνευων και εις ενεργειαν φερων την αμαρτιαν· γλυπτον δε ποιει ο εξ εαυτου δημιουργων το παθος· θεραφιν δε ποιει ο την εξιν των παθων κεκτημενος ωσπερ δοχειον· φασι γαρ το θεραφιν δοχειον ειναι του αιματος των θυομενων. Το δε ποιησαι τον Γεδεων απο των ενωτιων και των μηνισκων εφουδ, τουτο (≡14Α_122≡> σημαινει οτι οστις των διδασκαλων αφ᾽ εκαστου λαμβανων λογον η δογμα— τουτο γαρ ενωτια και μηνισκοι—περι τινος των κατα την κτισιν προφαινομενων, ειτα εξ ολων συναγειρων εν μυστικον λογον θεωριας και τουτον προτιθεις εν φανερω ειτε και εν βιβλοις κατατιθεμενος—τουτο γαρ η πυλη—, οσοι μη δυνανται νοησαι εκ νηπιας φρενος το μυστικον του λογου και ενιαιον, σκανδαλιζονται εις τον ειποντα διδασκαλον. 
ΕΡΩΤΗΣΙΣ 80
Τι σημαινει η κατ᾽ αυτον τον Γεδεων ιστορια και ο ποκος και ο πολεμος προς τους Μαδιηναιους και τα λοιπα; 
ΑΠΟΚΡΙΣΙΣ
Αγαρ, η παιδισκη Σαρρας, λαμβανεται επι της αισθησεως· αυτη συλλαμβανουσα δια της φυσικης θεωριας γεννα τον φυσικον νομον. Ει δε κατεξαναστη αυτη του νοος ωσπερ εκεινη τη Σαρρα—’αρχουσα’ δε η Σαρρα ερμηνευεται—παρωθειται η αισθησις και συλλαμβανει ο νους τον Ισαακ, τον πνευματικον νομον, εξ ου ο Ισραηλ, τουτεστιν ‘ο νους ο τον θεον ορων.’ Ουτος επειδαν τυραννειται υπο του Μαδιαμ, τουτεστιν της πορνειας, παραδιδοται κατα συγχωρησιν επτα ετη, τουτεστιν εν τοις χρονικοις και επικαιροις παθεσιν. «Και εποιησαν», φησιν, «οι υιοι Ισραηλ εν τοις ορεσιν τρυμαλιας και σπηλαια»· πολεμουμενος γαρ ο νους δοκει επινοειν κακωσεις και πονους, αλλα χωρις γνωσεως τουτους ποιων ανονητως κοπια. «Εσπειρεν», γαρ φησιν, «ανηρ Ισραηλ και ανεβαινεν Μαδιαμ και Αμαλικ και οι υιοι ανατολων και διεφθειρον τον καρπον της γης»· Αμαλικ (≡14Α_124≡> γαρ η γαστριμαργια και Μαδιαμ η πορνεια και υιοι ανατολων η κενοδοξια· διαφθειρουσιν παντα τον σπορον της καρδιας, ονπερ ανευ γνωσεως επιτηδευειν δοκει. «Και ουχ υπελειποντο υποστασιν ζωης εν τω Ισραηλ», φησιν, εκ ποιμνιου και μοσχου και ονου, τουτεστιν εκ τε του λογικου και θυμικου και επιθυμητικου. «Ανεβαινον δε και αι κτησεις αυτων και αι σκηναι συν τοις καμηλοις αυτων ων ουκ ην αριθμος», τουτεστιν τα ποικιλα ειδη των παθων και αι μνημαι αυτων και αι φαντασιαι. «Και επτωχευσεν», φησιν, «ο Ισραηλ απο προσωπου Μαδιαμ και εκεκραξαν προς Κυριον οι υιοι Ισραηλ και εξαπεστειλεν Κυριος ανδρα προφητην»· ηνικα γαρ πτωχευσει ο νους πασης αρετης, οι δε λογισμοι τουτου εκ μεταμελειας βοησωσιν προς Κυριον, εξαποστελει Κυριος λογον αναμιμνησκοντα την εξ Αιγυπτου ανοδον, τουτεστιν την εκ του σκοτασμου των αμαρτιων λυτρωσιν. «Και ηλθεν», φησιν, «αγγελος Κυριου και εκαθισεν υπο την τερεβινθον»—το του σταυρου μυστηριον αινιττομενος—«και ην», φησιν, «Γεδεων ραβδιζων σιτον εν ληνω», τουτεστιν την πρακτικην μετερχομενος μετα της γνωσεως· τουτο γαρ η ληνος του οινου. «Και ωφθη αυτω αγγελος και ειπεν αυτω· "Κυριος μετα σου, δυνατος ισχυϊ"»· τον γαρ υποταξαντα και δουλωσαμενον τα παθη και το κυρος δια πρακτικης και γνωσεως κατ᾽ αυτον εχοντα, εκ των ιδιωματων αυτον καλει· "Κυριος μετα σου". Και δεικνυται το ταπεινον του τοιουτου νοος εκ της αποκρισεως· ειπεν γαρ· "Και ει εστιν Κυριος εν ημιν, εις τι ηυρεν ημας τα κακα ταυτα;" «Και ειπεν προς αυτον ο αγγελος· "Πορευου εν τη ισχυϊ σου· ταυτη σωσης τον Ισραηλ"», τουτεστιν εν τη ισχυϊ της πραξεως και της γνωσεως. «Και ειπεν προς τον αγγελον· "Ει ευρον χαριν εν οφθαλμοις σου, μη δη κινηθης εντευθεν εως του ελθειν με προς σε"». «Και Γεδεων εισηλθεν και (≡14Α_126≡> εποιησεν εριφον αιγων και ελαβεν οιφι σεμιδαλεως και αζυμα και τα κρεα εθηκεν εν τω κοφινω και τον ζωμον εθηκεν εν τη χυτρα και εξηνεγκεν προς αυτον υπο την τερεβινθον και ειπεν προς αυτον ο αγγελος· "Λαβε τα κρεα και τους αζυμους και θες προς την πετραν εκεινην και τον ζωμον εκχεον επ᾽ αυτη». Και εποιησεν ουτως». Οτ᾽ αν γαρ νοημα πνευματικον καταπεμφθη τω νω και ευρη ο νους αρμοσαι τη τοιαυτη γνωσει δια των προσφυων πραξεων τα επιβαλλοντα, ουκ αποκινειται η γνωσις. Το δε εξενεγκειν τα κρεα και τους αζυμους και τον ζωμον σημαινει την πραξιν μετα του ατυφου περικεχυμενην τη γνωσει· τουτο γαρ δηλοι ο ζωμος. Θειναι δε ταυτα προς την πετραν προστεταχεν· δει γαρ γνωσιν τε και πραξιν τη εις Χριστον πιστει συναπτεσθαι. «Και εξετεινεν ο αγγελος το ακρον της ραβδου της εν τη χειρι αυτου και ηψατο των κρεων και ανεβη πυρ εκ της πετρας και κατεφαγεν τα κρεα και τους αζυμους και ο αγγελος απηλθεν εξ οφθαλμων αυτου». Οτ᾽ αν γαρ η τοιαυτη πραξις και γνωσις τη πιστει τελειωθωσιν, τοτε το πυρ του Πνευματος φωτεινας απεργαζεται ταυτας και ο της αρχης της γνωσεως λογος συναφιπταται· ουκετι γαρ ως το προτερον παρεπεται υπομιμνησκων· ολω γαρ τω φωτι του Πνευματος ο νους εγκραθεις ουκετι τοις εναρχθεισιν προσκαθηται. 
Ο δε ποκος σημαινει την Ιουδαϊκην λατρειαν· επ᾽ αυτην γαρ εγενετο δροσος· ειχεν γαρ δικαιωματα λατρειας. Εις δε «πασαν την γην ξηρασια»· παντα γαρ τα εθνη ξηρα ετυγχανον της του Θεου γνωσεως. Το δε εκπιασαι εις την λεκανην το υδωρ εσημανεν την μελλουσαν του βαπτισματος χαριν· ειχεν γαρ η Παλαια εν πολλοις τυπους του αγιου βαπτισματος· ουτοι ουν εκπιασθεντες εν τη λεκανη του βαπτισματος το κατ᾽ αυτο μυστηριον ημιν υπεδειξαν. Το δε δευτερωσαι και αναπαλιν τον μεν ποκον εχειν την ξηρασιαν, πασαν δε την γην δροσον, εσημαινεν την χαριν του Ευαγγελιου· πασα γαρ η γη της ευαγγελικης (≡14Α_128≡> επληρωθη δροσου· κατελειφθη δε ξηρος πασης πιστεως ο Ιουδαιων λαος. Εις δε τον καθενα· ποκος εστιν η ηθικη φιλοσοφια εκπιεζομενη εις την λεκανην της γνωσεως· το δε την γην πασαν εχειν την δροσον σημαινει οτι μετα την κατορθωσιν της ηθικης φιλοσοφιας πασα η γη της καρδιας πληρουται θειας γνωσεως. Ει δε επι μονη τη των ηθων κατορθωσει διχα της προσφυους γνωσεως επαιρεται τις, ο τοιουτος την μεν γην της εαυτου καρδιας ανικμον εχει, την δε εξω σκηνην ωσπερ ποκον καλλωπιζων φαινεται. 
Το δε εξιοντι τω Γεδεων εις την παραταξιν υποστρεψαι τας δεκα χιλιαδας, σημαινει τους δειλια το επιπονον της αρετης αποδιδρασκοντας, προδιδουντων τας αισθησεις και τας αυτων ενεργειας. Αι δε εικοσι χιλιαδες αι κυπτουσαι επι κοιλιαν και πινουσαι τοδε το υδωρ εισιν οι τα αισθητα προδωσαντες μετα των αισθησεων· τα γαρ τεσσαρα στοιχεια συντιθεμενα ταις πεντε αισθησεσιν αποτελει τον εικοσι. Ουτοι τη γη προσκυλινδουμενοι, τουτεστιν τη γηινη προσπαθεια ηττημενοι, το υδωρ της γνωσεως πειρωνται πινειν· ους ο λογος αποβλητους της πνευματικης παραταξεως οντας αποβαλλεται. Τριακοσιους δε μονον εκλεγεται τους λαμψαντας· ουτοι δε εισιν οι σταυρωσαντες εαυτους και τας τρεις της ψυχης δυναμεις τη εκατονταδι της τελειοτητος σωας φυλαξαντες· εκατοντας γαρ εστιν η δεκαπλουμενη των εντολων δεκας, εκαστης εντολης την ετεραν ενπεριεχουσης και σαφεστερον ειπειν η μια δεκα ουσα· οθεν και τη Σαρρα προκοψαση προσετεθη το ρο, δηλουντος του λογου το κατ᾽ αρετην αυτης τελειον. Ουτοι δε λαμπτοντες ταις χερσιν το υδωρ πινουσιν· δια γαρ των πονων της πραξεως το υδωρ αρυονται της γνωσεως. Κελευει δε τουτοις ο της πνευματικης παραταξεως (≡14Α_130≡> στρατηγος κρατειν εν μεν τη αριστερα υδριας ενδον εχουσας λαμπαδας, εν δε δεξια κερατινην, και ουτως τοις πολεμιοις συμπλεκεσθαι, σημαινων δια τουτων οτι δει τον προς τους αορατους εχθρους παραταττεσθαι μελλοντα δια της πρακτικης—τουτο γαρ η αριστερα χειρ—κρατειν το σωμα ηδη δια της ασκησεως αποβαλλοντα πασαν παθων νοτιδα και ξηρον οστρακου ταξιν γενομενον, ενδον εχον το φως της γνωσεως, τη δε δεξια, τουτεστιν τη θεωρια, κατεχειν την του λογου διδασκαλιαν· αυτη γαρ η κερατινη. Το δε συντριβειν τας υδριας σημαινει οτι η τελεια νεκρωσις της σαρκος και η ταυτης υπεροψια εκκαλυπτει ημιν το φως της γνωσεως. 
Το δε λεγειν "ρομφαια τω Κυριω και τω Γεδεων" σημαινει οτι ο τον λογον του Κυριου τον τμητικον επιφερομενος μετα και της ιδιας σπουδης, αναιρει τα παθη. Το δε ενυπνιον οπερ ειδον οι Μαδιηναιοι δηλοι οτι ηνικα αρξηται ο νους τη ασκησει εαυτον εκδιδοναι και κακουχειν το σωμα, τεκμαιρονται οι της πορνειας δαιμονες ωσπερ δι᾽ ενυπνιου οτι "ει εξισχυσει επεκτειναι εαυτον ο νους τη τοιαυτη ασκησει, αποκτεννει ημας»· μαγις γαρ κριθινη κυλιομενη, τουτεστιν ασκησις προβαινουσα, καταστρεφει τας σκηνας των αλλοφυλων, τα συστατικα δηλαδη των δαιμονων παθη. 
ΕΡΩΤΗΣΙΣ 81
Τι εστιν το προς τους αποστολους απο του Κυριου ειρημενον το «ιδου εγω μεθ᾽ υμων ειμι εως της συντελειας του αιωνος»; 
ΑΠΟΚΡΙΣΙΣ
Αυτος ο Κυριος λεγεται μεθ᾽ ημων ειναι εν τω νυν αιωνι, (≡14Α_132≡> εν δε τω μελλοντι οι αγιοι μετ᾽ αυτου εσονται, τη χαριτι θεωθεντες. 
ΕΡΩΤΗΣΙΣ 82
Τι σημαινει η Ιεριχω και τις ο Αχαρ ο κλεψας εκ του αναθεματος και διατι ο μεν Θεος καηναι αυτον προστασσει, ο δε Ιησους ελιθοβολησεν αυτον; 
ΑΠΟΚΡΙΣΙΣ
Οστις εις παραταξιν θειαν καταλεγεις κυκλοι την Ιεριχω επτα περιοδοις σαλπιζων, τουτεστιν διοδευων τον εβδοματικον του χρονου τουτου αιωνα τη σαλπιγγι του Ευαγγελιου, διδασκεται παντα τα του αιωνος τουτου τω Θεω ανατιθεναι. Οστις δε νοσφισηται γλωσσαν και κρυψει εν τη γη, τουτεστιν τον λογον εν τη γηινη του κοσμου σοφια, η και ψιλην—οπερ εστιν ιματιον—τουτεστιν το ηθος προς αρεσκειαν των θεωμενων εξασκων, και διακοσιους χρυσους, τουτεστιν τα αισθητα παντα μετα των αισθησεων, ουστινας χρυσους εν τη γη της ιδιας σαρκικης απολαυσεως κατακρυψας, ουτος υπο του στρατηγουντος λογου πρωτον μεν επ᾽ αυτω πυρος δικην ζεσαντος, επειτα δε και θειοις λογοις οιονει λιθοις βαλλομενος αποκτεννυται. 
ΕΡΩΤΗΣΙΣ 83
Περι διαφορων θεληματων Θεου. 
ΑΠΟΚΡΙΣΙΣ
Τρια θεληματα επι Θεου χρη υπολαμβανειν, κατ᾽ ευδοκιαν, κατ᾽ οικονομιαν, κατα συγχωρησιν. Και το μεν κατ᾽ ευδοκιαν δηλοι τα κατα τον Αβρααμ, λεγοντα προς αυτον "εξελθε (≡14Α_134≡> εκ της γης σου"· το δε κατ᾽ οικονομιαν δηλοι τα κατα τον Ιωσηφ οικονομηθεντα προς την των μελλοντων εκβασιν· το δε κατα συγχωρησιν δηλοι τα κατα τον Ιωβ γενομενα. 
ΕΡΩΤΗΣΙΣ 84
Τι εστιν· «μη μακαρισης ανδρα προ τελευτης αυτου»; 
ΑΠΟΚΡΙΣΙΣ
Και κατα τον προχειρον των πολλων νουν, δια το αδηλον και το της ανθρωπινης προαιρεσεως ευολισθον, ου χρη μακαριζειν τινα μεχρις δια πασης αρετης διελθων αναντιρρητω τελει την ζωην κατακλεισει. Προς δε τον υψηλοτερον νουν, ο αρξαμενος δια της μετανοιας και ασκησεως το ζων εν αυτω γηϊνον φρονημα ταπεινουν και ασθενη ποιειν ουπω μακαριστος μεχρις αν δια του συντονου της ασκησεως πονου νεκρωθη και συντελειαν λαβη· ο γαρ τοιουτος μακαριος, ως τω Χριστω συναποθανων δια της των κακων απραξιας και συνανισταμενος παλιν δια του υψους των αρετων. Τουτο γαρ και ο ψαλμωδος σημαινει λεγων "μακαριοι οι αμωμοι εν οδω", οι καθαροι δηλονοτι κακιας, "οι πορευομενοι εν νομω Κυριου", οι δια των αγαθων πραξεων οδευοντες. 
ΕΡΩΤΗΣΙΣ 85
Τι σημαινει ο ψαλμωδος περι εχθρων λεγων "των κυκλω συνεπιτιθεμενων"; 
ΑΠΟΚΡΙΣΙΣ
Το κυκλω εστιν το εμπρος, το οπισω, το δεξιον, το αριστερον. (≡14Α_136≡> Επιτιθενται ουν ημιν οι δαιμονες εμπροσθεν μεν οτ᾽ αν δια των της υλης επιφανειων δελεαζουσιν, οπισω δε οτ᾽ αν δια των προληψεων των λογισμων της κακιας την μνημην ανακινουσιν, αριστερα δε οτ᾽ αν δια των σαρκικων και ακολαστων παθων την ψυχην εκμοχλευουσιν, δεξια δε οτ᾽ αν δια κενοδοξιας και υπερηφανιας τη ψυχη επιτιθενται. 
ΕΡΩΤΗΣΙΣ 86
Τι εστιν· «λαβετε ψαλμον και δοτε τυμπανον»; 
ΑΠΟΚΡΙΣΙΣ
Λαβετε διδασκαλιαν ενθεον και δοτε πραξιν εναρετον δια της νεκρωσεως του σωματος. 
ΕΡΩΤΗΣΙΣ 87
Τι εστιν στοιχειωσις; 
ΑΠΟΚΡΙΣΙΣ
Τρια φασιν λεγεσθαι σωματα· πρωτον μεν το των τεσσαρων στοιχειων, πυρος, υδατος, γης, αερος· ειτα εκ τουτων δευτερα σωματα, παντα τα φυομενα δενδρα τε και λαχανηρα· εκ τουτων δε τριτον σωμα το ανθρωπινον και το των αλογων· ταυτα γαρ τρωγοντες γινονται σαρκες. Ωσπερ ουν αρχη και στοιχειωσις εστιν των ημετερων σωματων τα τεσσαρα στοιχεια, ουτως και της ψυχης η εκ των τεσσαρων γενικων αρετων στοιχειωσις και αρχη ποιει την των ηθων κατορθωσιν· ειτα εξ αυτου οιονει δευτερον σωμα η εξις των αρετων· ειτα απο ταυτης σωματοποιειται η γνωσις ητουν θεωρια· «πραξις γαρ επιβασις θεωριας». 
(≡14Α_138≡> ΕΡΩΤΗΣΙΣ 88
Τι σημαινει η τω Ιακωβ οφθεισα κλιμαξ και τινες οι καταβαινοντες και αναβαινοντες αγγελοι; 
ΑΠΟΚΡΙΣΙΣ
Κλιμακα οιομεθα ειναι την εις Θεον ευσεβειαν. Αγγελοι δε κατερχομενοι και ανερχομενοι· ανερχομενοι μεν οι των αρετων λογοι δι᾽ ημων υψουμενοι, κατερχομενοι δε οι δια την των αρετων ημων υψωσιν κατιοντες της γνωσεως λογοι. 
ΕΡΩΤΗΣΙΣ 89
Τι σημαινει το δηναριον το επιδιδομενον τω Κυριω υπο των Φαρισαιων; 
ΑΠΟΚΡΙΣΙΣ
Δηναριον εστιν ο κατα συγχωρησιν δεδομενος της χρειας του σωματος νομος· δει ουν προσαγοντων ημιν τουτον των εις τυπον των δαιμονων οντων Φαρισαιων κρατειν και εξεταζειν δια της διακρισεως και τη μεν φυσει απονεμειν τα της χρειας—τουτο γαρ εστιν δουναι τα Καισαρος τω Καισαρι—, την δε πασαν της ψυχης εφεσιν απονειμαι τω Θεω. 
ΕΡΩΤΗΣΙΣ 90
Τι δηλοι το «εαν διωκουσιν υμας απο ταυτης της πολεως, φευγετε εις την αλλην»; 
ΑΠΟΚΡΙΣΙΣ
Αι πολεις επι φρουρας και ασφαλειας και φυλακης τιμιων εισιν· πολις ουν εστιν κατα τον της αλληγοριας τροπον η εκ διαφορων τροπων επινοουμενη ασκησις, οιον, εγκρατεια οινου, βρωματων αποχη, επιτεταμενη αγρυπνια και τα τοιαυτα, ατινα (≡14Α_140≡> εισιν φρουρα και ασφαλεια. Εαν ουν διωκουσιν ημας οι δαιμονες απο ενος τουτων, τυφον η κενοδοξιαν δια του τοιουτου της ασκησεως ειδους προσαγοντες, κρειττον εστιν υποχωρειν της τοιαυτης δοκουσης ειναι ακριβεστερας αγωγης, ινα μη εις υπερηφανιαν εμπεσης, και φυγειν εις αλλην ακενοδοξον αρετην μεχρις αν ο της απαθειας ελθη λογος. 
῍Η και αλλως· πολεις λεγει τας ανθρωπινας ψυχας· επι γαρ ταυτας οι αποστολοι λογοι παρα του Σωτηρος πεμπομενοι, απο μεν των αξιων υποδεχθεντες εν αυτοις οικουσιν, απο δε των αναξιων εαυτους κριναντων απελασθεντες εις ετερων ψυχας μετοικιζονται, δεκτικας της αυτων διδασκαλιας γεγενημενας. Και τας τοιαυτας πολεις του Ισραηλ ου μη τελεσωσιν αληθως ενδημουντες αυταις και πη μεν εισοικιζομενοι, πη δε απ᾽ αυτων διωκομενοι, εως αν ελθη ο Υιος του ανθρωπου κατα την ενδοξον αυτου παρουσιαν τα παντα πληρων. 
ΕΡΩΤΗΣΙΣ 91
Τι εστιν· «καλαμον συντετριμμενον ου κατεαξει και λινον τυφομενον ου σβεσει»; 
ΑΠΟΚΡΙΣΙΣ
Ο κατα μιμησιν του Κυριου συμπαθειας λογω χρωμενος, ουτε τον τη αμαρτια συντετριμμενον τη απογνωσει εις τελος κατεαγηναι ποιει, ουτε τον το λογιστικον εχοντα τετυφωμενον δια κενοδοξιαν τινων αρετων σβεννυσιν, αλλ᾽ εα εχειν την προθυμιαν μεχρις αν εις το τελειον ελθοι της επιγνωσεως. Τουτο γαρ εστιν, ως οιμαι, και το συναυξανειν τω αγαθω σπορω τα ζιζανια, τουτεστιν ταις αρεταις το της ανθρωπαρεσκειας και κενοδοξιας (≡14Α_142≡> παθος συναναβλαστανειν. Οθεν ο των ψυχων γεωργος μη εκτιλλεσθαι ταυτα προστασσει μεχρι αν αι αρεται λαβωσιν πηξιν, μηποτε ανασπασαι τα τοιαυτα παθη θελων τις, συνεκτιλη την της αρετης προθυμιαν. 
ΕΡΩΤΗΣΙΣ 92
Τι δηλοι το προφητικον αινιγμα "σαλπισατε" λεγων "εν νεομηνια σαλπιγγι, εν ευσημω ημερα εορτης ημων"; Τις αρα η ευσημος εορτη; 
ΑΠΟΚΡΙΣΙΣ
Τους διδασκαλους της Εκκλησιας σαλπιζειν δια του λογου της διδασκαλιας ο Λογος παρακελευεται· σαλπιγγι δε σαλπιζειν, τουτεστιν τη νεκρωσει του σωματος· εν νεομηνια δε τη κατα την σεληνην· μην γαρ η σεληνη λεγεται. «Ευσημος» δε «εορτη» κατα τους Ιουδαιους τω εβδομω μηνι επετελειτο η των σαλπιγγων· τη δεκατη δε του αυτου μηνος την νηστειαν του Ιλασμου και τη πεντεκαιδεκατη την Σκηνοπηγιαν επετελουν. Ημεις δε πνευματικως εορταζομεν ουτως, τω μεν εβδομω μηνι, τουτεστιν τω εβδομω της χαριτος νομω την ευσημον του Ευαγγελιου ημεραν επιτελουντες· επτα γαρ νομους ο των ολων Θεος εξαρχης τη φυσει παρεσχετο· τω μεν Αδαμ δυο, τον προ της παραβασεως απο του καρπου του δενδρου μη φαγειν και τον μετα την παραβασιν «εν ιδρωτι του προσωπου» τον αρτον εσθιειν, τριτον τον επι του Νωε, τεταρτον τον επι του Αβρααμ, τον της περιτομης, πεμπτον τον Μωσεως, εκτον τον προφητικον, εβδομον τον ευαγγελικον, εν ω τας απαρχας των καρπων της αρετης κατα την αρχην των φωτισμων τω Θεω προσαγομεν· τη γαρ πρωτη του μηνος τας απαρχας των καρπων οι κατα νομον προσηγον. Τη δεκατη δε του μηνος την νηστειαν (≡14Α_144≡> του Ιλασμου τελουμεν δια του ονοματος του Κυριου ημων Ιησου του γενομενου ημων ιλασμου μυσταγωγουμενοι, νηστευοντες απο πασης κακιας· τη δε πεντεκαιδεκατη την σκηνοπηγιαν αγομεν· προστιθεντες γαρ τω κατα τον Κυριον ημων Ιησουν μυστηριω τας πεντε της ψυχης αντιλημπτικας δυναμεις, εις μηδεν των αισθητων ασχολουμενας αλλ᾽ αυτω συνημμενας τω Κυριω, την πηξιν εν αυτω λαμβανομεν των αρετων. 
ΕΡΩΤΗΣΙΣ 93
Εκ των Ηθικων του αγιου Βασιλειου απορον εν τω 'Περι νηστειας' λογω· «οτε», φησιν, «απεγνωσθη η τελειωσις, τοτε συνεχωρηθη η απολαυσις». 
ΑΠΟΚΡΙΣΙΣ
Τοτε απεγνωσθη η τελειωσις, οτε τας δοθεισας αυτω φυσικας δυναμεις ο ανθρωπος δια της παρακοης παρετρεψεν. Αδυνατον ουν ην ενσχεθεισαν την φυσιν τη υλικη προσπαθεια επανελθειν εις το τελειον μεχρις ο της φυσεως ποιητης, υπερ φυσιν γενομενος ανθρωπος, την φυσιν εις το κατα φυσιν επανηγαγεν. Συγχωρηθηναι δε την απολαυσιν λεγει αντι του παραδοθηναι τη αυτονομια της πλανης. 
ΕΡΩΤΗΣΙΣ 94
Του αυτου εκ του πρωτου ψαλμου· τινος χαριν επι της αρχης των ψαλμων παραδειγμα ελαβεν οικου θεμελια και τροπιν πλοιου και ζωου καρδιαν; 
(≡14Α_146≡> ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο οικος απο λιθων συγκειμενος αποφυγη μεν ψυχους και καυσωνος γινεται, ετι δε σκεπη και φυλακη του ανθρωπου, εκ τουτου μανθανομεν, επομενοι τη φυσικη θεωρια, οικον ειναι την ασκησιν εκ των κατα την αρετην συγκειμενην λογων, σκεπην μεν παρεχουσαν ημιν απο του διαβολικου των πειρασμων καυσωνος, θερμην δε απο της αυτου κατα την απογνωσιν ψυξεως, φυλακην δε απο των επιβουλευοντων δαιμονων. Πλοιον δε ελαβεν την εκαστου ψυχην, οιον τινα τροπιν την κατα την φρονησιν εχουσαν πηξιν, σανιδας δε προσηρτημενας, την του σωματος νεκρωσιν, τη ακριβεια οιον ασφαλτω τας αρμονιας της ψυχης ασφαλισασαν και μη συγχωρουσαν εισδυναι τι της αλμωδους κακιας, επιπορευομενην δε την θαλασσαν του βιου και διαπορευομενην τον αιωνα τουτον, εμπορου τροπον τα παροντα διδουσαν και αντικτωμενην τα μελλοντα. Καρδιαν δε ζωου ελαβεν την πιστιν, περιυφαινομενην παντοθεν δια των αρετων. 
ΕΡΩΤΗΣΙΣ 95
Εκ του 'Εις το Βαπτισμα' λογου του αγιου Γρηγοριου του Θεολογου απορον προφητικης λεξεως· «μακαριος ο σπειρων επι παν υδωρ και πασαν ψυχην αυριον αρουμενην και αρδομενην, ην σημερον βους και ονος πατει». 
ΑΠΟΚΡΙΣΙΣ
Την αρουμενην μεν δια της πρακτικης και τας ακανθας των παθων καθαιρομενην, αρδομενην δε δια της γνωσεως ψυχην, ην επατει σημερον βους και ονος—βουν τον Ιουδαϊκον νομον λεγων, ονον δε την εθνικην μεριδα—τουτεστιν την τω γραμματι (≡14Α_148≡> εμμενουσαν και τη αλογια πιεζομενην σημερον, αυριον δε μεταβληθεισαν δια πραξεως και γνωσεως· εις ην ο σπειρων τα της αρετης σπερματα μακαριος. 
ΕΡΩΤΗΣΙΣ 96
Εκ του αυτου· «μακαριος ος καν χειμαρρους η σχοινων εξ οικου Κυριου ποτιζεται». 
ΑΠΟΚΡΙΣΙΣ
Χειμαρρους σχοινων εστιν η σαρξ η τω χειμωνι των παθων παρασυρουσα τας της ψυχης δυναμεις και σχοινων δικην τη των αμαρτηματων τραχυτητι πληττουσα. Εξ οικου δε Κυριου ποτιζεται οτ᾽ αν εκ των εντολων του Κυριου, του την ημετεραν σαρκα αναλαβοντος, εξ ης εν τη οδω του βιου γενομενος επιεν το υπερ ημων παθος και γεγονεν ημιν εις οικον καταφυγης, αρδευεται. 
ΕΡΩΤΗΣΙΣ 97
Εκ του αυτου· «χθες εξηραινου θαλλουσα τη αιμορροια· επηγαζες γαρ την φοινικην αμαρτιαν». 
ΑΠΟΚΡΙΣΙΣ
Χθες, φησιν, εξηραινου τη αρετη, εθαλλες δε τη αμαρτια· σημερον ανεθηλας τη αρετη, ξηρανθεισα τη αμαρτια· «ηψω γαρ των κρασπεδων Χριστου»· κρασπεδα εισιν του Χριστου αι διαφοροι ασκησεις, επειδη καθαπερ εκ του ενδυματος τα κρασπεδα, ουτως αι ασκησεις εκ της ηθικης ηρτηνται φιλοσοφιας· αιτινες (≡14Α_150≡> μετα ταπεινοφροσυνης γινομεναι ισταν πεφυκασιν την των παθων ρυσιν. 
ΕΡΩΤΗΣΙΣ 98
Εκ του αυτου· «χθες επι κλινης ερριψο παρειμενος και λελυμενος» και τα λοιπα. 
ΑΠΟΚΡΙΣΙΣ
Κλινην την αναπαυσιν λεγει του σωματος, παρειμενον δε ταις ηδοναις. «Και ουκ ειχες», φησιν, «ανθρωπον», τουτεστιν ανδρειον λογισμον, «ινα οτ᾽ αν ταραχθη το υδωρ, βαλη σε εις την κολυμβηθραν», οτ᾽ αν εν σοι γενηται λογισμος ταρασσων προς διακρισιν του καλου και του χειρονος, εμβαλη σε εις το της καθαρσεως υδωρ. «Σημερον ηυρες ανθρωπον τον αυτον και Θεον»· οτ᾽ αν γαρ τις τη διδασκαλια χρωμενος καθαιρει, Θεος μεν εστιν ο ενεργων, ανθρωπος δε ωτινι οργανω κεχρηται προς σωτηριαν του καμνοντος. «῎Ηρθης απο κραβατου, μαλλον δε ηρας τον κραβατον», τουτεστιν δια της πρακτικης εβαστασας το σωμα, μηκετι κατασπασθεις υπ᾽ αυτου. 
ΕΡΩΤΗΣΙΣ 99
Εκ του αυτου· «οιδα πυρ ου καθαρτηριον αλλα κολαστηριον η Σοδομιτικον, ο πασιν αμαρτωλοις επιβρεχει θειω και καταιγιδι μιγνυμενον, η το ητοιμασμενον τω διαβολω και τοις αγγελοις αυτου, ητε ο προ προσωπου Κυριου πορευεται και φλογιει κυκλω τους εχθρους αυτου, η το τουτων φοβερωτερον, ο τω ακοιμητω (≡14Α_152≡> σκωληκι συντετακται, μη σβεννυμενον αλλα διαιωνιζον τοις πονηροις». 
ΑΠΟΚΡΙΣΙΣ
Εκεινοις επιβρεχεται «Σοδομιτικον πυρ», τοις τον νομον της φυσεως τη παραχρησει πατησασιν· εστιν δε τουτο ο της συνειδησεως ελεγχος, οτ᾽ αν πυρος δικην ταυτην κατακαιει. Θειον δε εστιν αι διαφοροι περιστατικαι συμβασεις, καταιγιδες δε αι αθροαι περιστασεις, αιτινες μιγνυμεναι σφοδροτερως αλγυνουσιν. Εκεινοι δε την συνειδησιν καιονται κατα μιμησιν του διαβολου και τοις αγγελοις αυτου, οσοι δια της υπερηφανιας φθονερως την του Θεου προνοιαν διαβαλλουσιν και τη προς τον πλησιον κεχρηνται απατη. Το δε «ο προ προσωπου Κυριου πορευεται» φλογιζον «τους εχθρους αυτου» πυρ εστιν αι του Θεου ενεργειαι· αυται γαρ χαρακτηριζουσιν το του Θεου προσωπον, οιον, το αγαθον, το φιλανθρωπον, το πραον και τα τουτοις ομοια· αιτινες τους μεν οικειως εχοντας προς αυτα φωτιζουσιν, τους δε εναντιως εχοντας και απηλλοτριωμενους της ομοιοτητος φλεγουσιν. Και ταυτα μεν τα ειδη του πυρος ουκ ειπεν διαιωνιζειν, διοτι κατα τον Νυσσης Γρηγοριον δει την φυσιν τας ιδιας απολαβειν δυναμεις και τη επιγνωσει αποκαταστηναι εις οπερ γεγονεν εξαρχης, ωστε τον Δημιουργον αναιτιον αποδειχθηναι της αμαρτιας. Εκεινο δε φοβερωτερον ειπεν το πυρ, ο τω αιωνιω σκωληκι συντετακται, μη σβεννυμενον αλλα και διαιωνιζον τοις πονηροις· οπερ, φαινομενου του θειου και εις απολαυσιν προκειμενου τοις αξιοις, τους μη δια των αγαθων εργων εαυτους λαμπρυνοντας, δικην σκωληκος αει την μνημην ανακινουσης, και αναλογιζομενους την αποτυχιαν και στερησιν του αγαθου απεραντως κατεσθιει και βασανιζει διηνεκως πυρος σφοδροτερον. 
(≡14Α_154≡> ΕΡΩΤΗΣΙΣ 100
Εκ του αυτου εις τον 'Περι χαλαζης' λογον εις το «ου δεχομαι πηγην φρασσεσθαι και χειμαρρουν φερεσθαι». 
ΑΠΟΚΡΙΣΙΣ
Πηγη εστιν η ευαγγελικη διδασκαλια, αει δια πιστεως βλυζουσα, χειμαρρος δε η εξω φιλοσοφια, εν μονω τω λογω το πειθανον εχουσα. Και αλλως· πηγη εστιν ο τω λογω τον βιον εχων συμφωνουντα, χειμαρρος δε ο απρακτος λογος, εν μονη τη προφορα την ακοην γοητευων. ῍Η και αλλως· πηγη εστιν ο κατα τον νουν των εγκειμενων τοις μανθανουσιν την παραδοσιν ποιουμενος, χειμαρρος δε ο κατα το γραμμα διδασκων. 
ΕΡΩΤΗΣΙΣ 101
Εκ του αυτου· «περι των δικαιων του Θεου κριματων, εαν τε καταλαμβανωμεν ημεις, εαν τε αγνοωμεν την πολλην αβυσσον». 
ΑΠΟΚΡΙΣΙΣ
Αβυσσος λεγεται η ακαταληψια η εκ του βυειν ηγουν εκ του φρασσειν, κατα το ειρημενον εν τω ψαλμω περι της βυουσης τα ωτα ασπιδος αντι του "της φραττουσης"· ως ουν προς ημας τους μη δυναμενους εν περιληψει γενεσθαι της τα κριματα βλυζουσης προνοιας εισιν ακαταληπτα, κατ᾽ αλλον δε τροπον ληπτα. 
ΕΡΩΤΗΣΙΣ 102
Εκ του αυτου· «πως και η ελεημοσυνη εις σταθμους (≡14Α_156≡> κατα τον αγιον Ησαιαν; ουδε γαρ το αγαθον ακριτον, ει και τοις εν τω αμπελωνι εδοξεν». 
ΑΠΟΚΡΙΣΙΣ
Εαν σταθμιζεται η ελεημοσυνη του Θεου, και περιγραφεται εικοτως. Μαλλον ουν τουτο χρη υπολαμβανειν, οτι ωσπερ εχομεν δυναμιν οπτικην και ακουστικην και αναπνευστικην ουχ ολον εισδεχομενας τον αερα η το φως η την φωνην— επει ουκ αν αλλω υπελειφθη η εκ τουτων μετοχη—αλλα κατα την αναλογως προσουσαν δυναμιν εκαστω μετεχει, ουτως και η του Θεου ελεημοσυνη κατα την εκαστου των υποκειμενων διαθεσεων ποιοτητα και την αφεσιν και την χαριν διδωσιν· οιον, τελειως τις μετενοησεν, τελειως και αφιεται· μερικως μετενοησεν, μερικως και αφιεται· ωσαυτως και επι του αγαπωντος. 
ΕΡΩΤΗΣΙΣ 103
Εκ του αυτου· «και η οργη κατα λογον των αμαρτηματων και ποτηριον εν χειρι Κυριου προσαγορευομενη και κονδυ πτωσεως εκπινομενον, ει και πασιν υφαιρει τι της αξιας και το της οργης ακρατον φιλανθρωπια κιρνησι· κλινων μεν απο του αποτομου προς το ενδοσιμον». 
ΑΠΟΚΡΙΣΙΣ
«Χειρ Κυριου» εστιν η δημιουργικη δυναμις και συντηρητικη και του ευ ποιητικη και του φευ αποποιητικη· πασα ουν αμαρτια, αμα υποστη, και την εκ του τελους επ᾽ αυτη κρισιν εχει παραπεπηγμενην. (≡14Α_158≡> Κλινει δε απο του αποτομου προς το ενδοσιμον, δια των σωτηριων εντολων υποτιθεμενη τη ψυχη την κενωτικην της τοιαυτης κρισεως μετανοιαν. 
ΕΡΩΤΗΣΙΣ 104
Ερωτησις απορου εκ του 'Περι ευταξιας' λογου του αγιου Γρηγοριου του Θεολογου· «πως λογος νου γεννημα και γεννα λογον εν αλλω νοι»; Περι ποιου αρα λεγει λογου, του ενδιαθετου η του προφορικου; 
ΑΠΟΚΡΙΣΙΣ
Φασιν οι πατερες ημων μη ειναι το αφετον και απλουν κατα την ουσιαν η μονον το Θειον, τα δε αλλα παντα, οσα μετα Θεον και εκ Θεου το ειναι εχει, εξ ουσιας και ποιοτητος ητουν δυναμεως ειναι, τουτεστιν εξ ουσιας και συμβεβηκοτος. Ει δε τουτο, παντως και η ψυχη νους υπαρχουσα κατα την δυναμιν αυτης, εχει ως αγεννητον εαυτην, εαυτω γεννωντα γεννητως, ως ειναι τον λογον τον εν τω νω και εκ του νου γεννωμενον αλλον αυτω εκεινο τον γεννωντα νουν μετα της κατα την γεννησιν ιδιοτητος της μηδαμως δεχομενης αντιστροφην. Αυτος ουν ο λογος ο ουτω και ων και γεννωμενος, της υπουργου φυσεως την φωνην λαμβανων, προφερεται και γεννα λογον εν αλλω νοι, δια της του δεχομενου ακοης τω νω παραπεμπομενος. Γεννα δε λογον εν αλλω νοι, ου δημιουργων λογον εν αλλω αλλα διδους ειδους, ιν᾽ ουτως ειπω, και μορφης δυναμιν προς το σχηματισαι νοημα τω ακουοντι. 
(≡14Α_160≡> ΕΡΩΤΗΣΙΣ 105
Εκ του λογου του ειρηνικου του αυτου αγιου Γρηγοριου· «τριαδα τελειαν εκ τριων τελειων, μοναδος μεν κινηθεισης δια το πλουσιον, δυαδος δε υπερβαθεισης δια την υλην και το ειδος εξ ων και τα σωματα, τριαδος ορισθεισης δια το τελειον· πρωτη γαρ υπερβαινει δυαδος συνθεσιν». 
ΑΠΟΚΡΙΣΙΣ
Ου του ειναι την θειαν και μακαριαν Τριαδα αιτιαν ενταυθα τιθεται, της υπερ αιτιαν και λογον, αλλα της ημων προς την αληθεστατην ευσεβειαν της αγιας Τριαδος χειραγωγιας. Ωσπερ γαρ εκ της ουσιας των οντων τον γενεσιουργον εννοουμεν, ουτω και τον τροπον της υπαρξεως της υπεραρρητου θεοτητος εκ τινων των κατα τα οντα συμβολων μυστικως διδασκομεθα, αυτης δηλονοτι της αγιας θεοτητος κινουσης ημας εις επιγνωσιν εαυτης και ευσεβεις παρεχουσης αφορμας προς το τολμαν εξεταζειν τον τροπον της υπερφυους αυτης υπαρξεως. Λεγεται ουν κινεισθαι η δι᾽ ημας τους επ᾽ αυτην κινουμενους η ως αιτια της ημων προς την γνωσιν αυτης κινησεως. Εκινησεν ουν εαυτην εν ημιν προς το γνωναι οτι εστιν τις αιτια των ολων· οπερ εστιν μοναδος κινηθεισης. Δυαδος δε υπερβαθεισης λελεκται οτι συνθεσεως εξω καθοραται η θεια φυσις. Τριαδος δε ορισθεισης δια το τελειον ειρηται οτι αυτο το ον ουκ εξω σοφιας και ζωης εστιν· οπερ νοησαντες ωρισαμεν σοφιαν τον Υιον και Λογον του Θεου, ζωην το Πνευμα το αγιον, επειδη και η ψυχη ημων, κατ᾽ εικονα Θεου κτισθεισα, εν τοις τρισι τουτοις καθοραται, εν νω και λογω και πνευματι. 
(≡14Α_162≡> ΕΡΩΤΗΣΙΣ 106
Τι σημαινει το εν τω Εσδρα λεγομενον "φοβερισον αυτους εν νομω Κυριου"; 
ΑΠΟΚΡΙΣΙΣ
Το φοβερισον ειρηται αντι του "καταπληξον αυτους", ουκ εκ των επηγγελμενων αγαθων, αλλ᾽ εκ των ηπειλημενων φοβερων· δουλικον γαρ τουτο και Ιουδαιοις αρμοδιον. 
ΕΡΩΤΗΣΙΣ 107
Εκ των 'Ηθικων' του αγιου Βασιλειου εις τον πρωτον ψαλμον· «ινα ωσπερ εν κοινω των ψυχων ιατρειω παντες ανθρωποι, εκαστος το ιαμα του οικειου παθους εκλεγωμεθα· 'ιαμα', γαρ φησιν, 'καταπαυση αμαρτιας μεγαλας'». Τινος χαριν ο διδασκαλος ενταυθα ου τη Γραφη ηκολουθησεν; εκεινη γαρ το ιαμα το εασαι τον επεισελθοντα πονηρον λογισμον και μη παραδεξασθαι εξεδωκεν, αυτος δε επι της ιασεως την λεξιν εξεδωκεν. 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη πασα αρχη και τελος εχει, και πασα ρησις ανθυπακουομενον, και πασα ενεργεια αποτελεσμα, πολλακις οι ακριβεστεροι των διδασκαλων εκ των αποτελεσματων την αρχην του ιδιου λογου ποιουνται, καθαπερ και ενταυθα ο διδασκαλος εχρησατο· και γαρ τελος του εασαι και μη παραδεξασθαι το κακον ιασις εστιν και υγεια. 
ΕΡΩΤΗΣΙΣ 108
Εκ του αυτου· «αλλα μεν ουν προφηται παιδευουσιν (≡14Α_164≡> και αλλα ιστορικοι, και ο νομος ετερα, και αλλο το ειδος της παροιμιακης παραινεσεως». 
ΑΠΟΚΡΙΣΙΣ
Προφηται μεν παιδευουσιν τα προγνωστικα, ιστορικοι δε την των καλων αναμνησιν και παραθεσιν, ο δε νομος την του καλου και κακου ειδησιν· το δε ειδος της παροιμιακης παραινεσεως συμβουλην γνωμης παρεχεται, τουτεστιν τους τροπους των πρακτεων υποτιθεται. 
ΕΡΩΤΗΣΙΣ 109
Εκ του αυτου· «και που τις των σφοδρα εκτεθηριωμενων υπο θυμου, επειδαν αρξηται τω ψαλμω κατεπαδεσθαι, απηλθεν ευθυς το αγριαινον της ψυχης τη μελωδια κατακοιμησας». 
ΑΠΟΚΡΙΣΙΣ
Ου περι του απλως ψαλλοντος αλλα περι του ειδοτος ψαλλειν ειπεν ο διδασκαλος· ουτω γαρ και Ελισσαιος παρα των βασιλεων επεζητησεν νεανισκον ειδοτα ψαλλειν, τουτεστιν νοουντα και δυναμενον δια της του ρητου μεσιτειας την εγκειμενην διανοιαν προς την ψυχην διαβιβασαι και εντυπωσαι. Ο τοιουτος γαρ ου μονον κατακοιμησαι δυναται τον θυμον αλλα και εκδιωξαι δαιμονας, τουτεστιν ου μονον τα παθη της σαρκος σβεσαι αλλα και τους διεγειροντας ταυτα δαιμονας αποδιωξαι, κατα τον μεγαν Δαβιδ το πονηρον πνευμα του Σαουλ εκδιωκοντα. 
ΕΡΩΤΗΣΙΣ 110
Του αυτου· «οπλον εν φοβοις νυκτερινοις, αναπαυσις κοπων ημερινων». 
(≡14Α_166≡> ΑΠΟΚΡΙΣΙΣ
Νυκτα εκαλεσεν τας του εχθρου κεκρυμμενας δολερας προσβολας, ημεραν δε τους ομολογημενους και εν φανερω πειρασμους. Ο ουν την εξιν της θειας γνωσεως ειληφως και μηδεν αγνοων των του εχθρου νοηματων ου φοβειται τι των κεκρυμμενων του εχθρου προσβολων· φοβος γαρ ουδεν ετερον εστιν η προσδοκωμενον κακον. Αλλα μην και αναπαυσιν ηγειται τους υπερ των ομολογημενων πειρασμων πονους δια την εγγινομενην εκ της προς αυτους συμπλοκης τη ψυχη δοκιμασιαν και την ελπιζομενην εκ ταυτης μακαριαν εκδοχην του στεφανου της αφθαρσιας. 
ΕΡΩΤΗΣΙΣ 111
Εκ του Αποστολου προς Ρωμαιους· «συνεκλεισεν γαρ ο Θεος τους παντας εις απειθειαν». 
ΑΠΟΚΡΙΣΙΣ
Καθαπερ αποδρασαν και πλανωμενον κτηνος διωκει ο ιδιος δεσποτης, επαν δε συγκλεισει αυτο μετα των διωκοντων και ευρη αυτο τετραυματισμενον επιμελειται αυτου, ουτως και ο του Θεου Λογος ενανθρωπησας συνεκλεισεν αντι του "κατελαβεν" και ηυρεν παντας απειθεις και αμαρτωλους, και ελεησας διεσωσεν. 
ΕΡΩΤΗΣΙΣ 112
Εκ του αυτου· «ο δε ασθενων λαχανα εσθιει». 
ΑΠΟΚΡΙΣΙΣ
Ου περι σωματικης νοσου τουτο ειρηται τω Αποστολω— αει γαρ εχαιρεν επι ταις του σωματος νοσοις—αλλα τω ασθενουντι (≡14Α_168≡> κατα ψυχην λαχανα εσθιειν προστασσει, τουτεστιν τα σχεδια και λιτα και ευκατεργαστα και μη λιπαινοντα την σαρκα. Και ταυτα μεν ο προχειρος νους· κατα δε την θεωριαν, εκεινος ασθενει και λαχανα εσθιει, οστις αδυνατως εχει προς το υψος της γνωσεως αναβηναι και κατα Μωσεα αυτω τω γνοφω ου εστιν ο Θεος εμπελασαι, αλλ᾽ ακμην ειτε των του λαου εις ειτε και των υψηλοτερων τουτων των εβδομηκοντα πρεσβυτερων τυγχανων, την φυσικην θεωριαν δικην λαχανων τρεφεται. 
ΕΡΩΤΗΣΙΣ 113
Εκ του αυτου· «λεγω μεν Χριστον διακονον γεγενησθαι περιτομης υπερ αληθειας». 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη κατ᾽ αρχας απατηθεις ο ανθρωπος και εν παραβασει γενομενος παρεσυνεβληθη τοις κτηνεσιν και κατεδικασθη κατα τον αυτων τροπον και γεννασθαι και αποθνησκειν, ο δε Κυριος το ιδιον πλασμα εις τελος απολεσθαι μη ανασχομενος κατα μεν διαφορους καιρους την αυτου διεπραγματευετο σωτηριαν, εν δε τω Αβρααμ εκδηλοτερον εποιειτο την μελλουσαν εσεσθαι δια της ενσαρκου αυτου επιδημιας σωτηριαν, οθεν μετα πασας τας προς αυτον επαγγελιας διδωσιν αυτω την περιτομην, ητις εδηλου την περιαιρεσιν του παθητικου της ψυχης μερους, επει ουν παντες οι αγιοι περιετεμον μεν το εμπαθες της ψυχης μερος, ου μην εις το παντελες περιειλαν—υπεκειντο γαρ τη καταδικη της φυσεως, γεννηθεντες εκ συνουσιας—, αυτος ελθων ο Κυριος ο και Δεσποτης της φυσεως, ο και δους τω Αβρααμ την περιτομην, διακονος ταυτης και πληρωτης αληθως γεγονεν, την παντελη της εμπαθους γεννησεως περιαιρεσιν (≡14Α_170≡> ποιησαμενος· ανευ γαρ σπορας συνεληφθη και διχα φθορας εγεννηθη. 
ΕΡΩΤΗΣΙΣ 114
Εκ του αυτου· «και τουτο ειδοτες τον καιρον, οτι ωρα ηδη υμας εξ υπνου εγερθηναι». 
ΑΠΟΚΡΙΣΙΣ
Καιρον λεγει τον του ευαγγελικου κηρυγματος και οτι δει πιστευσαντας και δικαιωθεντας προς φυλακην της εκ πιστεως και χαριτος δικαιωσεως των αρετων εκθυμως αντεχεσθαι και κοιμωμενους δια της απραξιας των εντολων και προς τα πνευματικα και θεια τον νουν εχοντας ανενεργητον εξεγερθηναι τη καρδια και εγρηγορον εχειν τον νουν προς τα ουρανια και νοητα καλλη, πασαν αισθησιν προς τα αισθητα κατακοιμησαντας, ινα εξη ημιν κατα τον Σολομωντα λεγειν "εγω καθευδω και η καρδια μου αγρυπνει". 
ΕΡΩΤΗΣΙΣ 115
Εκ του αυτου· «ει ολως νεκροι ουκ εγειρονται, τι και βαπτιζονται υπερ αυτων;» 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη περι των νεκρων σωματων λεγει—ταυτα γαρ εστιν τα πιπτοντα και ανισταμενα—βαπτιζομεθα δε υπερ της τουτων αναστασεως—το γαρ βαπτισμα τυπον φερει της ταφης και της αναστασεως· η γαρ καταδυσις και αναδυσις τουτο δηλοι—, ο Αποστολος τους ενδυαζοντας περι της αναστασεως επιστομιζων εφη· "τι και βαπτιζονται υπερ αυτων;" Ο γαρ τον τυπον ενταυθα της ταφης και της αναστασεως δια του βαπτισματος (≡14Α_172≡> επιτελων εκδεξεται καιροις ιδιοις και την παντελη κατ᾽ αληθειαν εσεσθαι αναστασιν. 
ΕΡΩΤΗΣΙΣ 116
Τι σημαινει η εν ταις Πραξεσιν δειχθεισα τω Πετρω οθονη και τα εν αυτη υπαρχοντα θηρια και ερπετα και τετραποδα; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη κατα το οφθεν τω προφητη Ιεζεκιηλ οτι «το εργον αυτων ην ως τροχος εν τροχω», δηλουται δε δια τουτων ο τε αισθητος και νοητος κοσμος εν αλληλοις υπαρχοντες— ο μεν γαρ νοητος κοσμος τοις τυποις εστιν εν τω αισθητω, ο δε αισθητος κοσμος τω λογω εστιν εν τω νοητω—εδεικνυτο ουν τω Αποστολω παντα τα του αισθητου κοσμου· το γαρ «τεσσαρσιν αρχαις καθιεμενον» τον εκ τεσσαρων στοιχειων συγκειμενον κοσμον δηλοι, εν τω νοητω υπαρχοντα καθαρον κατα τον εν αυτοις ενυπαρχοντα λογον. ῎Ηκουεν δε "αναστας θυσον και φαγε", τουτεστιν "τω νω διανασθητι εκ των κατ᾽ αισθησιν και θυσον και φαγε, τη του λογου διαιρεσει την αισθησιν διελων και πνευματικως ταυτα αναλαμβανων οικειωσαι". ῍Η και την Εκκλησιαν δηλοι τεσσαρσιν αρχαις των Ευαγγελιων στηριζομενην η και ταις τεσσαρσιν γενικαις αρεταις. Τα δε θηρια και ερπετα τα διαφορα των ανθρωπων ηθη δηλουσιν τα εκ των εθνων μελλοντα τη πιστει του Χριστου προσχωρειν. Το δε θυσον και φαγε δηλοι οτι "πρωτον τω λογω της διδασκαλιας αποκτεινον την εν αυτοις κακιαν και τοτε φαγε την σωτηριαν αυτων οικειουμενος, καθως και ο Κυριος ταυτην εαυτω βρωσιν εποιειτο". 
(≡14Α_174≡> ΕΡΩΤΗΣΙΣ 117
Τι δηλοι εν ταις αυταις Πραξεσιν ο των πεντε μυριαδων αριθμος των καεντων βιβλιων; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο αριθμος της μυριαδος τελος εστιν παντος αριθμου, δηλουται δια τουτου οτι πασης μαγειας και περιεργιας τελος αλλο ουκ εστιν ει μη η των αισθητων πλανη, ην οι διαγινωσκοντες τω πυρι της αποστολικης διδασκαλιας κατακαιουσιν. 
ΕΡΩΤΗΣΙΣ 118
Τις η αιτια του εκπνευσαι τον Κυριον εν τω σταυρω προ των ληστων και τι δηλουσιν οι λησται και αι κλασεις των σκελων; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο Κυριος ημων Ιησους Χριστος, Θεος ων φυσει, σαρκα αναλαβων την ημετεραν κατα αληθειαν γεγονεν μονος ανθρωπος, μονος τον του Θεου σκοπον εν εαυτω φυλαξας, ονπερ ειπεν "ποιησωμεν ανθρωπον κατ᾽ εικονα ημετεραν και ομοιωσιν", και καθαπερ ο πρωτος ανθρωπος ταις θειαις χερσιν διεπλασθη, ουτως και τον υπερ αυτου θανατον αποθνησκων ο Κυριος μονος και πρωτος ταις πατρικαις παλαμαις την αυτου ψυχην εναπεθετο. Και ωσπερ ην και εγενετο μονογενης και πρωτοτοκος εν πολλοις αδελφοις, ουτως και τον αναιρετην του θανατου θανατον μονος και πρωτος υπομειναι κατεδεξατο, ινα γενηται και πρωτοτοκος εκ νεκρων και εν πασιν αυτος πρωτευων. 
Οι δε λησται λαμβανονται επι της ημετερας φυσεως διαιρουμενης (≡14Α_176≡> εις δικαιους και αμαρτωλους. Η δε των σκελων κλασις δηλοι οτι παντας μεν ανθρωπους αποθνησκοντας ουκ ανευ πλημμεληματων και συντριβης αμαρτιας ευρισκεσθε, μονος δε ο Κυριος σωος και ανευ της οιασουν αμαρτιας απεθανεν. Εις δε τον καθενα λαμβανονται οι λησται πολλαχως· λαμβανονται γαρ και επι σωματος και ψυχης, και επι του σαρκικου και πνευματικου φρονηματος, αλλα και επι θυμου και επιθυμιας, και επι του αισθητου κοσμου και του νοητου, και επι του γραπτου νομου και του της χαριτος. Επειδη δε και αμαρτανοντων ημων και δικαιοπραγουντων αει ο λογος συγκαταβαινων μεσος ημων σταυρουται, ηνικα ουν δια της ημων κακοπραγιας και αγνοιας τον λογον ανενεργητον και κλινοντα κατω ποιησωμεν, ευθεως οι δαιμονες επιπηδωντες τας πορευτικας και διαβατικας της ψυχης δυναμεις ημων κατακλαννουσιν. 
ΕΡΩΤΗΣΙΣ 119
Τις η διαφωνια των εν ταις Πραξεσιν αναγεγραμμενων εν τη κατα τον Παυλον οπτασια; Εν μεν γαρ τη κατα την οδον οπτασια ιστορει ο Λουκας τους μετ᾽ αυτου οντας της φωνης μεν ακουσαι, μηδενα δε θεωρησαι· εν δε τω διηγεισθαι τον Παυλον επι των αναβαθμων την αυτην οπτασιαν λεγει τους μετ᾽ αυτου οντας το μεν φως τεθεασθαι, την δε φωνην του λαλουντος μη ακηκοεναι. 
ΑΠΟΚΡΙΣΙΣ
Κατα μεν την ιστοριαν ο Χρυσοστομος πανυ επιστημονως ερμηνευσας τον τοπον εφη οτι η πρωτη εξηγησις η λεγουσα "της φωνης ηκουον οι συνοντες", της Παυλου φωνης λεγει ακουειν αυτους της λεγουσης "τις ει, Κυριε;" ουδενα δε εβλεπον ανθρωπον ει μη Παυλον. Η δε δευτερα εξηγησις η λεγουσα (≡14Α_178≡> το μεν φως τεθεασθαι, την δε φωνην του λαλουντος μη ακηκοεναι, φωνης λεγει αυτους μη ακηκοεναι της του Κυριου προς τον Παυλον γεγενημενης, μονον δε το φως τεθεασθαι. Κατα δε την θεωριαν ουτως εκληπτεον τον τοπον· ο γνωστικος νους κατα τον Παυλον εχει συνοντας αυτω τους λογισμους· κατα ουν την πρωτην του Λογου προς τον νουν γινομενην εμφανειαν οι λογισμοι απηχηματα μονον και ινδαλματα της γνωσεως ακουουσιν, ουδεν δε τετρανωμενον θεωρουσιν· προκοπτοντος δε του νου και επι των αναβαθμων γινομενου, τουτεστιν επι της υψηλης θεωριας, ουκετι οι λογισμοι ινδαλματων αλλα του φωτος της γνωσεως τελειον εν μετουσια γινονται. 
ΕΡΩΤΗΣΙΣ 120
Πως οφειλει ευσεβως νοηθηναι η εν τη Γραφη κειμενη του Θεου μεταμελεια; 
ΑΠΟΚΡΙΣΙΣ
Φασιν οι τα θεια ευσεβως φρονειν διεγνωκοτες αδυνατον ειναι τον Θεον, φυσει οντα δημιουργον, και μη προνοητην ειναι φυσει των δεδημιουργημενων. Ει δε τουτο, αναγκη πασα εστιν, φυσικως προνοουμενου του Θεου της ανθρωποτητος, πολλους ειναι παρ᾽ αυτω τους περι την προνοουμενην φυσιν της σωτηριας τροπους. Επειδη γαρ αγχιστροφον ζωον ο ανθρωπος, ευχερως τοις καιροις και τοις πραγμασιν συμμεταβαλλομενον, αναγκη παντως και την θειαν προνοιαν, μιαν και την αυτην ουσαν, συμμεταβαλλεσθαι ταις ημων διαθεσεσιν, δια των προσφυως αρμοζοντων ταις εν τη φυσει αναφυομεναις κακιαις τροπον εφευρισκουσαν. Και ωσπερ επι της ιατρικης πολλαι αι ταυτης υποκειμεναι νοσοι, και αναγκη τον επιστημονα ιατρον, (≡14Α_180≡> του υποκειμενου σωματος εις πολλα και διαφορα παθη μεταπιπτοντος, και αυτον εις κρειττονας τροπους απο των ηττονων μεταβαινειν, ουτως και επι Θεου η απο τοιουδε τροπου επι ετερον τροπον της προνοιας μεταβασις μεταμελεια του Θεου τη Γραφη συνηθες ονομαζεσθαι. 
ΕΡΩΤΗΣΙΣ 121
Τι δηλοι το του ρδ' (104) ψαλμου ρησιδιον το «μετεστρεψεν την καρδιαν αυτου του μισησαι τον λαον αυτου»; 
ΑΠΟΚΡΙΣΙΣ
Ο Θεος ου μονον γινωσκει τα οντα προ των αιωνων ως εν αυτω οντα αυτη τη αληθεια, καν ει αυτα τα παντα, τα τε οντα και τα εσομενα, ουχ αμα τω γνωσθηναι και το καθ᾽ αυτα ειναι ελαβον, αλλ᾽ εκαστα τω επιτηδειω καιρω—ου γαρ οιον τε των αμα ειναι το απειρον και τα πεπερασμενα—, αλλα και το τελος της εκαστου κατα την κινησιν διαθεσεως· ου γαρ εστιν χρονος η αιων ο ταυτην μεταξυ Θεου διακοπτων· ουδεν γαρ εν αυτω προσφατον, αλλα τα μελλοντα ως παροντα εισιν· οι δε χρονοι και οι αιωνες ου τω Θεω αλλ᾽ ημιν εισιν δεικτικοι των εν τω Θεω οντων. Μη δε γαρ οτε τι ορωμεν τον Θεον ποιουντα, τοτε και της περι αυτο γνωσεως ηρχθαι νομισωμεν. 
Ει δε τουτο αληθες, ωσπερ ουν και εστιν, ηδει παντως ως παρουσαν την μελλουσαν ου μονον εσεσθαι των Αιγυπτιων πονηριαν και προς πασαν αγαθων εργασιαν απειθη προαιρεσιν και επιτηδειον προς εκδικησιν των εκ της κατα την Αιγυπτον συνηθειας πεπραγμενων τοις Ισραηλιταις κακων διαθεσιν, (≡14Α_182≡> αλλα και την των Ισραηλιτων ευπειθως προσχωρειν μελλουσαν τω λογω της ευσεβειας δια της πιστεως. Επειδη ουν τας τοιαυτας κεκρυμμενας διαθεσεις και παρ᾽ αυτου το πριν κατησχημενας συνεχωρησεν εις ενεργειαν ελθειν, κατα τουτο λεγεται μεταστρεψαι· ωσπερ γαρ επιτονιν ησφαλισμενον και βια ορμην υδατος κατεχον, ει τυχοι τινα στρεψαι τουτο, ευθυς την κεκρυμμενην ορμην το υδωρ εκδιδωσιν, ουτω και αι πονηραι και αι αγαθαι διαθεσεις συγχωρουσης της προνοιας δια των μεσων πραγματων εις το εμφανες αγονται. 
ΕΡΩΤΗΣΙΣ 122
Τινων τυποι ησαν εν τη Εξοδω ο τε Μωυσης και ο Φαραω και τις η Αιγυπτος και πως αι πληγαι τοις μεν ησαν, τοις δε ουκ ησαν; Και τις ο ολοθρευτης και τις ο των πρωτοτοκων θανατος και διατι η Γραφη πη μεν λεγει αναγαγειν εξ Αιγυπτου, πη δε εξαγαγειν; 
ΑΠΟΚΡΙΣΙΣ
Ο Μωυσης τυπος εστιν των ευσεβων και του κατ᾽ αυτων τελους, ο δε Φαραω των ασεβων και του κατ᾽ αυτων τελους· καθ᾽ οσον γαρ ην ο Μωυσης υπηκοος και απαλος προς εκτυπωσιν των θειων παραγγελματων, κατα τοσουτον ην ο Φαραω προς τα εναντια διακειμενος. Αιγυπτος δε κατα μιαν των περι αυτης επιβολων ‘σκοτασμος’ ερμηνευεται, λαμβανεται δε εις τον αιωνα τουτον. Φασιν δε την Αιγυπτον οι γηογραφεις πασης της γης χθαμαλωτεραν ειναι· δια τουτο η Γραφη ου μονον εξηγαγεν αλλα και ανηγαγεν λεγει, εξαγωγην δηλουσης των απο της προσπαθειας της σαρκος επι το πνευμα ερχομενων, αναγωγην δε των απο των υλικων επι τα νοητα αναφερομενων. 
Αιγυπτιοι δε εισιν παντες οι φιληδονοι και φιλοκοσμοι, καν (≡14Α_184≡> ευγενεις ωσιν τω σωματι· Ισραηλιται δε παντες οι φιλοθεοι και μισοκοσμοι. Τοις μεν ουν το υδωρ αιμα εστιν, τοις δε υδωρ κατα φυσιν· επειδη γαρ το υδωρ θρεπτικον εστιν και ζωτικον, δηλοι οτι οστις την αφορμην της ζωης ταυτης προς αδικιαν και αρπαγην και πλεονεξιαν ποιειται, φονευς υπαρχων των υπ᾽ αυτου αδικουμενων, το υδωρ αιμα εχει· οστις δε την αφορμην της ζωης εκ δικαιων πονων εχει, τουτω το υδωρ, της ζωης υδωρ εστιν. Αποκτεννονται δε τα πρωτοτοκα των Αιγυπτιων επειδη ουκ εχουσιν τας φλιας κεχρισμενας του αιματος του αμνου. Πρωτοτοκα δε εισιν τα πρωτα του νου γεννηματα και διανοηματα, φλιαι δε αι αισθησεις, ολοθρευτης δε ο διαβολος, δια μεσου των αισθησεων δεσμευων την ψυχην προς τα αισθητα και παν αυτης θειον κινημα αναιρων. Διατηρουνται δε τα πρωτοτοκα και των Ισραηλιτων τη χρισει του αιματος, τουτεστιν τα θεια του νου κινηματα τη νεκρωσει των αισθησεων. 
ΕΡΩΤΗΣΙΣ 123
Τι εστιν το εν τω οε' (75) ψαλμω ειρημενον, οτι «ενθυμιον ανθρωπου εξομολογησεται σοι και εγκαταλειμμα ενθυμιου εορτασει σοι»; 
ΑΠΟΚΡΙΣΙΣ
Η μεν εορτη ευφραινομενων εστιν, η δε εξομολογησις εταζομενων· και το μεν εστιν λυπης, το δε χαρας. Τουτο ουν λεγει, οτι εν τη κρισει αντισηκουμενον το παροδικον και ατελες του αγαθου ενθυμημα τω πονηρω και απηρτισμενω ενθυμηματι το πλεον εχει· το μεν γαρ εταζεται, το δε εορτης και χαρας γινεται προξενον. 
(≡14Α_186≡> ΕΡΩΤΗΣΙΣ 124
Τι δηλοι ο Αποστολος λεγων "εμοι δε γενοιτο πεντε λογους λαλησαι εν Εκκλησια η μυριους λογους εν γλωσση"; 
ΑΠΟΚΡΙΣΙΣ
Πεντε λογους λαλει, καν εις εστιν ο λαλουμενος, ο λογον παιδαγωγικον των πεντε αισθησεων λαλων· μυριους δε λογους εν γλωσση λαλει ο δια του ιδιου λογου προσκλησιν ποιουμενος παθων. Και παλιν· πεντε λογους λαλει ο δια της εν πνευματι των οντων θεωριας τον κτιστην δεικνυων· πενταδικη γαρ η φυσις εξ ειδους και των τεσσαρων στοιχειων ουσα· μυριους δε λογους λαλει ο λογους κεκομψευμενους και συμπλοκας πειθανας περι της ενεργειας των ορατων ποιουμενος προς οικειαν δοξαν και απολαυσιν και θεοποιων την κτισιν παρα τον κτισαντα· η κτισις γαρ ουχ ινα θεωθη εδοθη αλλ᾽ ινα Θεον διδαξη. 
ΕΡΩΤΗΣΙΣ 125
Τι δηλουσιν οι εν τω Ευαγγελιω παραιτουμενοι την κλησιν δια τον αγρον και τον γαμον και τα ζευγη των βοων; 
ΑΠΟΚΡΙΣΙΣ
Δια της γυναικος η φιληδονια δηλουται, δια δε του ζευγους των βοων η φιλοκτημοσυνη, δια δε του αγρου η γαστριμαργια· περι α πας ανθρωπος απασχολουμενος των θειων επαγγελιων εκπιπτει. 
(≡14Α_188≡> ΕΡΩΤΗΣΙΣ 126
Τι ετυμολογειται γαστριμαργια; 
ΑΠΟΚΡΙΣΙΣ
Ουδεις ουτε γραμματικων ουτε ρητορων εμνημονευσεν. Αριστοτελης δε εν τω 'Περι ζωων' μεμνηται ζωου μαργου λεγομενου και οτι γενναται απο σηψεως μεταξυ της γης και του υδατος· και αφ᾽ ου γεννηθη, ου παυεται γην φαγον εως εκτρυπησαν την γην εις την επιφανειαν ελθη· και ελθον θνησκει τρεις ημερας, και μετα τρεις ημερας ερχεται νεφος βροχης και βρεχει επανω αυτου και αναζη, μηκετι αειφαγον ον. Και εκ τουτου οιμαι τους αρχαιους φιλοσοφους ορμηθεντας τους πολυφαγους γαστριμαργους αποκαλεσαι. Δυναται δε τις ευσεβως τοις ουσιν επιβαλλειν ειδως, και κατα πνευματικην θεωριαν εκλαβειν τα ειρημενα. Παν γαρ παθος απο σηψεως γεννασθαι πεφυκεν και επειδαν γεννηθη ου παυεται εσθιον την υποστησασαν αυτο καρδιαν εως αν δια της αγωνιστικης εξεως εις φανερωσιν ελθη· και ελθον θνησκει ταις τρισι δυναμεσι της ψυχης, και ουτως η χαρις του αγιου Πνευματος, ως δια νεφους της διδασκαλιας επιφανεισα, σταλαγμους διδωσιν γνωσεως και ζωοποιει, ου κατα την προτεραν εμπαθη ζωην, αλλα κατα την εναρετον και τω Θεω οικειαν. 
ΕΡΩΤΗΣΙΣ 127
Τις η παραβολη των εν τω Ευαγγελιω μισθωθεντων εργατων εις τον αμπελωνα και τις η δοκουσα ανισοτης; 
(≡14Α_190≡> ΑΠΟΚΡΙΣΙΣ
Η του Θεου κρισις ου κατα χρονον και σωμα γινεται, διοτι και η ψυχη, αχρονος και ασωματος ουσα, δια το μη κατα χρονον την αυξησιν και το περας δεχεσθαι, αχρονως και τας κινησεις της διαθεσεως ποιειται. Καλον δε εν υποδειγματι διασαφησαι τα λεγομενα· πολλακις εστιν τις εβδομηκοντα χρονους εχων εν τω μονηρει βιω, αλλος δε μιαν ημεραν· επειδη δε ο του επαγγελματος σκοπος εστιν ινα της προς τα υλικα προσπαθειας και σχεσεως ανασπασας, την ψυχην ολην μετενεγκη προς Θεον, ο ουν εβδομηκοντα ετη εχων ουδολως περι της τοιαυτης απαθειας μεριμνησας ετελευτησεν, ο δε μιαν ημεραν εχων, πασαν αυτου την προς τα υλικα εμπαθη διανοιαν ανασπασας, ολην τω Θεω εγκολπωσας ετελειωθη· εν τη ουν γινομενη κατα την κρισιν διανομη, ο μεν αξιως τον μισθον λαμβανει ως εις περας τον σκοπον του επαγγελματος αγαγων, ο δε κατα χαριν και μονον υπερ ου τον της ασκησεως υπεμεινεν κοπον. 
ΕΡΩΤΗΣΙΣ 128
Ει αρα τω Ιωβ απαραδεκτος γεγονεν η λυπη εν τοις συμβεβηκοσιν αυτω; 
ΑΠΟΚΡΙΣΙΣ
Απαραδεκτον λυπης γεγενησθαι λεγομεν τον Ιωβ· ο γαρ απαξ ευσεβως την διασκεψιν των οντων ποιησαμενος και βεβαιωσας εν εαυτω το προς τα παροδευοντα μισος και την προς τα απαροδευτα αγαπην, πως παθουσιν τοις παροδικοις δια της εναλλαγης του τροπου, οπερ φυσικως πασχειν ειωθασιν, λυπεισθαι ηδυνατο; 
ΕΡΩΤΗΣΙΣ 129
Τι ουν ουδεις των αγιων εδεξατο λυπην και πως περι (≡14Α_192≡> πολλων αγιων λεγεται λυπην εσχηκεναι, καθα και Παυλος λεγει οτι "λυπη μοι εστιν αδιαλειπτος" και τα λοιπα; 
ΑΠΟΚΡΙΣΙΣ
Ο μεν περι τα πρακτα καταγινομενος, εως αν η συνειδησις αυτον δια τας κατα μνημην φαντασιας κεντα πληττουσα, λυπειται παντως την επαινετην λυπην· ο δε εις το της τελειοτητος μετρον εφθακως, και υπερ ταυτην γινεται· ο γαρ δια γνωσεως πεφωτισμενος, το νοερον της ψυχης Θεω αδιαιρετως εξαπλωσας κατα την ισην της κινησεως ταυτοτητα, και την ανεκλαλητον χαραν εν τη διηνεκει του θειου καλλους τρυφη κτησαμενος, πως την ταυτης αντικειμενην λυπην δεξηται; 
Ποτε λυπεισθαι δε λεγονται οι αγιοι κατα μιμησιν του αυτων Δεσποτου· λεγεται γαρ επι Θεου και λυπη και χαρα κατα την προνοιαν, λυπη μεν επι των απολλυμενων, χαρα δε επι των σωζομενων. Εις ουν ο λογος της λυπης, πολλους επιδεχεται τροπους διαθεσεων. Η ουν λεγομενη επι των αγιων λυπη ελεος εστιν και συμπαθεια και χαρας περιουσια, θεοειδους τελειοτητος ενδον αποκειμενης και προς τα εκτος προνοητικως διαδιδομενης. 
ΕΡΩΤΗΣΙΣ 130
Ει προηγειται η θεωρια της πραξεως; 
ΑΠΟΚΡΙΣΙΣ
Διττος ο της θεωριας τροπος· α. μεν ο οριζων τοις πρακτοις τα δεοντα, οστις και προηγειται των πρακτων· β. δε ετερος ο τα πραττομενα διανοουμενος, οστις και μετεπινοειται της πραξεως. 
(≡14Α_194≡> ΕΡΩΤΗΣΙΣ 131
Εκ του Ησαιου· «αμπελωνα εφυτευσα και φραγμον αυτω περιεθηκα» και τα λοιπα. 
ΑΠΟΚΡΙΣΙΣ
Η του αμπελωνος φυτευσις την δημιουργιαν σημαινει, ο δε φραγμος τον φυσικον νομον, η δε χαρακωσις τον γραπτον· οις την φυσιν ο δημιουργος κατησφαλισατο. Οστις ουν την κατα φυσιν σποραν του αγαθου γεωργησει κατα προαιρεσιν γνησιως, εκεινος καρπον τω φυτευτη εποιησεν· οστις δε προς το μη ον παραλογως φερεται, εκεινος ακανθας ποιει, τουτεστιν τα παθη, και καταπατειται υπο των ταυτα ενεργουντων δαιμονων. 
ΕΡΩΤΗΣΙΣ 132
Εκ των Αισματων· «δευρο απο Λιβανου, νυμφη, δευρο απο Λιβανου, απο μανδρων λεοντων, απο ορεων παρδαλεων». 
ΑΠΟΚΡΙΣΙΣ
Ο Θεος Λογος προς την νυμφευομενην αυτω δι᾽ αγαθων εργων λεγει ψυχην η και προς την φυσιν απασαν της ανθρωποτητος εξελθειν απο της ειδωλολατρειας—τουτο γαρ σημαινει ο Λιβανος—και της κακοεξιας—οπερ αι μανδραι των λεοντων σημαινουσιν· ο γαρ λεων αει κατα των ωμων επερχεται, τουτεστιν της πρακτικης—και απο ορεων παρδαλεων, τουτεστιν απο της αγνοιας· το γαρ ζωον τουτο φυσικως κατα των οφθαλμων την ορμην ποιειται, οι δε οφθαλμοι προδηλως εις την γνωσιν λαμβανονται. 
ΕΡΩΤΗΣΙΣ 133
Εκ του Ησαιου· «επι τα ορη και τους βουνους κριθησομαι μεθ᾽ υμων». 
(≡14Α_196≡> ΑΠΟΚΡΙΣΙΣ
Επειδη την ζωην της ψυχης και του σωματος και τον περιγειον τουτον τοπον προνοητικως εισιν πεπιστευμενοι αγγελοι, διακονουντες ημιν τους θειους λογους, ομοιως δε και οι προφηται διεκομισαν ημιν δια των ιδιων λογων τους τροπους της σωτηριας, επι τουτων ουν λεγει κριθησεσθαι μεθ᾽ ημων, ορη λεγων τους αγγελους, βουνους δε τους πατριαρχας και προφητας. 
ΕΡΩΤΗΣΙΣ 134
Τι σημαινει το του ψαλμου "ορφανον και χηραν αναληψεται και οδον αμαρτωλων αφανιει"; 
ΑΠΟΚΡΙΣΙΣ
Χηρα εστιν ψυχη τον φυσικον νομον θνηξασα, ορφανος δε εστιν ο υποκλοπος τροπος, ο χαριν φιλενδειξιας και λημματων αδροτερων επιτηδευομενος, πατερα μη εχων τον Θεον. Δια ουν της υποθετικης συμβουλης ο Κυριος τον μεν φυσικον νομον ζωοποιων, τον δε υποκλοπον τροπον διορθουμενος, ωστε δι᾽ αυτο το αγαθον και μη δια φθειρομενην δοξαν γενεσθαι, αναλαμβανει, εξαφανιζων τας οδους των αμαρτωλων, τουτεστιν την προτεραν αγωγην εν η περιεπατει. 
ΕΡΩΤΗΣΙΣ 135
Εκ του Ιωβ· «παρα το μη εχειν σκεπην, πετραν περιεβαλοντο». 
ΑΠΟΚΡΙΣΙΣ
Τα μη εχοντα σκεπην προτερον, τουτεστιν πιστιν, ησαν τα (≡14Α_198≡> εθνη· περιεβαλοντο δε πετραν, την εις τον Κυριον ημων Ιησουν Χριστον πιστιν. 
ΕΡΩΤΗΣΙΣ 136
Ει δυνατον φυσικην αποδειξιν ευρεθηναι περι της αγιας Τριαδος; 
ΑΠΟΚΡΙΣΙΣ
Παντα τα οντα εν τρισιν τροποις ειναι πεπιστευται, εν ουσια, εν διαφορα, εν ζωη· και εκ μεν του της ουσιας των οντων λογου το ειναι τινα ουσιαν πιστουμεθα, οπερ εστιν ο Πατηρ· εκ δε της διαφορας των οντων την σοφιαν, τουτεστιν τον Υιον—σοφιας γαρ το απονειμαι εκαστη φυσει την προσφορον ιδιοτητα, και ευκρινη και αφυρτα και προς εαυτην και προς τα λοιπα διατηρειν εκαστον των γεγονοτων—εκ δε της ζωης το Πνευμα το αγιον. Αλλ᾽ επι μεν του Θεου ταυτα ενυποστατα εισιν και λεγονται, επι δε των κτισματων συμβεβηκοτα. 
ΕΡΩΤΗΣΙΣ 137
Εκ του αγιου Γρηγοριου του Θεολογου εις το «παντες μεν εισεφερον το κηρυχθεν αυτοις, οι δε αυτεπαγγελτοι ησαν και τι σημαινουσιν τα προσαγομενα»; 
ΑΠΟΚΡΙΣΙΣ
Αυτεπαγγελτοι εισιν οι εκ των ενοντων αυτοις φυσικων σπερματων προς το αγαθον ερχομενοι, κηρυττομενοι δε οι εκ διδασκαλιας εις το αγαθον ερχομενοι. Και χρυσον μεν προσφερει ο ευσεβως τον περι θεολογιας λογον ποιουμενος, αργυρον (≡14Α_200≡> δε ο βιον καθαρον και διδασκαλιαν λαμπραν και διαφανη, λιθους δε τιμιους ο την πρακτικην δυναστειαν θειοις λογοις κοσμων, βυσσον δε κεκλωσμενην ο την εξιν της αρετης εν τοις ακουσιοις πειρασμοις ατινακτον διαφυλαττων και δι᾽ αυτων υδατος τροπον τους εγγινομενους τη ψυχη εκ της αμαρτιας λογισμους αποπλυνων και εξασπρυνων, κοκκινον δε νενησμενην ο τη περιουσια του λογου τα εφ᾽ ημιν ηδονη και παθη εξαφανιζων δια της νεκρωσεως των μελων του σωματος, πορφυραν δε ο την των οντων γνωσιν ακριβως και απταιστως εγκολπισαμενος· η γαρ πορφυρα κατα μιαν επιβολην εις την γνωσιν λαμβανεται· εκ πολλων γαρ και διαφορων συγκειται ειδων, καθαπερ και η γνωσις εκ πολλων και διαφορων θεωρηματων. Δερματα δε ηρυθροδανωμενα προσφερει ο τη αισθησει παντελως νεκρωθεις, τριχας δε ο την παντελη προς τα παροντα αναισθησιαν κτησαμενος. 
ΕΡΩΤΗΣΙΣ 138
Τι εστιν το του ψαλμου "δουλευσατε τω Κυριω εν φοβω και αγαλλιασθε αυτω εν τρομω" και πως εστιν εν ταυτω δυνατον και τρεμειν και αγαλλιασθαι και πως παλιν εν τω ιη' (18) λεγει "ο φοβος Κυριου αγνος, διαμενων εις αιωνα αιωνος", ο δε Ιωαννης φησιν "η αγαπη εξω βαλλει τον φοβον" και ει εξω βαλλεται πως διαμενει; 
ΑΠΟΚΡΙΣΙΣ
Διττος ο φοβος· ο μεν επι εγκλημασιν, ο δε κατ᾽ αξιαν του αγαπωμενου· η ουν αγαπη τον επι εγκλημασιν φοβον αποτιθεται, τον δε επι της αξιας του αγαπωμενου συντηρει. Αγαλλιασις (≡14Α_202≡> δε εστιν η επι κτησει τινων επιχαρτος διαθεσις, ευφροσυνη δε η επι των κτηθεντων απολαυσις. 
ΕΡΩΤΗΣΙΣ 139
Τι σημαινουσιν αι τω Φαραω καθ᾽ υπνον δειχθεισαι βοες και οι σταχυες; 
ΑΠΟΚΡΙΣΙΣ
Ενταυθα ο Φαραω επι της φυσεως λαμβανεται· οι δε βοες οι καλοι την πραξιν δηλουσιν, οι δε σταχυες την γνωσιν· εν γαρ τω εβδοματικω τουτω χρονω γνωσις και πραξις ενεργουνται. Αι δε ετεραι βοες και σταχυες αι αισχραι και ανεμοφθοροι δηλουσιν την αγνοιαν και την κακιαν, αιτινες ισχυσαν καταπιειν την τε πρακτικην των βοων ακμαιοτητα την τε γνωσιν την δια των καλων σταχυων δηλουμενην. Αλλ᾽ ο Κυριος ημων Ιησους ο Χριστος ο αληθινος Ιωσηφ ο μονος και προγνωστης και διορθωτης της τοιαυτης λιμου, λαμβανων πιστιν ωσπερ χρυσον και λαμπρον βιον ωσπερ αργυριον και ηθικην φιλοσοφιαν ωσπερ προβατα και το ευδρομον και προθυμον του κατα Θεον βιου ωσπερ ιππους, παρεχει τον σιτον, τουτεστιν την αληθη γνωσιν. 
ΕΡΩΤΗΣΙΣ 140
Τι εστιν ο εν τω Ευαγγελιω κριτης της αδικιας και τις η χηρα γυνη; 
ΑΠΟΚΡΙΣΙΣ
Κριτην αδικιας λεγει τον φυσικον νομον, εκ της παραβασεως πωρωθεντα και μητε Θεον μητε ανθρωπον εντρεπομενον, χηραν δε την χηρευουσαν αγαθων εργων ψυχην. Αυτη γαρ ει εις μεταμελον ελθοι, εκβιαζεται τον φυσικον νομον διοχλουσα δια της ασκησεως και εγκρατειας αποσχεσθαι των (≡14Α_204≡> παρα φυσιν. Και εαν, φησιν, ο νους δια της εσπουδασμενης και φιλοπονου προσεδρειας ισχυση ανυσαι και τα υπερ φυσιν, ποσω μαλλον, φησιν, ο Θεος εισακουσεται των δια προσευχης εκτενους και αναιδους προσεδρειας «βοωντων προς αυτον»; 
ΕΡΩΤΗΣΙΣ 141
Τις η κεφαλις η επιδοθεισα Ιεζεκιηλ τω προφητη εν η εγεγραπτο «θρηνος και μελος και ουαι», και πως εγλυκανθη εν τω στοματι αυτου; 
ΑΠΟΚΡΙΣΙΣ
Η κεφαλις εστιν ο θειος Λογος· εγγεγραπται δε εν αυτω θρηνος, τουτεστιν αι απειλαι των κολασεων, μελος αι των αγαθων επαγγελιαι, ουαι δε καθοτι οι μητε τω φοβω των κολασεων μητε τη προτροπη των επαγγελιων σωφρονιζομενοι και βελτιους γινομενοι το ουαι της αιωνιου κολασεως παντως εκδεξονται. Το δε γλυκανθηναι εν τω στοματι του προφητου την κεφαλιδα τουτο δηλοι, οτι ο αει μελετων τα προειρημενα και προσεχων τοις απειλουμενοις τε και επηγγελμενοις τη ελπιδι γλυκαινεται. 
ΕΡΩΤΗΣΙΣ 142
Τινος χαριν μετα δεκα ημερας της αναληψεως του Κυριου το Πνευμα κατηλθεν; 
ΑΠΟΚΡΙΣΙΣ
Φασι τινες των τα θεια πεπαιδευμενων, οτι επειδη εννεα ταξεις κατα τον Διονυσιον τον Αρεοπαγιτην αι αγγελικαι δυναμεις εισιν, ανιων κατα το ανθρωπινον ο Κυριος—κατα γαρ το θειον παντα πληροι—εκαστω ταγματι μιαν ημεραν απενειμεν (≡14Α_206≡> απο της εσχατης εως της τελευταιας· εδεοντο γαρ και αυται της του Κυριου προς αυτας επιδημιας· εν αυτω γαρ, κατα τον Αποστολον, ανεκεφαλαιωθη ου μονον τα επι γης, αλλα και τα εν ουρανω. Και μετα τουτο ενεφανισθη τω Θεω και Πατρι και ουτως το Πνευμα κατεισιν. Εστιν δε θεωρησαι το προκειμενον και κατ᾽ αλλον θεωριας τροπον· επειδη γαρ ο του Θεου Λογος εν ταις αυτου δεκα εντολαις εγκεκρυπται, σωματουται δε εν ημιν συγκαταβαινων ημιν δια της πραξεως, αυθις τε αναγει ημας δια της γνωσεως υψων ημας, μεχρις ου ελθωμεν εις την παντων υψηλοτεραν των εντολων, την λεγουσαν "Κυριος ο Θεος σου, Κυριος εις εστιν"· οτε γαρ εκ παντων αφεθεις, μαλλον δε παντα αφεις ο ημετερος νους εις αυτον τον Θεον καταληξει, τοτε τας πυρινας γλωσσας δεχεται, Θεος κατα χαριν γινομενος. 
ΕΡΩΤΗΣΙΣ 143
Τι δηποτε λεγοντος του Λουκα εν ταις Πραξεσιν περι του Παυλου οτι «εσπευδεν, ει δυνατον ην αυτω, ποιησαι την ημεραν της Πεντηκοστης εις Ιεροσολυμα», φαινεται γονυκλισιαν ποιησας, ο τοις κανοσιν απηγορευται; 
ΑΠΟΚΡΙΣΙΣ
Ου περι αυτης της Πεντηκοστης εν η το Πνευμα κατηλθεν λεγει, αλλ᾽ επειδη αι πεντηκοντα ημεραι ημερα λεγεται της Πεντηκοστης, εσπευδεν ο Παυλος την απο της πασχαλιας πρωτην ημεραν ποιησαι εις Ιεροσολυμα, ως δηλον εστιν οτι εν ταις νηστειαις εκλινεν γονυ. 
(≡14Α_208≡> ΕΡΩΤΗΣΙΣ 144
Τι δηποτε ο αποστολος Παυλος Ρωμαιον εαυτον αποκαλει και προς τον χιλιαρχον διαλεγομενος εφη οτι "εγω δε και γεγεννημαι"; 
ΑΠΟΚΡΙΣΙΣ
Οι κατα πασαν χωραν, ως δη τι μεγα το Ρωμαιοι καλεισθαι νομιζοντες, παρεχοντες δοσεις απεγραφοντο Ρωμαιοι και ετρεχεν εις το γενος το ονομα· επειδη ουν και οι γονεις του αποστολου οντες εν Ταρσω απεγραφησαν εις το καλεισθαι Ρωμαιοι, εικοτως ο αποστολος ως εξ αυτων γεννηθεις λεγει οτι "εγω δε και γεγεννημαι". 
ΕΡΩΤΗΣΙΣ 145
Εκ του Αμως του προφητου· «και συναθροισθησονται πολεις δυο η τρεις εις μιαν πολιν του πιειν υδωρ και ου μη εμπλησθωσιν». Τι δηλουσιν αι πολεις; 
ΑΠΟΚΡΙΣΙΣ
Πολεις ενταυθα τας ψυχας υποληπτεον δια το ωσπερ οικιαις συγκεισθαι και δεκτικας ειναι των αρετων· δυο δε πολεις τας δια πραξεως και θεωριας πεπολισμενας ψυχας· τρεις δε τας δια της ανενδυαστου πιστεως την θεολογιαν κατορθουσας. Επει ουν ο προφητης εν ειδει καταρας τουτο εθηκεν, σημαινει οτι ηνικα γενηται λιμος, ουκ αρτου και υδατος αλλα «λιμος του ακουσαι λογον Κυριου», καν εις το μετρον φθασωσιν των ειρημενων αρετων αι τοιαυται ψυχαι, αμελησωσιν δε, δοκουσιν μεν ζητειν γνωσιν, επειδη δε την πραξιν ου μετερχονται, αποτυγχανουσιν· καν ει συναγεσθαι δοκουσιν εις μιαν πολιν, τουτεστιν εις τον διδασκαλον, ουκ εμπιπλωνται γνωσεως· ουδε γαρ αυτω (≡14Α_210≡> διδοται της διδασκαλιας η χαρις, του δυνασθαι ποτισαι τους ενδεεις την θειαν γνωσιν. 
ΕΡΩΤΗΣΙΣ 146
Εκ του αυτου· «πολις εξ ης εξεπορευοντο χιλιοι, υπολειφθησονται εκατον, και εξ ης εξεπορευοντο εκατον, υπολειφθησονται δεκα». 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο πας αριθμος εις τεσσαρας δεκαδας εμπεριεχεται—οιον, η πρωτη απο της μοναδος δεκας, ειτα παλιν αυτη της εκατονταδος εστιν μονας, ειτα εκατοντας μονας εστιν της χιλιαδος, παλιν η χιλιας μονας εστιν της μυριαδος—επει ουν και ο της αρετης αριθμος κατα προσβασιν πληθυνεται και την προσθηκην λαμβανει, τουτο οιμαι δηλουσθαι δια των αριθμων, οτι τας δεκα εντολας ουτως κατορθωσας ωστε εκαστην εντολην εμπεριεχεσθαι ταις λοιπαις, ουτος δεκαπλασιασας ταυτας ηλθεν εις την εκατονταδα και κατα την Σαρραν το «ρ» προσθηκην εδεξατο. Οστις δε και την επι τουτοις γνωσιν κατωρθωσεν δεκαπλασιασας τα εκατον ηλθεν εις την χιλιαδα. Επειδη δε και τουτο τω προφητη εν ειδει καταρας ειρηται, τουτο δηλοι οτι δια της αμελειας ο εις το μετρον της κατα την αρετην χιλιαδος ελθων υφιεται και εις την εκατονταδα ερχεται· ωσαυτως και ο απο της κατα την πραξιν εκατονταδος εις μονην την κατα το ηθος των εντολων παρατηρησιν ερχεται η και Ιουδαϊκως ταυτας επιτελει. 
ΕΡΩΤΗΣΙΣ 147
Εκ του αυτου· «ουαι οι επιθυμουντες την ημεραν Κυριου, και αυτη εστιν σκοτος και ου φως, ον τροπον οτ᾽ αν φυγη ανθρωπος εκ προσωπου του λεοντος και εμπεση αυτω αρκος και εισπηδηση εις τον οικον αυτου (≡14Α_212≡> και απερεισηται τας χειρας αυτου εις τον τοιχον και δακη αυτον οφις». 
ΑΠΟΚΡΙΣΙΣ
Ημερα Κυριου εστιν ο φωτισμος και η γνωσις του Κυριου· οστις ουν επιθυμει επιλαβεσθαι γνωσεως Θεου ανευ πραξεως, ουτος εικοτως ταλανιζεται· υπο γαρ των παθων διοχλουμενος, θυμου τε και επιθυμιας, φευγειν το δακειν ζητων εκ του λεοντος, τουτεστιν του θυμου, εμπιπτει εις την αρκον της επιθυμιας· ειτα εκ τουτων στενοχωρουμενος εμπηδα εις τον οικον και τας χειρας εις τον τοιχον απερειδεται και δακνει αυτον οφις· οικος εστιν η ψυχη, τειχος δε το σωμα· επειδαν ουν τας πρακτικας της ψυχης δυναμεις τη απολαυσει του σωματος απερεισηται, εξερχεται η ηδονη—αυτη γαρ ο οφις—και δακνει αυτον· δι᾽ εκαστης γαρ του σωματος αισθησεως ωσπερ δι᾽ οπης ερπουσα η ηδονη δακνει την αθλιαν ψυχην. Τω ουν ουτως ασθενουντι τους της ψυχης οφθαλμους ο της γνωσεως ηλιος σκοτος εστιν και τυφλωσις. 
ΕΡΩΤΗΣΙΣ 148
Εκ του Ψαλτηριου· «τα λογια Κυριου λογια αγνα, αργυριον πεπυρωμενον, δοκιμιον τη γη, κεκαθαρισμενον επταπλασιως». 
ΑΠΟΚΡΙΣΙΣ
Ως αγνιζοντα ημας απο πασης κηλιδος αμαρτιων ειρηνται αγνα· αργυριον δε πεπυρωμενον δια το διαφανες αυτων και φωτιστικον ως εν αργυρω· και δια το θειον αυτων και δοκιμαστικον των ημετερων καρδιων· γη γαρ η καρδια εν τω Ευαγγελιω ειρηται· κεκαθαρμενον δε επταπλασιως οτ᾽ αν εκαστην εντολην επταπλασιως καθαιρομεν. Καλον δε επι μιας (≡14Α_214≡> εντολης σαφηνισθηναι το λεγομενον· διαγορευει ο νομος το ου φονευσης· οστις ουν ταυτην την εντολην θελει επταπλασιως καθαραι, ου μονον του δια χειρος φονου απεχεται, αλλα καν ιδη πεινωντα τρεφει, καν ιδη διψωντα ποτιζει, καν ιδη γυμνον περιβαλλει, καν ιδη ξενον συναγει, καν ιδη νοσουντα ου παρορα, καν εν φυλακη ιδη τρεχει προς αυτον· και απλως ο ενος τουτων αμελησας κατα τουτον φονον ειργασατο· εασεν γαρ οσον το επ᾽ αυτω αποθανειν, δυναμενος ανακτησασθαι τον δεομενον αυτου. Συναπτων ουν τις τας απηριθμημενας εξ του Κυριου εντολας της νομικης ου φονευσης εντολης, καθαιρει το λογιον Κυριου επταπλασιως· τουτο δε και επι εκαστης εντολης δυνατον εφαρμοζειν. 
ΕΡΩΤΗΣΙΣ 149
Εκ των Παροιμιων· «σπανιον εισαγαγε σον ποδα προς τον σεαυτου φιλον, μηποτε πλησθεις σου μισηση σε». 
ΑΠΟΚΡΙΣΙΣ
Φιλον ενταυθα το σωμα ημων λεγει δια την προς αυτο φυσικην ενωσιν τε και στοργην. Παραινει ουν ο λογος την περι το σωμα προνοιαν μη πεφροντισμενην ποιεισθαι, αλλα μονω τω της ψυχης ιχνει την αυτου προνοιαν ποιεισθαι, και τουτο δε σπανιως, μηποτε την αναπαυσιν αυτου περι πολλου ποιουμενου σου, τα των εχθρων και μισουντων εν σοι ενδειξηται. 
ΕΡΩΤΗΣΙΣ 150
Τι σημαινει το απο του πατριαρχου Ιακωβ λεγομενον το «εγω απετιννυον κλεμματα ημερας και κλεμματα νυκτος»; 
(≡14Α_216≡> ΑΠΟΚΡΙΣΙΣ
«Κλεμματα ημερας» νοησον τα δια των εξωθεν αισθησεων συμβαινοντα ημιν απο του πονηρου ηττηματα, υπερ ων ο πατριαρχης απετιννυεν τους της ασκησεως πονους. Κλεμματα δε νυκτος εισιν απερ δια των ενδον λογισμων συλα ημας ο εχθρος, υπερ ων χρη ημας κατα τον πατριαρχην αποτιννυειν πονους και αγρυπνιας και τα λοιπα της ασκησεως ειδη. 
ΕΡΩΤΗΣΙΣ 151
Τι σημαινει η κατα τον νομον περι της αγνοιας του φονου νευροκοπουμενη εν τη φαραγγι δαμαλις; 
ΑΠΟΚΡΙΣΙΣ
Σημαινει δια τουτων το πνευματικον βουλημα της Γραφης οτι ου μονον περι των προδηλων αμαρτηματων χρη δεδοικεναι ως μελλοντας υπερ αυτων διδοναι δικην, αλλα και υπερ των αγνωστως ημιν πραττομενων δεδοικοτας, αει την δαμαλιν, τουτεστιν την σαρκα ημων, νευροκοπειν εν τη φαραγγι της εγκρατειας και της ασκησεως. Δια τουτο δε την δαμαλιν ζωσαν κατελιμπανον, ινα και ημεις μαθωμεν μη το σωμα αποκτεννειν, αλλα τας επανισταμενας ηδονας νευροκοπειν και δαμαζειν. 
ΕΡΩΤΗΣΙΣ 152
Τι σημαινουσιν Ναδαβ και Αβιουδ οι «προσενεγκαντες πυρ αλλοτριον» και δια τουτο κατακαεντες; 
ΑΠΟΚΡΙΣΙΣ
Οι αει τω Θεω ιερατευοντες, και προσαγοντες εαυτους τω Θεω θυσιαν ζωσαν, και την ζεσιν του αγιου Πνευματος εχοντες (≡14Α_218≡> εν εαυτοις κατα τον Κλεοπαν, το ιδιον πυρ τω Θεω προσαγουσιν· οτ᾽ αν δε ραθυμησαντες εξω ταυτης της καταστασεως γενωνται και την εξαψιν των παθων εν εαυτοις συναγαγωσιν, τοτε το αλλοτριον πυρ επεισηγαγον και κατακαιονται την συνειδησιν τω πυρι των ελεγχων. 
ΕΡΩΤΗΣΙΣ 153
Τινος χαριν η σεμιδαλις ταις νομικαις θυσιαις αει συμπαραλαμβανεται και ποτε μεν ελαιω πεφυραμενη, ποτε δε εις κλιβανον, ποτε δε εις τηγανον; 
ΑΠΟΚΡΙΣΙΣ
Την σεμιδαλιν επι του λογου ληπτεον ως λογικων ουσαν τροφην· και οτε μεν ελαιω πεφυραμενη, τον λογον δηλοι μετα του φωτισμου της γνωσεως· οτ᾽ αν δε εις τηγανον, δηλοι τον λογον δεδοκιμασμενον και συνεστωτα εκ των ενδοθεν προσπιπτοντων ημιν ηδονικων πειρασμων· οτ᾽ αν δε εις κλιβανον, δηλοι τον λογον στερρον οντα δια της εν υπομονη δοκιμασιας των εξωθεν ημιν προσπιπτοντων πειρασμων. 
ΕΡΩΤΗΣΙΣ 154
Διατι εν τω εβδομω μηνι εις την πεντεκαιδεκατην ημεραν επτα ημερας εορταζοντων των κατα τον νομον, προσηγον εις την πρωτην ημεραν ιδ' (14) μοσχους και εκαστης ημερας υφαιρουσαν τον ενα μοσχον εως ου ηλθον εις τους επτα; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη κατα τον λογον του Κυριου στραφηναι δει και γενεσθαι ως τα παιδια, το δε παιδιον εστερηται παντη της εμπαθους κινησεως, ηνικα δε γενηται δεκατεσσαρων ετων ευθεως η εμπαθης κινησις αρχεται εν αυτω διεγειρεσθαι, τουτο ουν, ως (≡14Α_220≡> οιμαι, το μυστικον του νομου παραδηλοι, οτι χρη και της φυσικης κινησεως την μειωσιν τω Θεω ιερουργειν, μεχρις αν εις την τελειαν ελθωμεν απαθειαν. 
ΕΡΩΤΗΣΙΣ 155
Τι σημαινουσιν οι σν' (250) ανδρες οιτινες επεσυνεστησαντο Μωυση και προσφεροντες το θυμιαμα, εξηλθεν πυρ παρα Κυριου και κατεφαγεν αυτους και προσεταξεν Κυριος τω Ελεαζαρ ανελεσθαι τα πυρεια αυτων και ποιησαι αυτα λεπιδας ελατας και προσαρτησαι τω θυσιαστηριω; 
ΑΠΟΚΡΙΣΙΣ
Ο πεντηκοντα αριθμος επι των θειων αει λαμβανεται ως υπερβατικος των υπο χρονον· ο δε των διακοσιων αριθμος επι των αισθητων και αισθησεων δια την του τεσσαρα προς τον πεντε αριθμον συνθεσιν. Οσοι ουν τα αισθητα αισθητως λαμβανουσιν και τας θειας αρετας δια τα αισθητα μετερχονται, ουτοι επισυνιστανται τω θειω νομω και τω πυρι των ελεγχων την συνειδησιν αυτων κατακαιονται. 
Και τοτε ο ιερατικος της διδασκαλιας λογος τα πυρεια αυτων λαμβανει, τουτεστιν τον νουν εν ω τον ου κατ᾽ επιγνωσιν ζηλον τω Θεω ενομιζον προσαγειν, και δια της διδασκαλιας το επικειμενον αυτω παχος ελαυνει και λεπτυνει και τω θυσιαστηριω, τουτεστιν τη θεια γνωσει, προσαγει. 
ΕΡΩΤΗΣΙΣ 156
Τινος χαριν «αλλαγμα κυνος και μισθωμα πορνης» απαγορευει ο νομος; 
(≡14Α_222≡> ΑΠΟΚΡΙΣΙΣ
Σημαινει δια τουτων οτι δει τω Θεω τας αρετας προσαγειν θυμου και επιθυμιας ανεπιμικτους, θυμον λεγων τον κυνα, πορνην δε την επιθυμιαν. 
ΕΡΩΤΗΣΙΣ 157
Επειδη προδηλως ο κα' (21) ψαλμος εις τον Κυριον αναφερεται, πως νοησωμεν το «εγω δε ειμι σκωληξ και ουκ ανθρωπος»; 
ΑΠΟΚΡΙΣΙΣ
Ο Κυριος ημων Ιησους ο Χριστος δια την αφατον αυτου περι ημας φιλανθρωπιαν εγενετο και εκληθη σκωληξ· ως γαρ ο σκωληξ ανευ συνουσιας τικτεται, ουτως και ο Κυριος εκτος σπορας συνεληφθη. Αλλα και ως σκωληξ δελεαρ γεγονεν τω διαβολω· περιχανων γαρ ως σκωληκι τη σαρκι, τη θεοτητι περιεπαρη. Αλλα και τοις εχθροις εστιν σκωληξ· τη γαρ σοφια ο σοφος ευθυς ευρισκεται, τω δε αφρονι σκολιος. Αλλα και εν ημιν γινεται σκωληξ ηνικα αμαρτανομεν, την συνειδησιν ημων διελεγχων και κατατρωγων. 
ΕΡΩΤΗΣΙΣ 158
Τι εστιν το εν τη Γενεσει γεγραμμενον το «και εταξεν τα χερουβιμ και την φλογινην ρομφαιαν την στρεφομενην, φυλασσειν την οδον του ξυλου της ζωης»; 
ΑΠΟΚΡΙΣΙΣ
Ωσπερ το ξυλον το αισθητον τροφη γινεται της σαρκος, ουτως και το ξυλον της ζωης, οπερ εστιν ο Κυριος, τροφη και ζωη γινεται των ημετερων ψυχων. Οδος δε η απαγουσα προς (≡14Α_224≡> αυτον εστιν αι αρεται· φυλαττεται δε αυτη υπο των χερουβιμ και της φλογινης ρομφαιας· χερουβιμ δε ερμηνευεται ‘πληθος γνωσεως·’ δια δε της γνωσεως ο ποθος ημιν ο προς τον Θεον εγγινεται, δια δε της φλογινης ρομφαιας, τουτεστιν της διακρισεως της των μοχθηρων αναλωτικης, ο φοβος ημιν προσγινεται· αρα ουν φοβος και ποθος εστιν ο φυλασσων την οδον του ξυλου της ζωης. Στρεφεσθαι δε λεγεται η ρομφαια· οτ᾽ αν γαρ αμαρτανομεν δια της συνειδησεως ημων διελεγχουσα κατα προσωπον υπαντα, οτε δε μετανοωμεν διδωσι παροδον. 
ΕΡΩΤΗΣΙΣ 159
Εκ του Αποστολου· «Οστις εποικοδομει επι τον θεμελιον τουτον χρυσον η αργυρον, λιθους τιμιους, ξυλα, χορτον, καλαμην, το πυρ αυτα δοκιμασει. Ει τινος ουν το εργον μενει ο εποικοδομησεν, μισθον ληψεται· ει τινος δε το εργον κατακαησεται, ζημιωθησεται, αυτος δε σωθησεται, ουτως δε ως δια πυρος». 
ΑΠΟΚΡΙΣΙΣ
Θεμελιος εστιν η του Χριστου πιστις. Εποικοδομει δε τις εν αυτη ως χρυσον μεν την θεολογικην μυσταγωγιαν, ως αργυρον δε τον διαφανη βιον, λιθους δε τιμιους τους ευσεβεις λογισμους, ξυλα δε την περι τα αισθητα προσπαθειαν, χορτον δε ο την αλογιαν τρεφομενος, καλαμην δε ο την φθοραν εργαζομενος. Και επι μεν των εχοντων τας αγαθας πραξεις η της γνωσεως ημερα δηλοι οτι εν πυρι, τουτεστιν εν τω Πνευματι, γεγονεν η τουτων αποκαλυψις. Εν δε τοις αμαρτανουσιν τα εργα κατακαιονται, της διαγνωσεως δικαιουσης την συνειδησιν και μειουσης τας αμαρτιας δια της μετανοιας και σωζουσης τον ανθρωπον, ζημιουσης δε του προλαβοντος χρονου την αργιαν των αρετων. Αλλα και εν τω μελλοντι αιωνι τα εργα της αμαρτιας (≡14Α_226≡> εις ανυπαρξιαν χωρουσιν, της φυσεως τας ιδιας δυναμεις σωας απολαμβανουσης δια του πυρος της κρισεως. 
ΕΡΩΤΗΣΙΣ 160
Τι εστιν οπερ ο Δαβιδ ψαλλει λεγων "δος το κρατος σου τω παιδι σου, και σωσον τον υιον της παιδισκης σου"; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη κατα φυσιν δουλοι εσμεν του Θεου, της δε παιδισκης αυτου της σοφιας υιοι, δοθηναι ημιν ευχεται πρωτον το κρατος, τουτεστιν την κατα των παθων δυναστειαν, και τοτε δια τουτο η σωτηρια ημιν περιγινεται. 
ΕΡΩΤΗΣΙΣ 161
Επειδη εν ταις Βασιλειαις γεγραπται οτι ο Θεος «επεσεισεν τον Δαβιδ» αριθμησαι τον λαον, εν δε ταις Παραλειπομεναις τον διαβολον λεγει, πως ουν δειχθησεται η θεια Γραφη εαυτη συμφωνουσα; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο Αποστολος Θεον του αιωνος τουτου λεγει τον διαβολον, κατα τουτο εκλημπτεον το των Βασιλειων. ῍Η και αλλως· επειδη χωρις της του Θεου προνοιας ουδεν γινεται, αλλ᾽ ειτε κατα ευδοκιαν, ειτε κατ᾽ οικονομιαν, ειτε κατα συγχωρησιν τα παντα γινονται, το εν ταις Βασιλειαις γεγραμμενον οτι ο Θεος επεσεισεν αντι του "παρεχωρησεν" νοειν εστιν ευσεβες, εν δε ταις Παραλειπομεναις τον διαβολον τον ενεργησαντα και αιτιον γενομενον. Εβδομηκοντα δε χιλιαδες πιπτουσιν η οι (≡14Α_228≡> ευρεθεντες μετα Αβεσαλωμ η οι το παθος εχοντες της οιησεως και υπερηφανιας. Κατα δε την θεωριαν, τουτο σημαινει οτι πας Δαυιδ, ο μη κατα διαθεσιν αλλα συναρπαγην επαρσεως απογεννησας λογισμον, μεταγνους αιτειται τον Θεον, και θνησκουσιν οι περι τα χρονικα και προσκαιρα λογισμοι· ο γαρ εβδομηκοστος αριθμος την χρονικην κινησιν σημαινει δια τον εβδοματικον κυκλον. Δια τουτο γαρ παραιτησασθαι αμεινον του απο των εχθρων δαιμονων διωκεσθαι και λιμον του ακουσαι λογον Κυριου. 
ΕΡΩΤΗΣΙΣ 162
Τι σημαινει ο παραλυτικος ο δια της στεγης υπο τεσσαρων χαλωμενος και ει δυνατον κατα την ιστοριαν αποστεγασθηναι τον οικον; 
ΑΠΟΚΡΙΣΙΣ
Κατα μεν την ιστοριαν παντως απεστεγασθη ο οικος, επειδη οι των τοπων εκεινων αυτοπται γενομενοι φασιν τας στεγας των οικων απο λιθου κισηρητου ειναι ελαφροτατου, ωστε τον αποστεγασαι βουλομενον ευκολως και συντομως δυνασθαι τουτο ποιειν. Κατα δε τον της αναγωγης τροπον, παραλυτικος εστιν πας νους εν αμαρτιαις νοσων και μη δυναμενος δια της φυσικης θεωριας—αυτη γαρ η θυρα—ιδειν τον λογον· δια της πιστεως αποστεγασας το καλυμμα της παχυτητος του νομικου γραμματος, δια των τεσσαρων αρετων χαλαται εκ του ματαιου υψους προς τον εαυτον κενωσαντα λογον και τη πιστει και τη πραξει λαμβανει την ιασιν. 
ΕΡΩΤΗΣΙΣ 163
Τι σημαινει η Βαβυλωνια καμινος; 
(≡14Α_230≡> ΑΠΟΚΡΙΣΙΣ
Διττως τους πειρασμους προσγινεσθαι ημιν συμβαινει· εκουσιως δια των εν ημιν ηδονικων παθων και ακουσιως δια των εξωθεν επιφορων. Και οτε μεν εκουσιως, παρακελευομενου του Ναβουχοδονοσορ, τουτεστιν του διαβολου, εξαπτομεν εαυτοις την καμινον των παθων, υποκαιοντες θυμον μεν ως κληματιδα, επιθυμιαν δε ως πισσαν, ηδονην δε ως την ναφθαν, την του λογου δε παρατροπην ως στυππιον—το γαρ λινον επι του λογου λαμβανεται, οθεν και οι ιερεις ιερατευοντες λινα εφορουν—οτ᾽ αν ουν ο λογος παρατραπη, γινεται στυππιον και δι᾽ αυτου ευχερως τα λοιπα παθη εξαπτονται. Εαν δε τις κατα τους μακαριους παιδας επικαλεσεται τον Θεον δια της ταπεινωσεως και της εκτενους προσευχης, εκλυεται των δεσμων χειρων και ποδων, τουτεστιν την πρακτικην και την κατα Θεον πορειαν, και δροσιζεται τη επιφοιτησει του αγιου Πνευματος. Οτ᾽ αν δε ακουσιως πειραζομεθα και αναπτει ημιν ο νοητος Ναβουχοδονοσορ την καμινον δια των εξωθεν επιφορων, νοσων και λοιπων αβουλητων περιστασεων, και ουτως δυναμεθα δια της υπομονης και ευχαριστιας δροσιζεσθαι τη ελπιδι των αποκειμενων αγαθων. 
ΕΡΩΤΗΣΙΣ 164
Τινος χαριν καταγελωμενου Ελισσαιου του προφητου εκ των παιδων ηυξατο και εξηλθον αρκοι και ανερρηξαν μβ' (42) παιδας; 
ΑΠΟΚΡΙΣΙΣ
Φασι τινες μη ειναι Ισραηλιτας τους παιδας αλλ᾽ εκ των αλλοφυλων, και ουχι παιδας τη ηλικια αλλα τη φρονησει. Επει ουν ηκουον τον προφητην πολλα σημεια ποιουντα και ουκ επιστευον αλλα κατεγελων αυτω, παρησαν δε τινες μη κοινωνουντες της ματαιας αυτων γνωμης, ινα μη ουν ουτοι βλαπτωνται (≡14Α_232≡> και το βλασφημον εις Θεον ανατρεχη, επεξηλθεν αυτοις ο Θεος. Κατα δε την θεωριαν πας νους κατα τον Ελισσαιον φαλακρος, τουτεστιν καθαρος υλικων νοηματων, εν τη αναβασει της γνωσεως πολλα υπο των λογισμων των περι τα αισθητα και την υλην και το ειδος καταγελαται, του τεσσαρακοντα δηλουντος τα αισθητα· υλη δε και το ειδος προστιθεμενα αποτελει τον τεσσαρακονταδυο αριθμον. Σκωπτεται ουν εκ των τοιουτων λογισμων ο νους προς το εις οκνον αυτον εμβληθηναι προς την αρετην. Τουτους ουν δι᾽ ευχης αναιρει δια των δυο αρκων, τουτεστιν δια ηδονης και επιθυμιας· κατ᾽ αντιστροφην γαρ επι το κρειττον μεταχειριζομενα τα τοιαυτα παθη, αποκτενουσιν τους λογισμους τους εμπαικτας. 
ΕΡΩΤΗΣΙΣ 165
Τι σημαινει η του Ευαγγελιου παραβολη η περιεχουσα την συμβολην των βασιλεων των κ' (20) και των δεκα χιλιαδων; 
ΑΠΟΚΡΙΣΙΣ
Ο μετα των δεκα χιλιαδων παρατασσομενος βασιλευς σημαινει τον εν ημιν βασιλεα νουν μετα των δεκα εντολων πολεμουντα τω ετερω βασιλει τω εχοντι τας εικοσι χιλιαδας, τουτεστιν τω κοσμοκρατορι τω μετα των αισθητων και των αισθησεων αντιπαρατασσομενω· αι γαρ πεντε αισθησεις προσκλινομεναι τοις αισθητοις εκ τεσσαρων ουσιν στοιχειοις, ποιουσιν τον εικοσι· δια τουτων γαρ ημιν ο εχθρος παρατασσεται. Το δε καθισαι και βουλευσασθαι σημαινει, ει δυνατον εστιν πασαν κακοπαθειαν και πονον υπερ αρετης αναδεξασθαι· ει δε μη γε, τα προς ειρηνην πρεσβευσαι φησιν, τουτεστιν τοις επιταχθεισιν ημιν μετα την παραβασιν φυσικοις υποτασσομενους, την κατα το Ευαγγελιον αδυνατως εχοντας μετελθειν πολιτειαν. 
(≡14Α_234≡> ΕΡΩΤΗΣΙΣ 166
Τι σημαινει ο εν τω Ευαγγελιω κωφος δαιμων; 
ΑΠΟΚΡΙΣΙΣ
Ψυχη ανηκοος ταις εντολαις του Κυριου οχλειται υπο του κωφου δαιμονος· οτ᾽ αν δε ο Λογος του Θεου γενηται εν αυτη δια της εργασιας των εντολων, τοτε ου μονον ακουει, αλλα και λαλει δια της γνωσεως του Θεου. 
ΕΡΩΤΗΣΙΣ 167
Τι σημαινει ο εν τω Ευαγγελιω κατα την παραβολην του Κυριου πυργος ον ο μη δυνηθεις απαρτισαι εμπαιζεται υπο των παραπορευομενων; 
ΑΠΟΚΡΙΣΙΣ
Ο πυργος σημαινει την των αρετων τελειωσιν μετα γνωσεως οικοδομηθεισαν. Οστις ουν μετα την κατα πραξιν απαθειαν εχει επιτηδειοτητα προς επικτησιν φυσικων και θεωρητικων και θεολογικων λογων, δι᾽ ων απαρτιζεται η τελεια γνωσις, ουτος απαρτιζει την οικοδομην του πυργου· ο δε εν τι τουτων ελλειπων, ως μη δυνηθεις εις περας αγαγειν την οικοδομην, εμπαιζεται παρα των παραπορευομενων 
ΕΡΩΤΗΣΙΣ 168
*** ευαγγελιστων δειχθησεται 
ΑΠΟΚΡΙΣΙΣ
Τα καθολου φασι σημαντικα ειναι των επι μερους και τα επι μερους των καθολου· ο ουν ειπων "ηλθον το απολωλος ζητησαι", την καθολου φυσιν εσημανεν Ισραηλ ουσαν κατα τον της Γενεσεως λογον και ‘τον Θεον’ αει ‘ορωσαν·’ ο δε ειπων (≡14Α_236≡> εις τα προβατα οικου Ισραηλ και μονον απεσταλθαι, και αυτος δια του επι μερους το καθολου εσημανεν. Επειδη γαρ εν τω Αβρααμ το διαρρυεν εν τω προπατορι δια της παρακοης της φυσεως αγαθον δι᾽ επιγνωσεως ανεσωθη, επαγγελιαν ο Θεος αυτω διδωσιν πατερα αυτον εσεσθαι πολλων εθνων, των δι᾽ επιγνωσεως εις την ομοιαν αυτου πιστιν καταντωντων και υιοθετουμενων αυτω· δηλον γαρ οτι ειπερ υιοθετουνται, και του οικου Ισραηλ εισιν και συγκληρονομοι και συσσωμοι. 
Η δε αιτησις των ψιχιων της Χαναναιας την αρμοδιον των εισαγομενων εις τον κατ᾽ αρετην βιον εξ απιστιας δηλοι διδασκαλιαν· ο γαρ απλους και τελειοτατος της γνωσεως λογος εις πολλα μεριζεται κατα την των υποδεχομενων εξιν· αρα ουν τοις εισαγομενοις αρμοδιος εστιν η κατηχησις, ητις ψιχιων παρεικαζεται. Ο δε κυων, επειδη ζωον εστιν υλακτικον, εκδιωκων μεν τους αλλοτριους, προσσαινων δε τοις οικειοις, λαμβανεται επι της πρακτικης εξεως, ητις εκδιωκει μεν τας παρα φυσιν κακιας, προσσαινει δε ταις φυσικαις αρεταις, τονωτικως ταυτας φυλαττουσα. 
ΕΡΩΤΗΣΙΣ 169
Τι σημαινει η κατα τον Ιωαβ ιστορια ηνικα τον Σαβεε τον υιον του Βοχορι επεδιωκεν «επαιροντα χειρα αυτου επι Δαβιδ» και τις η γυνη η ριψασα απο του τειχους την κεφαλην αυτου; 
ΑΠΟΚΡΙΣΙΣ
Ο Ιωαβ δασυνομενος ερμηνευεται ‘εξωθεν η επιδιωκων,’ ψιλουμενος δε ‘διδους η παροχος·’ ενταυθα δε επι της ανδρειας τον Ιωαβ εκληπτεον, τον δε Σαβεε επι της υπερηφανιας ητις ως κεφαλη οικισκων τροπον και τα λοιπα παθη εμπεριεχει. (≡14Α_238≡> Οτ᾽ αν ουν αισθηται ο εναρετος νους της επαναστασεως της υπερηφανιας, αποστελλει τον Ιωαβ, τουτεστιν την ανδρειαν, εκδιωκουσαν και παροτρυνουσαν τας της ψυχης δυναμεις προς αναιρεσιν αυτης. Φευγουσα ουν αυτη εγκρυπτεται ως εις τινα πολιν, μια των αρετων· εκπορθει ταυτην η ανδρεια, ζητουσα την της υπερηφανιας αναιρεσιν ποιησασθαι· η δε σοφη γυνη, ητις εστιν η σοφια, τη εφευρεσει των συστατικων της αρετης αιτιων αναιρεσιν ποιειται των ποιητικων των παθων αιτιων, δι᾽ ων πασα συστασις γινεται εν τη ψυχη κακιας. 
ΕΡΩΤΗΣΙΣ 170
Τι σημαινει η κατα τον Αμεσσαει ιστορια ηνικα ο Ιωαβ απεκτεινεν αυτον; 
ΑΠΟΚΡΙΣΙΣ
Ο Αμεσσαει ‘ηλειμμενος η αλειφων’ ερμηνευεται· λαμβανεται ουν επι της απαθειας, ως πασαν λαβην των εναντιων διαφευγων ευχερως δια την τελειοτητα, ο δε Ιωαβ επι της ανδρειας. Οτ᾽ αν ουν η ψυχη δια της ανδρειας μετα την εν εξει τελειαν απαθειαν καταλειψασα την ευχην, παθει τινι ματην προσασχολειται, αποκτεννει, τουτεστιν απρακτον ποιει τον τελεωτερον της θεωριας τροπον, τοις ηττημενοις εχθροις προσασχολουμενη. 
ΕΡΩΤΗΣΙΣ 171
Τι σημαινει η κατα τον αυτον Ιωαβ ιστορια οτε απεκτεινεν τον Αβεννηρ και τις η επενεχθεισα αυτω καταρα; 
ΑΠΟΚΡΙΣΙΣ
Ενταυθα ο Ιωαβ επι του μνησικακου λαμβανεται λογισμου, καθ᾽ ου και την καταραν δεχεται, το επι σκυταλης επερειδεσθαι (≡14Α_240≡> και εν ρομφαια πιπτειν, δηλουντος, οιμαι, του λογου δια μεν της σκυταλης την περι τα αισθητα του μνησικακου ελπιδα—πας γαρ μνησικακος λογισμος, αει εν τοις υλικοις ειλουμενος, εν αυτοις και την επερειδησιν εχει—δια δε του «πιπτειν εν ρομφαια» την δια του τομωτατου λογου της τοιαυτης σχεσεως αναιρεσιν. 
ΕΡΩΤΗΣΙΣ 172
Τινος επεχει προσωπον ο Χουσι ηνικα επεμψεν αυτον ο Δαβιδ «διασκεδασαι την βουλην του Αχιτοφελ»; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο Χουσι υιος ην του Ιεμινι, ως μεν εις το ιδιον προσωπον ερμηνευεται ‘νηθων,’ ως δε προς την του πατρος σχεσιν λεγεται ‘υιος δεξιος·’ λαμβανεται δε επι της διακρισεως· αυτη γαρ τη διαγνωστικη δυναμει λεπτυνει και διασκεδαζει των αντικειμενων τας βουλας. 
ΕΡΩΤΗΣΙΣ 173
Τι σημαινει το ειρημενον τω Αποστολω "το πληρωμα του τα παντα εν πασιν πληρουμενου"; 
ΑΠΟΚΡΙΣΙΣ
Ο Θεος κατα μεν την ουσιαν αποφατικως παντων υφεξηρηται των οντων· ουτε γαρ λεγεται, ουτε νοειται, ουδε μετεχεται ουδαμως απο τινος· κατα δε την προνοητικην προοδον υπο πολλων μετεχομενος, υπ᾽ αυτων και πληρουται. Εκαστον γαρ των γεγονοτων κατα τον εαυτου λογον, τον εν τω Θεω οντα, μελος Θεου λεγεται ειναι και τοπον εν τω Θεω εχειν· αμελει τοι και ει κατ᾽ αυτον κινηθειη σοφως τε και λελογισμενως, εν τω Θεω γενησεται, τον εαυτου τοπον πληρων και την ευπρεπειαν εν τω σωματι του Χριστου ως μελος ευχρηστον εργαζομενος. (≡14Α_242≡> Οστις δε αφεις τον ιδιον λογον παραλογως προς τα ανυπαρκτα φερεται, δικην δικαιως αιωνιαν υφεξει της γενομενης οσον επ᾽ αυτω μομφης εν τω σωματι του Χριστου. 
ΕΡΩΤΗΣΙΣ 174
Τι σημαινει ο Αδωνιβεζεκ υπο του Ναυη Ιησου «κρεμνωμενος επι διδυμου ξυλου»; 
ΑΠΟΚΡΙΣΙΣ
Το διδυμον ξυλον τυπον φερει της κατα ψυχην και σωμα προς τα αισθητα ενεργειας και σχεσεως. Οστις ουν κατα τον Ιησουν δια των εντολων τεμνων την οδον της αρετης, ανενεργητον την κακιαν επι τε ψυχης και σωματος προς τε την αισθησιν και προς τα παρα φυσιν ποιησει, ουτος τον αρχοντα του κοσμου τουτου επι διδυμου ξυλου εκρεμασεν. 
ΕΡΩΤΗΣΙΣ 175
Τι σημαινει η κατα τον Αχααβ ιστορια ηνικα ο προφητης ειδεν τας αγγελικας δυναμεις εκ δεξιων και εξ ευωνυμων; 
ΑΠΟΚΡΙΣΙΣ
Ο προφητης ενταυθα τον καθολου της προνοιας υφαινει λογον, ειδως πασιν εμμεμιχθαι τον αρχικον λογον· και δια μεν των δεξιων τους υποθετικους των καθηκοντων πραξεων εισηγειται λογους, δια δε των αριστερων τους της κρισεως ητοι των ουκ εφ᾽ ημιν. Οστις δε μητε τη διδασκαλια του θειου νομου, μητε τη επιφορα των συμβαινοντων θλιψεων προς το ευθες αγεται, ουτος παραδιδοται, καταλιμπανομενος τη φιλαυτια ητοι τη εν αυτω αμαρτια, ητις εις πλειονα κακων ωθουσα βαθος ουχ ισταται εως ου αποκτεινασα αμετανοητον τω εκεισε παραπεμψη δικαστηριω. 
(≡14Α_244≡> ΕΡΩΤΗΣΙΣ 176
Τι σημαινει η εν τω Ευαγγελιω συγκυπτουσα γυνη επι ετη ιη' (18); 
ΑΠΟΚΡΙΣΙΣ
Ψυχη τοις αισθητοις ενησχημενη δια των ταυτης τριων δυναμεων σημαινεται δια της συγκυπτουσης γυναικος. Ο γαρ εξ αριθμος, εν ω ο αισθητος εις γενεσιν παρηχθη κοσμος, τρισσουμενος αποτελει τον οκτωκαιδεκατον. Εαν ουν δια της μετανοιας προσελθη τω Λογω και Θεω, υγιης γινεται, μηκετι εις τα γηϊνα κατακυπτουσα αλλα τα ουρανια περιαθρουσα καλλη. 
ΕΡΩΤΗΣΙΣ 177
Τι σημαινει η ωδη Αμβακουμ λεγουσα "εξελειπον απο βρωσεως προβατα και ουχ υπαρχουσιν βοες επι φατνης"; 
ΑΠΟΚΡΙΣΙΣ
Προβατα εισιν τα του νου νοηματα και κινηματα, βοες δε η πνευματικη διδασκαλια, φατνη η κατα πραξιν απαθεια, ης μη υπαρχουσης εκλιμπανει η πνευματικη διδασκαλια· ταυτης δε εκλειπουσης συνεκλειπειν αυτη πεφυκεν και τα δι᾽ αυτης εν τω νοι ημων συνισταμενα νοηματα τε και κινηματα, της ψυχης προς τα του βιου πραγματα δια τον του λογου λιμον κατερχομενης. 
῍Η και αλλως· εξελιπον τα λογικα προβατα εκ του μη σιτεισθαι την πνευματικην της διδασκαλιας βρωσιν, δια το μη υπαρχειν επι της φατνης της Εκκλησιας τους πνευματικους βοας, τους διδασκαλους. 
ΕΡΩΤΗΣΙΣ 178
Τι σημαινει κατ᾽ αναγωγην το του Κυριου παραγγελμα (≡14Α_246≡> "εαν τις αγγαρευση σε μιλιον εν, υπαγε μετ᾽ αυτου δυο"; 
ΑΠΟΚΡΙΣΙΣ
Ο αγγαρευων ημας εστιν ο Κυριος δια της αυτου διδασκαλιας το εν της εντολης αυτου μιλιον. Καλον ουν ημας ακουειν αυτου κελευοντος και υπαγειν δυο μιλια, τουτεστιν υπακουειν της εντολης και προστιθειν δια των εργων το αλλο εν μιλιον. 
῍Η και αλλως· αγγαρευομεθα το της πιστεως μιλιον, απαιτουμεθα δε και τα εργα της πιστεως. 
ΕΡΩΤΗΣΙΣ 179
Τι εστιν το «εαν τις σε ραπιση εις την δεξιαν σιαγονα, στρεψον αυτω και την αλλην»; 
ΑΠΟΚΡΙΣΙΣ
Εαν σε, φησιν, οι δαιμονες δια των λογισμων ραπισωσιν εις την δεξιαν σιαγονα, επαιροντες δια των δεξιων εργων, στρεψον την αλλην, τουτεστιν τα της αριστερας πραξεως εργα οσα ημιν πεπρακται, υπ᾽ οψιν αγων. 
ΕΡΩΤΗΣΙΣ 180
Τι σημαινει το ειρημενον απο του Κυριου προς τους μαθητας, οτι "ου μη πιω εκ του γενηματος της αμπελου εως αν αυτο πιω καινον μεθ᾽ υμων εν τη βασιλεια του Πατρος μου"; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη βρωσις και ποσις εστιν του Θεου η ημετερα σωτηρια κατα το γεγραμμενον, ταυτην δε δια της κατα σαρκα οικονομιας εκπληρωσας ο Κυριος και τον περι ημας αυτους (≡14Α_248≡> σωτηριον σκοπον εις περας αγαγων δια της αυτου διδασκαλιας και πολιτειας, τους αυτου μαθητας υπερ την αισθησιν ποιησας γενεσθαι, ουκετι, φησιν, πιω εκ του γενηματος της αμπελου, τουτεστιν της οικονομηθεισης δια της αυτου ενδημιας τοις ανθρωποις σωτηριας. Αλλ᾽ εν τω μελλοντι αιωνι πινει τουτο καινον, τουτεστιν ανανεουμενον δια του αγιου Πνευματος και θεους χαριτι τους αξιους απεργαζομενος δια της εκστατικης και μεμεθυσμενης των αγαθων μετουσιας. 
ΕΡΩΤΗΣΙΣ 181
Τι εστιν το «ου μη καταμεινη το Πνευμα μου εν τοις ανθρωποις τουτοις δια το ειναι αυτους σαρκας· εσονται δε αι ημεραι αυτων εκατον εικοσι ετη»; 
ΑΠΟΚΡΙΣΙΣ
Κηδομενος ο Θεος της των ανθρωπων τοτε σωτηριας προειπεν εσεσθαι την αυτων ζωην εκατον εικοσι ετη· εως ου γαρ εχρηματισθη ο Νωε κατασκευασαι την κιβωτον εγενοντο εικοσι ετη· εν εκατον δε ετεσιν εμεινεν τεκταινων την κιβωτον, ωστε δια της παραστασεως ελθειν αυτους εις διορθωσιν· μετα ταυτα δε επηγαγεν τον κατακλυσμον και ηρεν απαντας. Και αληθευει η Γραφη εκατον εικοσι ετη εσεσθαι τη γενεα εκεινη εξοτε ηπειλησεν αυτοις. 
ΕΡΩΤΗΣΙΣ 182
Τι δηλοι εν ταις Πραξεσιν ο Ευτυχος πεσων «απο του τριστεγου, διαλεγομενου του Παυλου»; 
ΑΠΟΚΡΙΣΙΣ
Πας νους την πρακτικην καθαπερ πρωτην στεγην αναβας (≡14Α_250≡> και τη φυσικη θεωρια ως δευτερα στεγη επιστησας εαυτον και δια της ανενδυαστου πιστεως τω της θεολογιας υψει ωσπερ τριτη στεγη εαυτον επιβιβασας, ειτα του θειου λογου καταμελησας και νυσταξας, πιπτει απο του ειρημενου τριστεγου· ει δε επιπιπτων αυτω ο λογος της διδασκαλιας ευρη εν αυτω ζωτικον τι και μη παντη δια της απογνωσεως ενεκρωθη, δια της μετανοιας παλιν ζωοποιειται. 
ΕΡΩΤΗΣΙΣ 183
Πως της προθεσεως ου ταυτης ουσης εν το δηναριον λεγεται εν τω Ευαγγελιω διδοσθαι παρα του οικοδεσποτου τοις εν τω αμπελωνι καμουσιν, και οτι αι κλησεις διαφοροι; 
ΑΠΟΚΡΙΣΙΣ
Φασι τινες των αγιων πατερων τας διαφορους κλησεις τας διαφορους ηλικιας σημαινειν, ετεροι δε τας διαφορους προθεσεις. Το δε δηναριον υποθου ειναι την σωφροσυνην, αλλα πολλαι ταυτης αι διαφοραι· ο μεν γαρ εχων την εαυτου γυναικα, ταυτης τυχων φυλαττει κατα τουτο την σωφροσυνην· εστιν δε αλλος υψηλοτερος τουτου, οτι ου συνεχως κεχρηται τη αδεια του νομου· αλλος δε δια μονην την εκ διαδοχης παιδοποιιαν του γενους ταυτη κεχρηται· ετερος δε μετα το τυχειν ενος η δευτερου παιδος τελεον αφισταται της γαμικης ομιλιας· εστιν δε ο παντων τουτων υψηλοτερος ο μηδολως εαυτον επιδωσας τω γαμω αλλα δια την εις τον Κυριον αγαπην την παρθενιαν ασκων. Εδειξεν ουν ο λογος πεντε προθεσεις, μιαν της μιας υψηλοτεραν, εν αις δηλουνται αι πεντε κλησεις και το εν της σωφροσυνης δηναριον· τουτο δε και επι των αλλων αρετων εκλαβε. 
(≡14Α_252≡> ΕΡΩΤΗΣΙΣ 184
Τι δηλοι τα κατα τον προφητην Ιωναν και τις η Ιοππη εξ ης φευγει; 
ΑΠΟΚΡΙΣΙΣ
Λαμβανεται ο Ιωνας φευγων απο προσωπου Κυριου εις την ημετεραν φυσιν· αυτη γαρ ουσα εις Ιοππην—ερμηνευεται δε ‘κατασκοπη χαρας,’ δηλουται δε ο παραδεισος —εφυγεν δια της παρακοης και διδωσιν εαυτην εν τη θαλασση του βιου και χειμαζεται και καταπινεται υπο του νοητου κητους και εμειται δια της του Κυριου εν τω αδη τριημερου ταφης. Λαμβανεται δε παλιν και εις το προφητικον χαρισμα και κηρυσσει εν τη Νινευη, τουτεστιν εις τα εθνη, και αδημονει επι τη κολοκυνθη· εστιν δε η κολοκυνθα η σωματικη του νομου λατρεια, ην ο σκωληξ εξηρανεν, ο Κυριος Ιησους ο Χριστος, ο ειπων "εγω ειμι σκωληξ και ουκ ανθρωπος"· κατηργησεν γαρ δια της αυτου παρουσιας την προσκαιρον του νομου λατρειαν. Το δε ειναι εν τη πολει δωδεκα χιλιαδας οιτινες ουκ εγνωσαν δεξιαν η αριστεραν, σημαινει τους μητε υπερβολη μητε ελλειψει αλλα μεσοτητι και οδω βασιλικη την αρετην μετιοντας. 
ΕΡΩΤΗΣΙΣ 185
Τι δηποτε κοραξ διατρεφει τον Ηλιαν πρωι μεν αρτον, δειλης δε κρεα; 
ΑΠΟΚΡΙΣΙΣ
Ο κοραξ λαμβανεται επι της φυσεως της δια της παρακοης μελανθεισης, Ηλιας δε καθημενος εν τω χειμαρρω λαμβανεται επι του νοος του γνωστικου εν τω χειμαρρω των πειρασμων και των πονων της ασκησεως ιδρυμενου. Ουτος τρεφεται εκ της μελανθεισης φυσεως πρωι μεν αρτον, τουτεστιν (≡14Α_254≡> γνωσιν εκ της των οντων φυσικης θεωριας συλλεγων, δειλης δε κρεα· μυειται γαρ το επ᾽ εσχατων του Κυριου γενησομενον της ενανθρωπησεως μυστηριον, οτι παντως εκ του μη οντος υποστησας την φυσιν, και διαφθαρεισαν επανορθωσηται. 
῍Η και αλλως· Ηλιας εις τυπον του Κυριου λαμβανεται· αυτος γαρ λιμου νοητου πασας τας καρδιας κατεχοντος, ηλθεν εν τω χειμαρρω, τουτεστιν εν τω βιω, των πειρασμων και των παθων εκων ανασχομενος, και οι ιδιοι εις τα ιδια ελθοντα ου παρελαβον ουδε εθρεψαν, τα δε εθνη τα τη ειδωλολατρεια μεμελανωμενα υπεδεξαντο και εθρεψαν δια γνωσεως και πραξεως, δια του αρτου της γνωσεως δηλουμενης, δια δε του κρεατος της πραξεως. 
ΕΡΩΤΗΣΙΣ 186
Τι εστιν το εν τω ψαλμω "αγαλλιασεται ως γιγας δραμειν οδον"; 
ΑΠΟΚΡΙΣΙΣ
«Γιγας» ερμηνευεται ‘επιπιπτων,’ λαμβανεται δε εις τον Κυριον· αυτος γαρ ηγαλλιασατο κατα την οδον της οικονομιας την ημετεραν σωτηριαν πραγματευσαμενος, και επεπεσεν ταις δαιμονικαις φαλαγξιν, καταργησας αυτων την καθ᾽ ημων δυναστειαν. 
ΕΡΩΤΗΣΙΣ 187
Εκ του οα' (71) ψαλμου· «ανατελει εν ταις ημεραις αυτου δικαιοσυνη και πληθος ειρηνης, εως ου ανταναιρεθη η σεληνη». 
ΑΠΟΚΡΙΣΙΣ
Δηλον πασιν εστιν ως περι της ενσαρκου πολιτειας του (≡14Α_256≡> Κυριου ο προφητης τω Πνευματι ταυτα προειπεν. Ημεραι δε του Κυριου εισιν ουχ ας επι γης σωματικως διετριψεν αλλ᾽ αι αρεται, αιτινες ημερας δικην φωτιζουσαι ανατελλειν εν ημιν την δικαιοσυνην ποιουσιν. Ποιαν δικαιοσυνην η την απονεμητικην εξιν την μη εωσαν επανιστασθαι το ηττον τω κρειττονι, τουτεστιν «το φρονημα της σαρκος τω νομω του πνευματος»; «Πληθος δε ειρηνης» εν ημιν γινεται οτ᾽ αν κατευνασθεντα τα παθη αστασιαστα προς την ψυχην διαμενουσιν· το δε «εως ου ανταναιρεθη η σεληνη» τουτο δηλοι, οτι τοσαυτη γινεται τη ψυχη εκ της του Θεου γνωσεως της ανατελλουσης ημιν την δικαιοσυνην ωστε και αυτας ψιλας τας φαντασιας της αλλοιωτης ημων φυσεως—αυτη γαρ η σεληνη—τελεον ανταναιρεθηναι. 
«Και κατακυριευση», φησιν, «απο θαλασσης εως θαλασσης»· θαλασσαν ενταυθα την πραξιν δηλοι, εξ ης αρχομενος κυριευει των υποτασσομενων τω αυτου νομω «εως θαλασσης», της απλετου δηλονοτι γνωσεως, εν η εννηχονται δια της των οντων θεωριας οι ταυτης μετοχοι. ῍Η και θαλασσαν το βαπτισμα νοησον, εν ω κατα τον προφητην αφανιζεται το προσωπον του αντικειμενου εις την θαλασσαν την πρωτην και τα οπισθεν αυτου εις την θαλασσαν την εσχατην, πρωτην θαλασσαν, ως ειρηται, λεγων το βαπτισμα, εσχατην δε την αναστασιν, εν η τα οπισθια του εχθρου καταργουνται· τοτε γαρ η φυσις ημων αποτιθεται τελειως τον δια της παραβασεως εντεθεντα νομον της αμαρτιας. 
῍Η και αλλως· αφανιζεται το προσωπον του διαβολου, τουτεστιν αι πονηραι πραξεις, δια της πρακτικης· αυτη γαρ, ως ειρηται, η πρωτη θαλασσα· αφανιζεται δε και τα οπισθια, τουτεστιν αι προληψεις των κακων και αι φαντασιαι, δια της δευτερας θαλασσης, τουτεστιν της γνωσεως. 
(≡14Α_258≡> ΕΡΩΤΗΣΙΣ 188
Η προς Νικοδημον απο του Κυριου γενομενη διαλεξις, εν η λεγει οτι το πνευμα οπου θελει πνει και την φωνην αυτου ακουεις, περι ποιου λεγει πνευματος; 
ΑΠΟΚΡΙΣΙΣ
Τινες μεν περι του αεριου πνευματος λεγειν τον Κυριον νομιζουσιν, εμοι δε μαλλον φαινεται οτι περι του αγιου Πνευματος λεγει. Τουτο γαρ εξουσιαστικως οπου θελει πνει, θελει δε εν τοις δεκτικοις και καθαροις την διανοιαν· ουτοι γαρ εμπνεομενοι τα θεια χαρισματα, ποθεν μεν εδοθη αυτοις το οιονουν χαρισμα η δια ποιαν αιτιαν, ου γινωσκουσιν, ουδε εις ποιον τελος καταντα η του χαρισματος δωρεα, μονον δε την φωνην ακουουσιν, τουτεστιν αυτην την δια της του βιου καθαροτητος του χαρισματος ενεργειαν διαδεικνυμενην και τροπον τινα φωνην αφιεισαν, ειτε διδασκαλιας εστιν χαρισμα ειτε ιαματων ειτ᾽ ετι *** *** *** 
ΕΡΩΤΗΣΙΣ 189
Τι εστιν η του Πνευματος βλασφημια και πως «παν αμαρτημα αφεθησεται τοις ανθρωποις, τοις δε εις αυτο βλασφημουσιν ουκ αφεθησεται, ουτε εν τω αιωνι τουτω ουτε εν τω μελλοντι»; 
ΑΠΟΚΡΙΣΙΣ
Η περι της του Πνευματος βλασφημιας απορια αυτοθεν εχει την λυσιν· του γαρ Κυριου ιασεις ποιουντος ποικιλας, οι Ιουδαιοι τας του Πνευματος ενεργειας τω αρχοντι των δαιμονιων ταυτας ανετιθεσαν. Το δε ουτε ενταυθα ουτε εν τω μελλοντι αφεσιν γινεσθαι τοις βλασφημουσιν, εξης ζητητεον. Φασι τινες των τα τοιαυτα δια του Πνευματος ηκριβωκοτων τεσσαρας (≡14Α_260≡> ειναι τροπους δι᾽ ων συγχωρησις γινεται αμαρτηματων, δυο ενταυθα και δυο εν τω μελλοντι. Επειδη γαρ ουκ εξικνειται η μνημη ολου του χρονου μνημονευειν τα σφαλματα, ινα υπερ αυτων ενταυθα μετανοηση ο ανθρωπος, ωκονομησεν φιλανθρωπος ων ο Δεσποτης της φυσεως, και ημων μη μετανοουντων, τροπους μετανοιας· εν μεν τω μελλοντι, ως ειρηται, δυο· οτ᾽ αν τις αδιαφορως ενταυθα αμαρτησας και παλιν αδιαφορως αγαθοεργησας, ειτε εις οικτον και συμπαθειαν προς τον πλησιον κινηθεις η οσα αλλα φιλανθρωπιας εχομενα, ταυτα εν τω μελλοντι αιωνι εν τω καιρω της κρισεως ζυγοστατουμενα, εφ᾽ α την ροπην εξει, συγχωρησις γινεται· ουτος μεν ο εις τροπος· δευτερος δε ουτος· οτ᾽ αν τις εν αμαρτιαις ενεχομενος, ακουων δε του Κυριου λεγοντος "μη κρινετε ινα μη κριθητε", φοβουμενος ουδενα κρινει, εν τη εξετασει των βεβιωμενων ως φυλαξ της εντολης ου κρινεται· της γαρ εαυτου εντολης ουκ επιλησμων ο αψευδεστατος. Οι δε ετεροι δυο τροποι ενταυθα την συγχωρησιν εχουσιν· οτ᾽ αν εν αμαρτιαις τις ων οικονομηται εκ της προνοιας εν συμφοραις, εν αναγκαις, εν νοσοις—ως ουκ οιδεν γαρ δια των τοιουτων καθαιρει αυτον ο Θεος—και ει μεν ευχαριστει πειραζομενος, τον επι τη ευχαριστια μισθον λαμβανει, ει δε αχαριστει, δι᾽ ας μεν αμαρτιας παιδευεται εκ τουτων καθαιρεται, την δε υπερ της αχαριστιας εισπραττεται ποινην. Επει ουν ατινα εις ανθρωπους τις αμαρτανει, ως εδειξεν ο λογος, πολλας εχει προφασεις συγχωρησεων—αμαρτανων γαρ τις εις ανθρωπον, αλλον δε ανθρωπον ευ ποιων, εις ην φυσιν ημαρτεν, αυτη και απελογησατο—η δε εις το Πνευμα βλασφημια—εστιν δε η απιστια μη εχουσα ετεραν προφασιν συγχωρησεως ει μη το γενεσθαι πιστον—, εικοτως τω εν τη απιστια τον βιον κατακλεισαντι ουτε ενταυθα ουτε εν τω μελλοντι αφεθησεται της απιστιας και αθειας η αμαρτια. 
(≡14Α_262≡> ΕΡΩΤΗΣΙΣ 190
Εκ του Ευαγγελιου· «αμην λεγω υμιν· εισι τινες των ωδε εστωτων οιτινες ου μη γευσονται θανατου εως αν ιδωσιν την βασιλειαν του Θεου εληλυθυιαν εν δυναμει». Ταυτα μεν ο Μαρκος, ο δε Ματθαιος· «εως αν ιδωσιν τον Υιον του ανθρωπου ερχομενον εν τη δοξη αυτου». 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο του Θεου Λογος τοις καθ᾽ ιστοριαν γινομενοις ου περιγραφεται, αλλα παντοτε ενεργης ων ηλιου δικην το οικειον φως επιλαμπει, ου μονον κατα την ιστοριαν τοις μαθηταις ελεγεν το εισιν τινες των ωδε εστωτων, αλλα και περι παντων των κατ᾽ αυτους τη αρετη διαλαμψαντων λεγει αντι του "των τη βασει των αρετων πλησιον μου εχοντων την στασιν". Το δε «ου μη γευσονται θανατου» ειρηται μεν και περι των αποστολων, οτι ου μη γευσονται του φυσικου θανατου εως αν ιδωσιν δια της Μεταμορφωσεως την εικονα της μελλουσης εσεσθαι τοις αγιοις λαμπροτητος. Αλλ᾽ επειδη οιδεν ο λογος διαφορους θανατους—και γαρ η των παθων νεκρωσις θανατος λεγεται· αλλα και ο πρακτικος, ηνικα την προς τα παθη μαχην αφεμενος επι την φυσικην θεωριαν ελθη, απεθανεν τη προτερα καταστασει, ενασχολουμενος τη των οντων θεωρια, αργησας εκ της κατα την πραξιν αγωνιστικης μαχης· αλλα και ο περασας την φυσικην θεωριαν και παντα τα αιτιατα καταλιπων και εις τον αιτιον ελθων δια της θεολογικης αποφασεως, και ουτος εθανεν τη προτερα καταστασει, μηκετι εν τοις πεποιημενοις κινουμενος αλλ᾽ εν τω ποιητη των ολων μεταβιβασας την κινησιν—περι ουν του κατα αφαιρεσιν παντων γινομενου θανατου λεγει οτι ου μη γευσονται αυτου, τουτεστιν ου μη παθωσιν αυτον (≡14Α_264≡> οι των αποστολων κατ᾽ αρετην ισοστασιοι, εως ου μεταμορφωθεις ο Κυριος παραδειξει εαυτον μηκετι καταφασκομενον εκ της των οντων θεσεως, αλλα τη κατα αποφασιν θεολογια παραδεικνυς το απροσιτον της θεοτητος κρυφιον. 
Το δε λεγειν τον μεν ενα των ευαγγελιστων "ερχομενον τον Υιον του ανθρωπου εν τη δοξη αυτου", τον δε ετερον "εως αν ιδωσιν την βασιλειαν του Θεου εληλυθυιαν εν δυναμει", τουτο σημαινει· επειδη κατα μεν την θεοτητα εστιν Υιος του Θεου, κατα δε το ανθρωπινον γεγονεν δι᾽ ημας Υιος ανθρωπου, καθ᾽ ο μεν ουν εστιν Υιος του Θεου αει την δοξαν κεκτηται, κατα δε το γενεσθαι Υιος ανθρωπου λεγεται ερχεσθαι εν τη δοξη αυτου. Ουτως γαρ εδοξασεν την προσληφθεισαν ανθρωποτητα οτι ωσπερ εν τω παθητω σωματι ων ωφθη εν τω ορει μεταμορφωθεις, ουτως ημεις εν τη αναστασει αφθαρτον απολαμβανοντες σωμα εσομεθα· το γαρ ειπειν εληλυθυιαν εν δυναμει εσημανεν ως ουπω ενεργεια παρεστιν η ελπιζομενη των αγιων αφθαρτος και αιωνιος βασιλεια. 
ΕΡΩΤΗΣΙΣ 191
«Και εγενετο μεθ᾽ ημερας εξ παραλαμβανει ο Ιησους τον Πετρον και Ιακωβον και Ιωαννην και αναφερει αυτους εις ορος υψηλον κατ᾽ ιδιαν και μετεμορφωθη εμπροσθεν αυτων και ελαμψεν το προσωπον αυτου ως ο ηλιος, τα δε ιματια αυτου εγενετο λευκα ως το φως». 
ΑΠΟΚΡΙΣΙΣ
Το μεθ᾽ ημερας εξ σημαινει οτι επειδη εν εξ ημεραις ο Θεος την φαινομενην κτισιν εις το ειναι παρηγαγεν, οιτινες τη περιουσια των αρετων και της γνωσεως τα φαινομενα παντα διεβησαν, ουτοι τω Λογω συναναβαινουσιν εν τω της θεολογιας (≡14Α_266≡> ορει. Αλλ᾽ επειδη ο Λουκας οκτω ημερων εμνημονευσεν και δοκει εναντιοτητα των ευαγγελιστων δεικνυειν, το απορον εν τουτοις οιμαι την επιλυσιν δεχεσθαι και συντρεχειν την ιστοριαν αρμοδιως τη θεωρια· ωσπερ γαρ κατα την ιστοριαν ο τας εξ ημερας ειπων τας εν τω μεσω ειπεν, ο δε τας οκτω ειπων και την αρχην εν η ειπεν ο Κυριος και το τελος εν η η Μεταμορφωσις γεγονεν εσημανεν, ουτως και κατα την θεωριαν· επειδη γαρ ο ανθρωπος δια της παραβασεως εις το παρα φυσιν εξωλισθησεν, δει τον θελοντα συναναβηναι τω Λογω εις το της θεολογιας ορος πρωτον μεν καθαπερ μιαν ημεραν περασαι τα παρα φυσιν και καθαπερ εξ ημερας περασαι την φυσιν και γενεσθαι εν τη υπερ φυσιν, ητις εστιν ογδοη· υπερθετικη γαρ του χρονου αυτη και την μελλουσαν χαρακτηριζει καταστασιν. 
Διατι δε «παραλαμβανει Πετρον και Ιακωβον και Ιωαννην» μονους κατ᾽ ιδιαν; Ως αει του Λογου την οχλωδη και ταραχης αναμεστον εκνευοντος καταστασιν, και επειδη ο Πετρος κατα το πρωτον του Σιμωνος ονομα ‘υπακοη’ ερμηνευεται, κατα δε το Πετρος δηλοι την ατρεψιαν, σημαινεται δε δια τουτων η κατα των της υπακοης των εντολων ατρεπτος και αμετακινητος εις Θεον πιστις, ο δε Ιακωβος ερμηνευεται ‘πτερνιστης,’ δηλουται δε δια τουτου η ελπις—ει μη γαρ τις ελπιση των παρερχομενων τουτων και φθαρτων αντιλαμβανειν τα απαροδευτα και αφθαρτα, ουκ αν τον την απατην αει εν τοις αισθητοις εχοντα διαβολον πτερνισαι δυναται—, ο δε Ιωαννης ερμηνευεται ‘περιστερα,’ δηλουται δε δια τουτου η αγαπη, επειδη η πραοτης ουδεν ετερον εστιν η θυμου και επιθυμιας εις τα παρα φυσιν ακινησια, ο δε μητε δι᾽ επιθυμιων μητε δι᾽ αποτυχιαν (≡14Α_268≡> ων επιθυμει εις θυμον ερχομενος προδηλως παντας αγαπα, τοις ουν κτησαμενοις πιστιν, ελπιδα τε και αγαπην συναναβαινει ο Λογος εις το της θεολογιας ορος και μεταμορφουται εμπροσθεν αυτων, ουκετι τω Θεος λεγεσθαι και αγιος και βασιλευς και τα τοιαυτα καταφασκομενος, αλλα κατα το υπερθεος και υπεραγιος και παντα τα καθ᾽ υπεροχην λεγομενα αποφασκομενος. 
Προσωπον δε του Λογου εστιν, οπερ ελαμψεν ωσπερ ηλιος, η χαρακτηριστικη της ουσιας αυτου κρυφιοτης, ηπερ ενατενισαι τη των λογισμων ερμηνεια αδυνατον, ωσπερ ουδε τη λαμπροτητι του ηλιου, καν ει πανυ τις την οπτικην δυναμιν εστιν κεκαθαρμενος. Αλλ᾽ επειδη ιματιον εμνησθη η Γραφη, χρη κατα τον ειρμον της ακολουθιας και του σωματος μνειαν ποιησασθαι. Σωμα ουν του Λογου εστιν η των αρετων ουσια, οιον, η αγαθοτης, η πραοτης και τα τοιαυτα· ιματια δε του Λογου εισιν τα της Γραφης ρηματα και η προβεβλημενη και εκ Θεου το ειναι λαβουσα κοσμουργια, απερ λευκα βλεπουσιν οι το μεν γραμμα της θειας Γραφης αποξεοντες της επικειμενης παχυτητος και τη του Πνευματος θεωρια το λαμπρον των νοηματων εποπτευοντες καλλος και οι την αισθητην κτισιν τη περιαιρεσει της κατ᾽ αισθησιν απατης λαμπρως εποπτευοντες και εκ μεγεθους καλλονης τον ταυτης Δημιουργον αναλογως συλλογιζομενοι. 
ΕΡΩΤΗΣΙΣ 192
«Και ιδου ωφθησαν Μωυσης και Ηλιας συλλαλουντες αυτω· αποκριθεις δε Πετρος ειπε τω Ιησου· "Κυριε, καλον εστιν ημας ειναι ωδε· ει θελεις, ποιησωμεν τρεις σκηνας, σοι μιαν και Μωση μιαν και Ηλια μιαν"». 
(≡14Α_270≡> ΑΠΟΚΡΙΣΙΣ
Οι γαρ διαβαινοντες απο του γραμματος εις το πνευμα ορωσιν τον τε νομον και τους προφητας συνοντας τω Λογω και διαπρυσιω καταγγελλοντας φωνη την αυτου παρουσιαν. Τινος δε χαριν σκηνων ο Πετρος εμνημονευσεν; Επειδη πασα γνωσις και πασα αρετη, συγκρινομενη τη μελλουση καταστασει, σκηνης ευκαταλυτου ουδεν διενηνοχεν, κατα τον Αποστολον φασκοντα "ειτε προφητειαι παυσονται ειτε γνωσις καταργηθησεται". Τρεις δε σκηναι εισιν· πραγματικη, φυσικη και θεολογικη· και την μεν θεολογικην ως Θεω τω Κυριω απενειμεν, την δε φυσικην θεωριαν τω Μωυση ως γεγραφοτι την των ολων γεννησιν, την δε πρακτικην τω Ηλια ως παρθενω και ζηλωτη και ασκητη. 
ΕΡΩΤΗΣΙΣ 193
Τις ο λογος του Μωσεα και Ηλιαν τεσσαρακοντα ημερας νηστευσαι και τι δηποτε ο Κυριος ωσπερ τα των δουλων επισφραγισας κατεδεξατο και αυτος τας αυτας μ' (40) ημερας ασιτος διαμειναι και τι σημαινει ο τεσσαρακοντα αριθμος; 
ΑΠΟΚΡΙΣΙΣ
Ο μεν τεσσαρακοστος αριθμος ως κακωτικος πολλαχου εν τη θεοπνευστω παρειληπται Γραφη, ως οι κακοπαθησαντες εν τη ερημω Ισραηλιται τεσσαρακοντα ετη και οι αυτοι δουλευσαντες εν Αιγυπτω τετρακοσια ετη. Αλλα γαρ και ο κοσμος ουτος εν ω την κακωσιν υπομενομεν εκ τεσσαρων συνισταται στοιχειων. Ο ουν Μωυσης ως πρωτος νομοθετησας και νηπιοις ουσι τοις Ιουδαιοις τον νομον παραδους, τεσσαρακοντα νηστευει ημερας, σημαινων οτι η κατ᾽ αυτον νομοθεσια των κατα πραξιν αμαρτηματων την αποχην νομοθετει· πασα γαρ αμαρτια εκ των αισθητων και των αισθησεων συνιστασθαι πεφυκεν. (≡14Α_272≡> Ο δε Ηλιας του προφητικου χαρισματος τυπον φερων ως υπεραναβεβηκως τα νομικα παραγγελματα νηστευει τεσσαρακοντα ημερας, σημαινων οτι το προφητικον χαρισμα την αποχην των συγκαταθεσεων νομοθετει. Ο δε Κυριος ως πληρωτης του νομου και μονος αρας την αμαρτιαν του κοσμου, νηστευσας τας τεσσαρακοντα ημερας, δεδωκεν ημιν δυναμιν ου μονον των κατα πραξιν και συγκαταθεσιν αμαρτιων απεχεσθαι αλλα και αυτων των ψιλων φαντασιων ανωτερους γενεσθαι. 
ΕΡΩΤΗΣΙΣ 194
Τι σημαινει εν τω Ευαγγελιω οτε μετα το παντα πειρασμον του διαβολου του Κυριου αποκρουσαμενου επισημαινεται ο ευαγγελιστης οτι «απεστη απ᾽ αυτου ο διαβολος αχρι καιρου»; Ποιου αρα καιρου; 
ΑΠΟΚΡΙΣΙΣ
Διπλων των πειρασμων οντων, εκουσιων τε και ακουσιων, τουτεστιν ηδονικων τε και επιπονων, πρωτον μεν δια των ηδονικων πειρασας τον Κυριον ο διαβολος, δια τε γαστριμαργιας και φιλαργυριας και κενοδοξιας—παντα γαρ ταυτα ηδονης εισιν ποιητικα—και αποκρουσθεις, απεστη αχρι καιρου. Ποιου καιρου; Του κατα τον σταυρον παθους, ινα και δια των ακουσιων και επιπονων πειρασμων, ως ωετο, προσβαλων τω Κυριω, δυνηθειη ευρειν εν αυτω τι των ανθρωπινων παθων· απεκρουσθη δε και δια τουτων, και θριαμβευθεις εν τω σταυρω κατηργηθη. 
ΕΡΩΤΗΣΙΣ 195
Επειδη μεμαρτυρηται ο Ιωαννης υπ᾽ αυτου του Κυριου μειζων παντων των εν γεννητοις γενεσθαι—και γαρ και ο βιος αυτου καθαρος και αμαρτιας πασης κεχωρισμενος ην—, τινος *** *** λειπει
 
ΠΑΡΑΛΛΑΓΗ Α' ΕΡΩΤΑΠΟΚΡΙΣΕΩΝ
ερωτησεις διαφοροι και εκλογαι διαφορων κεφαλαιων απορουμενων
 
(≡14Α_278≡>
ΕΡΩΤΗΣΙΣ Α,1
Τινες αρεται ψυχης και τινες σωματος; 
ΑΠΟΚΡΙΣΙΣ
Αρεται ψυχης εισιν αυται· αγαπη, ταπεινωσις, πραοτης, μακροθυμια, ανεξικακια, αμνησικακια, αοργησια, το αθυμον, το αφθονον, το ακριτον, το ακενοδοξον, ελεημοσυνη, σωφροσυνη, το αφιλαργυρον, συμπαθεια, το ατυφον, το ανυπερηφανον, το κατανυκτικον. Αρεται δε σωματος εισιν αυται· νηστεια, χαμευνια, αγρυπνια, εγκρατεια, ακτημοσυνη, το απερισπαστον. 
ΕΡΩΤΗΣΙΣ Α,2
Τι εστιν το εν τω Αποστολω ειρημενον "ψαλω τω πνευματι, ψαλω δε και τω νοι"; 
(≡14Α_280≡> ΑΠΟΚΡΙΣΙΣ
«Ψαλλει τις τω πνευματι» οτ᾽ αν μονον την προφοραν των ψαλλομενων δια γλωσσης φερει· «ψαλλει δε τω νοι» οτ᾽ αν την δυναμιν των ψαλλομενων γινωσκων τη θεωρια ευφραινεται. 
ΕΡΩΤΗΣΙΣ Α,3
Τι εστιν· «εν ανομιαις συνεληφθην και εν αμαρτιαις εκισσησεν με η μητηρ μου»; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο προηγουμενος σκοπος του Θεου ην του μη δια γαμου γεννασθαι ημας και φθορας, η δε παραβασις της εντολης τον γαμον εισηγαγεν δια το ανομησαι τον Αδαμ, τουτεστιν αθετησαι τον εκ Θεου δοθεντα αυτω νομον, παντες ουν οι εξ Αδαμ γεννωμενοι εν ανομιαις συλλαμβανονται, υποπιπτοντες τη του προπατορος καταδικη. Το δε και «εν αμαρτιαις εκισσησεν με η μητηρ μου» σημαινει οτι η Ευα η παντων ημων μητηρ πρωτη εκισσησεν την αμαρτιαν ωσπερ οργωσα την ηδονην. Δια τουτο και ημεις τη της μητρος υποπιπτοντες καταδικη κισσασθαι λεγομεν εν αμαρτιαις. 
ΕΡΩΤΗΣΙΣ Α,4
Τι εστιν το παρα του Αποστολου λεγομενον "αναθεμα (≡14Α_282≡> ειναι απο του Χριστου υπερ των συγγενων μου"; 
ΑΠΟΚΡΙΣΙΣ
«Ηυχομην», φησιν, παραδοθηναι απο του Χριστου τω διαβολω ωστε μαστιγωθηναι και τας υπερ του Ισραηλ κολασεις υπομειναι, ασπερ κατα το δικαιον εχρεωστουν υπερ της εις Θεον αυτων απιστιας, μονον ινα σωθωσιν· καθ᾽ ον τροπον και ο Κυριος «παρεδωκεν εαυτον και γεγονεν υπερ ημων καταρα». 
ΕΡΩΤΗΣΙΣ Α,5
Κατα ποσους τροπους εξαμαρτανει ο ανθρωπος; 
ΑΠΟΚΡΙΣΙΣ
Οιμαι κατα τεσσαρας τροπους αμαρτανειν τον ανθρωπον, κατα συναρπαγην, κατα απατην, κατα αγνοιαν, κατα διαθεσιν. Και αι μεν πρωται τρεις ευχερως εις επιγνωσιν και μετανοιαν ερχονται, ο δε εκ διαθεσεως αμαρτανων και μητε τη πειρα μητε τω χρονω εις μετανοιαν ερχομενος ανηκεστον εχει την κολασιν. 
ΕΡΩΤΗΣΙΣ Α,6
Τι δηλοι εν τω Ευαγγελιω ο Κυριος λεγων οτι «δυο στρουθια ασσαριου πωλειται»; 
(≡14Α_284≡> ΑΠΟΚΡΙΣΙΣ
Φασι το ασσαριον δεκανουμον ειναι· δηλουται δε δια του δεκα το ιωτα γραμμα· αρχη δε εστιν τουτο του ονοματος του Κυριου ημων Ιησου Χριστου. Εξαγοραζεται ουν δια του ονοματος του Κυριου ο παλαιος και ο νεος λαος, και ο εσω και ο εξω ανθρωπος. 
ΕΡΩΤΗΣΙΣ Α,7
Τι εστιν το απο Ελισσαιου, αναλαμβανομενου του Ηλιου, ρηθεν "που ο Θεος αφφω;" 
ΑΠΟΚΡΙΣΙΣ
Κατα τρεις επιβολας ερμηνευεται· η "που ο Θεος του πατρος μου;" η "που ο Θεος του μεγαλου μου;" η "που ο Θεος του κρυβεντος;" 
ΕΡΩΤΗΣΙΣ Α,8
Κατα ποσους τροπους αι αλληγοριαι και τι εστιν τροπολογια; 
ΑΠΟΚΡΙΣΙΣ
Αλληγορια εστιν η επι των αψυχων, οιον, ορεων, βουνων, δενδρων και των λοιπων. Τροπολογια δε εστιν η επι των ημετερων μελων, οιον, κεφαλης, οφθαλμων και των λοιπων· τροπολογια γαρ αντι του τρεπεσθαι λεγεται. 
(≡14Α_286≡> ΕΡΩΤΗΣΙΣ Α,9
Τι εστιν το εν τω ψαλμω ειρημενον "καθημενος κατα του αδελφου σου κατελαλεις, και κατα του υιου της μητρος σου ετιθεις σκανδαλον"; 
ΑΠΟΚΡΙΣΙΣ
Ο την του ομοπιστου πραξιν κακηγορων και ωσπερ εγκαθημενος τη τουτου λοιδορια, ουτος εικοτως λεγεται κατα του αδελφου καταλαλειν. Ο δε τον υιον της σοφιας κοσμουμενον φθονω φερομενος ενδιαβαλλων και παντας σκανδαλιζων, ουτος εστιν 'ο τιθεις τω υιω της μητρος σκανδαλον'. 
ΕΡΩΤΗΣΙΣ Α,10
Επειδη εν τω αγιω Διαδοχω εν τω εκατοστω κεφαλαιω γεγραπται 'κριθησεσθαι τινας δια πυρος και καθαιρεσθαι εν τω μελλοντι αιωνι', παρακαλω εκκαλυφθηναι μοι δια της σαφηνειας τον σκοπον του πατρος. 
ΑΠΟΚΡΙΣΙΣ
Οι το τελειον της προς Θεον αγαπης κεκτημενοι και το πτερον της ψυχης δια των αρετων μετεωρισαντες, κατα τον Αποστολον εν νεφελαις αρπαζονται και εις κρισιν ουκ ερχονται. (≡14Α_288≡> Οι δε γε μη παντη το τελειον κτησαμενοι αλλα και αμαρτηματα και κατορθωματα κεκτημενοι, ουτοι εν τω δικαστηριω της κρισεως ερχονται κακει δια της των αγαθων και φαυλων πραξεων αντεξετασεως οιονει πυρουμενοι, ειπερ η των αγαθων πλαστιγξ επιβαρησει, καθαιρονται της κολασεως. 
ΕΡΩΤΗΣΙΣ Α,11
Περι διαφορων δικαιοσυνων. 
ΑΠΟΚΡΙΣΙΣ
Τρεις δικαιοσυνας οι τα θεια σοφοι λεγουσιν ειναι, ανθρωπινην, αγγελικην και θειαν· και την μεν ανθρωπινην φασιν την εν τοις αισθητοις του κοσμου τουτου ισονεμιαν τε και ευγνωμοσυνην, την αγγελικην δε της θειας γνωσεως αφθονον μεταδοσιν· την δε θειαν δικαιοσυνην οριζονται το πασχειν υπερ των αμαρτανοντων. 
ΕΡΩΤΗΣΙΣ Α,12
Τινος χαριν επιτιμησας ο Κυριος τω Πετρω ειρηκεν αυτον σαταναν; 
ΑΠΟΚΡΙΣΙΣ
Ουχ ως τινες νομιζουσιν τον Πετρον αποκαλει σαταναν υβριστικως ο Κυριος, αλλ᾽ επειδη αι του Κυριου στερησεις (≡14Α_290≡> ημων εξεις εγενοντο, οιον, ο αυτου θανατος ημιν ζωη γεγονεν, η αυτου ατιμια ημιν εγενετο δοξα. Ο ουν αποστολος Πετρος, του Κυριου λεγοντος μελλειν πασχειν αυτον, υπελαμβανεν τη φυσει των πραγματων επομενος ως αδυνατον εστιν την ζωην αποθνησκειν η την τοσαυτην δοξαν ατιμασθηναι. Ο ουν Κυριος την υπονοιαν ταυτην αναιρων, ως ου δει φυσεως ακολουθιαν εν τοις υπερ φυσιν επιζητειν—δια γαρ των εναντιων ταυτα ποιησας, βεβουλευται δια θανατου ζωην, δι᾽ ατιμιας δοξαν—ως ουν αντικειμενην αυτου την υπονοιαν ταυτην λεγει· "υπαγε οπισω μου" αντι του "επου μου τη βουλη και μη προλαμβανε ζητων ακολουθιαν πραγματων". Το δε σατανας ονομα φασιν ‘αντικειμενον’ ερμηνευεσθαι· οπερ ο Κυριος ουχ υβριστικως προηγαγεν αλλ᾽ ωσανει ελεγεν "αντικειμενε μου τω σκοπω". 
(≡14Α_292≡> ΕΡΩΤΗΣΙΣ Α,25
Πως οφειλομεν ευσεβως νοησαι το του Ευαγγελιου, οτι "ο Πατηρ κρινει ουδενα αλλα την κρισιν πασαν δεδωκεν τω Υιω" και πως εν αλλω τοπω λεγει οτι "εγω κρινω ουδενα αλλ᾽ ο Λογος ον ελαλησα, εκεινος κρινει αυτον"; 
ΑΠΟΚΡΙΣΙΣ
Καθ᾽ ο Θεος εστιν, ουδε ο Πατηρ ουδε ο Υιος κρινει ουδενα· ουδε γαρ ανθρωπος αλογων γινεται κριτης αλλ᾽ ανθρωπων. Ο δε Πατηρ δεδωκεν τω Υιω την κρισιν, ου καθ᾽ ο Θεος εστιν ο Υιος αλλα καθ᾽ ο ανθρωπος γεγονεν. Κρινει δε παντας συγκρινων την εαυτου ως ανθρωπου πολιτειαν προς ημας. Παλιν δε ο λογος αυτου κρινει, τουτεστιν η διδασκαλια, ηντινα δια των εργων ενεδειξατο κατα το γεγραμμενον "ων ηρξατο ο Ιησους ποιειν τε και διδασκειν". 
(≡14Α_294≡> ΕΡΩΤΗΣΙΣ Α,27
Τι δηλοι το των Παροιμιων αινιγμα το «εαν πεινα ο εχθρος σου ψωμιζε αυτον, εαν διψα ποτιζε αυτον· τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου»; 
ΑΠΟΚΡΙΣΙΣ
Εχθρον εχομεν κατα της ψυχης το ημετερον σωμα, αει δια της επαναστασεως των παθων πολεμουν ημας. Εαν ουν εκ της συνειδησεως πιεζομενον το της σαρκος φρονημα πεινα, τουτεστιν ορεγεται σωτηριας, η διψα θειαν γνωσιν, δεον τρεφειν αυτο δι᾽ εγκρατειας και πονων και ποτιζειν τη μελετη των θειων λογιων. Ουτως γαρ σωρευεται επι την κεφαλην αυτου, τουτεστιν επι τον νουν· ανθρακες πυρος, θειοι και πνευματικοι λογισμοι. 
ΕΡΩΤΗΣΙΣ Α,28
Τι σημαινει το εν τω εκατοστω πρωτω ψαλμω ειρημενον "ωμοιωθην πελεκανι ερημικω"; 
ΑΠΟΚΡΙΣΙΣ
Ο πελεκαν ουτος ορνεον εστιν· ο δε οφις πολυ εχθραινει των νεοττων αυτου. Αυτος δε τι μηχαναται; Εις υψος πηγνυσι την καλιαν αυτου, πανταχοθεν περιφρασσων αυτην (≡14Α_296≡> δια τον οφιν. Τι ουν ποιει ο κακομηχανος οφις; Περισκοπει οθεν πνεει ο ανεμος κακειθεν εμφυσα τοις νεοττοις τον ιον αυτου και τελευτωσιν. Ερχεται ουν ο πελεκαν και θεωρει οτι απεθανον αυτου τα παιδια και σκοπει νεφελην και πεταται εις υψος και μετα των πτερυγων τυπτει αυτου τας πλευρας και εξερχεται αιμα και δια της νεφελης επισταζει τουτοις και εγειρονται. Λαμβανεται ουν ο πελεκαν εις τον Κυριον· τα δε παιδια αυτου, ο Αδαμ και η Ευα, η ημετερα φυσις, η δε καλια αυτου ο παραδεισος, ο δε οφις ο αποστατης διαβολος. Ενεφυσησεν ουν ο αρχεκακος οφις δια της παρακοης τοις πρωτοπλαστοις και γεγονασιν νεκροι τη αμαρτια. Ο γουν Κυριος ημων και Θεος δια την προς ημας αγαπην υψουται επι του τιμιου σταυρου και νυγεις την πλευραν δια της νεφελης του αγιου Πνευματος ζωην ημιν εδωρησατο την αιωνιον. 
ΕΡΩΤΗΣΙΣ Α,29
Τι εστιν· «εκει στρουθια εννοσσιευσουσιν»; 
ΑΠΟΚΡΙΣΙΣ
Στρουθια η τας ψυχας η τας διαφορους αρετας λεγει. 
ΕΡΩΤΗΣΙΣ Α,30
Τι σημαινει· «του ερωδιου η κατοικια ηγειται αυτων»; 
(≡14Α_298≡> ΑΠΟΚΡΙΣΙΣ
Ερωδιον φασιν ορνεον ειναι, τοσαυτη δε σωφροσυνη συζην, ωστε ηνικα προς συνουσιαν συνερχεσθαι μελλει, τεσσαρακοντα ημερας πενθειν και παλιν μετα ταυτα αλλας τεσσαρακοντα. Την δε καλιαν πηγνυσιν εν τοις δενδροις ενθα μη επισκιαζεται υπο τινος αλλα καθαρον τον αερα εχει. Σημαινει δε δια τουτων την σωφροσυνην· αυτη γαρ ηγειται πασων των αρετων· αποδιακειται δε και των αισθητων, απο μηδενος σκιαζομενη των προσκαιρων· ο τεσσαρακοστος γαρ αριθμος την εκαστου των τεσσαρων στοιχειων εμπεριεχει τελειωσιν. 
ΕΡΩΤΗΣΙΣ Α,31
Τι εστιν το «αποδιδους αμαρτιας γονεων επι τεκνα εως τριτης και τεταρτης γενεας τοις μισουσιν με»; 
ΑΠΟΚΡΙΣΙΣ
Πρωτην γενεαν υπειληφαμεν ειναι την σποραν του κακου, τουτεστιν την προσβολην, δευτεραν δε την επιθυμιαν, τριτην δε την εξιν του κακου, τουτεστιν την συγκαταθεσιν, τεταρτην δε την ενεργειαν, τουτεστιν την πραξιν. Αποδιδοται ουν εως τριτης και τεταρτης γενεας, τουτεστιν υπερ της συγκαταθεσεως και της πραξεως· η γαρ προσβολη και η επιθυμια ανευθυνος εστιν, ως μη εις περας του κακου προελθοντος. 
ΕΡΩΤΗΣΙΣ Α,33
Τι σημαινει το «επι ταις τρισιν η τεσσαρσιν ασεβειαις Τυρου ουκ αποστραφησομαι»; 
(≡14Α_300≡> ΑΠΟΚΡΙΣΙΣ
Ασεβειας οιμαι τεσσαρας τον προφητικον αινιττεσθαι λογον, ταυτας, την προσβολην, την επιθυμιαν, την εξιν του κακου και την ενεργειαν. Επι μεν ουν της πρωτης και της δευτερας, τουτεστιν της προσβολης και της επιθυμιας, ανοχην ποιειται ο Θεος, ως μη του κακου προβαντος εις τελειωσιν. Επι δε της τριτης και της τεταρτης ασεβειας, τουτεστιν εξεως και ενεργειας ηγουν συγκαταθεσεως και ειρξεως, την απειλην ο λογος εικοτως ενδεικνυται. 
ΕΡΩΤΗΣΙΣ Α,34
Οτι ου δυναται λεγεσθαι ο Χριστος Πνευματος καθαπερ επι του Πατρος και του Υιου, οτι λεγεται αδιαφορως Πνευμα Θεου και Πνευμα Χριστου. 
ΑΠΟΚΡΙΣΙΣ
Ωσπερ εστιν αιτιος του λογου ο νους, ουτως και του πνευματος, δια μεσου δε του λογου· και ωσπερ ου δυναμεθα ειπειν τον λογον ειναι της φωνης, ουτως ουδε τον Υιον λεγειν του Πνευματος. 
ΕΡΩΤΗΣΙΣ Α,35
Τι δηλοι το υπο του Κυριου λεγομενον το «εαν ο οφθαλμος η η χειρ η ο πους σκανδαλιζη σε, εκκοψον αυτους και βαλε απο σου»; 
(≡14Α_302≡> ΑΠΟΚΡΙΣΙΣ
Εστιν μεν και περι φιλων ως οφθαλμων, και οικειων ωσπερ χειρων ημων οντων αναγκαιων, και εταιρων ποδων δικην διακονουντων ημιν υπονοειν την παραβολην κατα το προχειρον αινιττεσθαι· ουσπερ, εαν σκανδαλιζωσιν και την ψυχην καταβλαπτωσιν, εκκοπτειν ο λογος παρεκελευσατο. Εστιν δε και αλλως εκλαβειν το παραγγελμα κατα τον της αναγωγης τροπον· εαν εχης θεωρητικην γνωσιν ωσπερ οφθαλμον, προς τυφον δε αυτη επαιρει σε και υπερηφανιαν, εκκοψον αυτην· εαν δε και πραξιν αστειαν, και αιτια σοι γινεται επαρσεως, εκκοψον αυτην· ωσαυτως δε και εαν ικανοτητα εχης διακονιας, οπερ εστιν ο πους, και ως εκ τουτου φυσασαι, αποσθητι απ᾽ αυτης. Συμφερει γαρ σοι παρα ταυτας τας δοκουσας ειναι αρετας γενεσθαι και μη δια της επαρσεως και υπερηφανιας εις παντελη χωρησαι απωλειαν. 
ΕΡΩΤΗΣΙΣ Α,36
Τι δηλοι το «επηρθη ο ηλιος και η σεληνη εστη εν τη ταξει αυτης»; 
ΑΠΟΚΡΙΣΙΣ
Οτ᾽ αν εν ημιν υψωθη ο ηλιος της δικαιοσυνης δια των αγαθων εργων και της αληθους γνωσεως, τοτε η σεληνη ισταται εν τη ταξει αυτης, τουτεστιν η ημετερα φυσις, η υπο τροπην ουσα και αλλοιωσιν, ταξιν λαμβανει βασιμον. 
(≡14Α_304≡> ΕΡΩΤΗΣΙΣ Α,37
Τι εστιν το εν τη καθολικη Πετρου γεγραμμενον "ινα κριθωσιν μεν κατα ανθρωπους σαρκι, ζωσιν δε κατα Θεον πνευματι"; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη περι των εν τω κατακλυσμω ειρηται ταυτα, ουτοι δε ειχον παντελη αγνωσιαν Θεου και πονηροις επιτηδευμασι συνεζων, οσα μεν ουν εις εαυτους ημαρτανον δια των καθ᾽ εκαστην συμβαινοντων αυτοις πειρασμων, πολεμων τε και επαγωγων και ποικιλων συμβασεων, αφηκεν αυτοις· τα δε περι της εις αυτον αγνοιας και ασεβειας αμαρτηματα ουκ αφηκεν αυτοις, ινα δια της εις αυτον πιστεως, ηνικα δια φιλανθρωπιαν εν τη του αδου γενηται χωρα, οσοι πιστευσουσιν, αφεθη αυτοις η της ασεβειας αμαρτια και ζησωσιν κατα Θεον πνευματι, κριθεντες δηλονοτι σαρκι καθως ειρηται υπερ των εις ανθρωπους πλημμελειων. 
(≡14Α_306≡> ΕΡΩΤΗΣΙΣ Α,45
Τι εστιν το εν ψαλμοις ειρημενον "σχολασατε και γνωτε οτι εγω ειμι ο Θεος"; 
ΑΠΟΚΡΙΣΙΣ
Εξ εισιν σχολαι αστινας κατορθουντες Θεον επιγνωναι δυναμεθα· πρωτη η της αμαρτιας ενεργειας, δευτερα η της εξαπτικης διαιτης, τριτη η του τοπου της επιμιξιας των αφυλακτως βιουντων, τεταρτη η του απροσφορου επιτηδευματος του κατα Θεον βιου, πεμπτη η της υπαρξεως της διαβεβλημενης και εις πολλα περισπωσης τον νουν, εκτη το μη εχειν καθολου ιδιον θελημα. Και τουτο εστιν και αποταγη και υποταγη η αληθινη και κατα Θεον. 
(≡14Α_308≡> ΕΡΩΤΗΣΙΣ Α,67
Πως οφειλομεν νοειν την περι συντελειας του Υιου αγνοιαν; 
ΑΠΟΚΡΙΣΙΣ
Διπλη τις εστιν αγνοια· η μεν διαβαλλομενη, η δε αδιαβλητος, και η μεν εφ᾽ ημιν εστιν, η δε ουκ εφ᾽ ημιν. Και η μεν διαβαλλομενη και εφ᾽ ημιν, η περι την αρετην και ευσεβειαν αγνοια· η δε αδιαβλητος και ουκ εφ᾽ ημιν εστιν οσα (≡14Α_310≡> θελοντων ημων γινωσκειν ου γινωσκομεν, οιον, τα πορρω γινομενα, τα μελλοντα γινεσθαι. Ει ουν εν τοις αγιοις προφηταις διεγινωσκετο τα πορρω και ουκ εφ᾽ ημιν χαριτι, πως ουχι μαλλον παντα επιστατο ο Υιος του Θεου και δια τουτο το ανθρωπινον, ου φυσει αλλ᾽ ενωσει τη προς τον Λογον; Καθαπερ γαρ σιδηρος πεπυρακτωμενος παντα τα ιδιωματα του πυρος εχει—φωτιζει γαρ και καιει—ου μην φυσει εστιν πυρ αλλα σιδηρος, ουτω και το ανθρωπινον του Κυριου, καθ᾽ ο μεν ηνωθη τω Λογω, παντα επιστατο και τα θεοπρεπη παντα εν αυτω διεδεικνυτο, καθ᾽ ο δε φυσις ανθρωπεια εν αυτω ηνωτο, λεγεται αγνοειν. 
ΕΡΩΤΗΣΙΣ Α,68
Τι σημαινει το μοναχικον σχημα και προ τουτου τις η αποκαρσις των τριχων; 
ΑΠΟΚΡΙΣΙΣ
Ωσπερ παντων των εν τω σωματι μελων η κεφαλη προτερευει, ουτως και εν τη ψυχη ο νους κεφαλης τροπον επεχει· τουτον ουν αποκειρειν δει παντων των κοσμικων νοηματων. Το δε κολοβιον, επειδη το μεν ολον σωμα σκεπει, μονας δε τας χειρας γυμνοι, σημαινει ως χρη την ηθικην φιλοσοφιαν ενδεδυσθαι αφηρημενους τας πρακτικας της (≡14Α_312≡> αμαρτιας ενεργειας· αι γαρ χειρες ομολογουμενως πραξεως και ενεργειας εισιν συμβολον. 
Η δε ζωνη, επειδη απο νεκρων δερματων γινεται, περισφιγγει δε ψυας και ομφαλον, σημαινει την νεκρωσιν δια της εγκρατειας και ως χρη ταυτην επικεισθαι αει επι τη της κακιας δυναμει και ενεργεια· η γαρ δυναμις της αντικειμενης του πονηρου δυναστειας εστιν κατα τον Ιωβ «επ᾽ ομφαλου γαστρος», και «αι ψυαι» κατα τον μακαριον Δαβιδ πληρουνται των δαιμονικων εμπαιγματων· «εμπαιγματα» δε εισιν αι διαφοροι της πορνειας ενεργειαι. 
Ο δε αναλαβος, επειδη και εμπρος και οπισω τον σταυρον εχει, σημαινει οτι χρη κατα τον Αποστολον μη μονον σταυρωθηναι ημας τω κοσμω αλλα και τον κοσμον ημιν, ινα φευγοντων ημων τον κοσμον μηδεν εμποδων εχωμεν μη δε τη προς αυτον σχεσει δια της επιφαινομενης απατης εγκρατηθωμεν, μητε δε παλιν εκ των οπισθεν διωκομενοι εκ του κοσμου, εκ των ακουσιων πειρασμων υπενδωσωμεν του τονου της ευσεβειας αλλα αναισθητοι και νεκροι διαμεινωμεν προς τε τα ακουσια και τα εκουσια παθη. 
Το δε κουκουλλιον δηλοι την φρουρουσαν και σκεπουσαν τον νουν ημων χαριν του Θεου. Ο γαρ αποκειραμενος τα του κοσμου νοηματα την περικεφαλαιαν δεχεται του σωτηριου. 
Τα δε σανδαλια τουτον εχει τον λογον· επειδη εκ νεκρων δερματων εισιν, μικρω δε μερει του σωματος υποκεινται, (≡14Α_314≡> τον αυτον τροπον ηπερ το ολον σωμα προς τα ιχνη του σανδαλιου εχει, ουτω χρη την ψυχην τω σωματι κεχρησθαι, και τουτω νεκρω των παρα φυσιν παθων. 
Το δε περιβολαιον, επειδη τετραγωνον εστιν, εκ τεσσαρων δε στοιχειων και ο κοσμος, σημαινει οτι χρη περιβεβλησθαι ημας την φυσικην θεωριαν, ωστε μη προς αισθησιν και παθη τα ορωμενα βλεπειν αλλα δια του εν αυτοις λογου προς τον τουτων δημιουργον αναγεσθαι. Το δε την αριστεραν χειρα παραγυμνουσθαι σημαινει οτι χρη τας αγαθας πραξεις εν ημιν προφαινεσθαι κατα τον του Σωτηρος λογον, οπως ιδωσιν οι ανθρωποι τα καλα υμων εργα και δοξασωσιν τον Πατερα υμων τον εν τοις ουρανοις. 
Το δε μαυρα τα ενδυματα ειναι σημαινει οτι χρη ημας αφανεις ειναι τω κοσμω, ως το πολιτευμα εχοντας εν ουρανω. Ει δε τις το παλλιον τετραγωνον ον και εις τας γενικας τεσσαρας αρετας εκλαβοι, του εικοτος ουχ αμαρτησεται. 
ΕΡΩΤΗΣΙΣ Α,69
...................................
ΑΠΟΚΡΙΣΙΣ
 [«Ειρηνην ο ιερευς απο του υψους της καθεδρας τη Εκκλησια επιφθεγγεται, τον Κυριον της καθεδρας μιμουμενος αναλαμβανομενον, ειρηνην την οικειαν και αφιεντα και διδοντα. Το δε «και τω πνευματι σου» τω λαω αποκρινομενον (≡14Α_316≡> τουτο δηλοι· ειρηνην μεν ημιν παρεσχες, Κυριε, και την εν αλληλοις ομονοιαν· ειρηνην δε δος ημιν την προς σε αδιαιρετον ενωσιν, ινα τω Πνευματι σου ειρηνευοντες, ο ημιν εν αρχη της δημιουργιας ενεθηκας, αχωριστοι της σης αγαπης τυγχανωμεν.] 
ΕΡΩΤΗΣΙΣ Α,70
 ...................................
ΑΠΟΚΡΙΣΙΣ
 [Ει ολως νεκροι ουκ εγειρονται, τι και βαπτιζονται υπερ αυτων; ο θειος εφη Αποστολος. Ει ολως, φησιν, τα σωματα ημων ουκ ανιστανται, τι και εν τω βαπτιζεσθαι εις αφθαρσιαν αυτα μεταποιεισθαι πιστευομεν;] 
ΕΡΩΤΗΣΙΣ Α,71
 ...................................
ΑΠΟΚΡΙΣΙΣ
 [Ει της γραφικης ζητεις μουσικης διασαφησιν, ουτως νοητεον. «Αινειτε τον Κυριον εν φωνη σαλπιγγος»· εν τη μνημη της αναστασεως σαλπιγγι γη σειωμενη ως γεγραπται. «Αινειτε αυτον εν ψαλτηριω και κιθαρα»· τη γλωσση ημων και τω στοματι ως πληκτρω τινι τω Πνευματι κρουομενων. «Αινειτε αυτον εν τυμπανω και χορω»· εν σαρκι και ψυχη, αφ᾽ ης ως χοροι αι προς Θεον διαβαινουσιν δεησεις. «Αινειτε (≡14Α_318≡> αυτον εν χορδαις και οργανω»· εν καρδια και εν παντι τω εσωθεν σπλαγχνω και νευροις, απερ οργανον κεκληκεν. «Αινειτε αυτον εν κυμβαλοις ευηχοις»· τοις χειλεσιν, δι᾽ ων τα εναρμονια της ψαλμωδιας πλεκεται μελη.] 
ΕΡΩΤΗΣΙΣ Α,73
Επειδη κατα τινα των αντιγραφων του Αποστολου περιεχεται οτι «παντες μεν κοιμηθησομεθα, ου παντες δε αλλαγησομεθα», κατα τινα δε οτι «παντες μεν ου κοιμηθησομεθα, παντες δε αλλαγησομεθα», παρακαλω μαθειν ποιαν χρη των εκδοσεων εγκριναι και τι τα εκ τουτων δηλουμενα; 
ΑΠΟΚΡΙΣΙΣ
Οιμαι οτι καθ᾽ εκατεραν των εκδοσεων, επειδη και τα αρχαια των αντιγραφων τας δυο περιεχουσιν, ευσεβως τις εκλαμβανων του αποστολικου ουκ αποπεσειται σκοπου. Κατα μεν το παντες μεν κοιμηθησομεθα, ου παντες δε αλλαγησομεθα, ουτω χρη νοειν, οτι παντες μεν την δια του θανατου κοιμησιν υπομενουμεν, ου παντες δε την δοξαν και την παρρησιαν ανταλλαξομεθα· οπερ ο αυτος Αποστολος εν αλλω σαφεστερον τιθησιν φασκων "ειπερ και ενδυσαμενοι ου γυμνοι ευρεθησομεθα". Κατα δε το ου παντες μεν κοιμηθησομεθα, παντες δε αλλαγησομεθα, ουτω χρη εκδεχεσθαι, οτι παντες μεν ου κοιμηθησομεθα την χρονικην κοιμησιν, ωστε δεηθηναι ταφης και λυσεως της εις φθοραν· αλλα συντομον τον θανατον οι τοτε ευρισκομενοι υπομενουσιν, (≡14Α_320≡> μη δεομενοι χρονικης κοιμησεως δια την παραυτικα γινομενην αναστασιν· παντες δε αλλαγησονται, τουτεστιν την αφθαρσιαν ενδυσονται. 
Εστι δε και ετερας θεωριας επιβολη περι τουτου· «ου παντες κοιμηθησομεθα», ταις αμαρτιαις την παυσιν και την ανενεργησιαν ποιησαμενοι, ουδε τα εαυτων παθη κοιμησομεν κατα το «εγω καθευδω και η καρδια μου αγρυπνει»· σημαινει γαρ ο των θειων ερωτων τα Αισματα γεγραφως οτι ο παντη ανενεργητος γενομενος προς τε τα αισθητα παντα και νοητα, ουτος μονη τη καρδια αγρυπνει, μονη τη του Θεου θεωρια ενευφραινομενος. Το δε παντες δε αλλαγησομεθα την κοινην δηλοι της αφθαρσιας αλλαγην. 
ΕΡΩΤΗΣΙΣ Α,77
Τι εστιν το εν τω Αποστολω ειρημενον το «οφελον και αποκοψονται»; 
ΑΠΟΚΡΙΣΙΣ
Τουτο ειρηται αντι του "θρηνησουσιν και κοψονται", εις (≡14Α_322≡> μετανοιαν ερχομενοι ων ημαρτον αναστατουντες τους πιστους. 
ΕΡΩΤΗΣΙΣ Α,78
Τινος χαριν Μωαβειται και Αμμανειται απαγορευονται εισελθειν εις τον ναον του Κυριου «εως τριτης και τεταρτης και δεκατης γενεας και εως εις τον αιωνα»; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη Μωαβειτης ερμηνευεται ‘εντερον πατρος,’ Αμμανειτης δε ‘πατηρ μητρος,’ σημαινεται δια τουτων οτι οστις απ᾽ αλλου παραλαβη υποδειγμα κακιας, ουτος το εντερον του πατρος εφανερωσεν· οστις δε εξ αυτου τεκη την αμαρτιαν, ουτος εστιν πατηρ μητρος, τουτεστιν της ιδιας αμαρτιας. Οι τοιουτοι ουν ουκ εισελευσονται εις οικον Κυριου εως τριτης και τεταρτης και δεκατης γενεας και εως εις τον αιωνα, τουτεστιν ο μη δι᾽ εξεως αγαθης και πραξεως—αυτη γαρ τριτη και τεταρτη γενεα των αρετων—και δια του ονοματος και της πιστεως του Κυριου Ιησου και δια τας δεκα του νομου εντολας και δια της του μελλοντος αιωνος εσομενης παλιγγενεσιας εαυτον τω Θεω οικειων, ουκ εισελευσεται εις οικον Θεου, τουτεστιν εν τη ουρανιω πολει, «εν η παντων ευφραινομενων η κατοικια». 
ΕΡΩΤΗΣΙΣ Α,79
Τι δηποτε εν μερει λεπρος ακαθαρτος εστιν παρα (≡14Α_324≡> του νομου, ο δε ολολεπρος ων καθαρος εστιν; 
ΑΠΟΚΡΙΣΙΣ
Ο κατα τι μερος λεπρος νεκρον εχει το μερος ω εστιν η λεπρα· υποφευγοντος γαρ του ζωτικου αιματος κοιλαινεται ο τοπος, και ηνικα τη αφη του ιερεως υπεκυπτεν η κοιλανσις της λεπρας, εμιαινεν τον τοιουτον· ουτω και ο κατα τι μερος της ψυχης λεπρωθεις κοιλανθεισης της ψυχης, τουτεστιν ταπεινωθεισης δια της υποχωρησεως της ζωτικης δυναμεως της αρετης, ακαθαρτος γινεται. Ο δε ολολεπρος την μεν χροιαν του λεπρου εχει, το δε ζωτικον αιμα δι᾽ ολου του σωματος εχει εν τη επιφανεια ενεσπαρμενον. Τουτο ουν σημαινει οτι ο εις το εσχατον περας της κακιας ελθων, ειτα μεταμεληθεις επαναλαμβανει την ζωτικην της αρετης δυναμιν, μονον δε την συνειδησιν εχει κεχρωσμενην ταις προτεραις προληψεσιν· ου δυναται γαρ απερ επραξεν μη λογιζεσθαι ως μη πραξας· δια τουτο ουν ο νομος τον τοιουτον καθαρον αποφαινει. 
ΕΡΩΤΗΣΙΣ Α,81
Τι δηποτε ο Χαμ επταισεν και ο Χανααν κατηραθη; και ει κατα το γραμμα τις την της Γραφης εννοιαν εκλαβοι, αδικος εν τουτω φανησεται ο δικαιος Νωε, αλλου πταισαντος επ᾽ αλλω την καταραν φερων· αλλως τε δε, και ει ο Χανααν κατηραθη, εδει (≡14Α_326≡> παντως και το εξ αυτου γενος κατηραμενον ειναι, ευρισκομεν δε το γενος αυτου μαλλον των αλλων τη του Χριστου προσδραμον[τα] πιστει. 
ΑΠΟΚΡΙΣΙΣ
Ευρισκομεν πανταχου τον Θεον και παντας τους αγιους κατα της κακιας αγωνιζομενους και ταυτη καταρωμενους. Επειδη ουν αυτη πρωτως κατα την εξιν εν τω ανθρωπω λαμβανει την γενεσιν, εκ ταυτης δε η κατ᾽ ενεργειαν προερχεται αμαρτια, εικοτως ο Χανααν ως την κατ᾽ ενεργειαν χαρακτηριζων αμαρτιαν της καταρας τετυχηκεν. Ει δε και κατα μονην την κινησιν της ψυχης τουτο σκοπησαι θελεις, οπερ εστιν εν τω συναμφοτερω, σωματος φημι και ψυχης, εξις εις τελος μη προελθουσα, τουτο ενεργεια εν τη ψυχη. 
ΕΡΩΤΗΣΙΣ Α,82
...................................
ΑΠΟΚΡΙΣΙΣ
Προνοια τοινυν εστιν εκ Θεου εις τα οντα γινομενη επιμελεια· προνοια εστιν βουλησις Θεου, δι᾽ ην παντα τα οντα την προσφορον διεξαγωγην λαμβανει. 
(≡14Α_328≡> ΕΡΩΤΗΣΙΣ Α,83
...................................
ΑΠΟΚΡΙΣΙΣ
Ωφθη τω Αβρααμ δι᾽ αγγελου, τω Μωυση δια πυρος εν βατω, Ησαια δια των σεραφιμ, Ιεζεκιηλ δια των χερουβιμ· διαφοροις τροποις εωρακεναι μεμαρτυρηκασιν ουτοι παντες.
 
 
ΠΑΡΑΛΛΑΓΗ Β' ΕΡΩΤΑΠΟΚΡΙΣΕΩΝ
 
(≡14Α_332≡> ΕΡΩΤΗΣΙΣ Β,6
Τι εστι το «ιδου δη τι καλον η τι τερπνον αλλ᾽ η το κατοικειν αδελφους επι το αυτο»; 
ΑΠΟΚΡΙΣΙΣ
Κατα μεν τον προχειρον νουν οτ᾽ αν ομοπιστοι ωσιν, «ιδου το καλον»· οτ᾽ αν δε συμφωνοι και τοις εργοις, «ιδου το τερπνον». «Αδελφους δε επι το αυτο κατοικουντας» νοησον τας τρεις της ψυχης δυναμεις η την ψυχην και το σωμα, οτ᾽ αν συμφωνα ωσι περι την των θειων γνωσιν και περι τας αγαθας πραξεις· οτ᾽ αν γαρ ευ πραττωσιν, «ιδου το καλον»· οτ᾽ αν δε και η γνωσις συμφωνει, «ιδου το τερπνον». 
(≡14Α_334≡> ΕΡΩΤΗΣΙΣ Β,7
«Ως μυρον επι κεφαλης το καταβαινον επι πωγωνα, τον πωγωνα τον Ααρων, το καταβαινον επι την ωαν του ενδυματος αυτου». 
ΑΠΟΚΡΙΣΙΣ
Μυρον εστι το Πνευμα το αγιον, κεφαλη δε ο νους, πωγων δε ο λογος· εμπεριεχει γαρ την καρδιαν ο λογος. Πωγων δε Ααρων ο κατασφαττων εστι τα παθη λογος και ιερουργων τας αρετας τω Θεω. Καταβαινει δε η του Πνευματος χαρις και επι την ωαν του ενδυματος, τουτεστι διαδιδοται δια της πρακτικης και επι την ηθικην φιλοσοφιαν· η γαρ ωα του ενδυματος το περας εστιν. 
ΕΡΩΤΗΣΙΣ Β,8
Ως «δροσος Αερμων η καταβαινουσα επι τα ορη Σιων». 
ΑΠΟΚΡΙΣΙΣ
Ορη Σιων εισιν οι τα υψηλα σκοπευοντες αγιοι· επι τουτους καταβαινει η δροσος του Αερμων. Αερμων δε ‘θηριων’ ερμηνευεται ‘αποστροφη.’ Φασι δε και τον Ιορδανην εκει γεννασθαι ποταμον· σημαινει δε δια τουτων την του αγιου βαπτισματος χαριν· αυτη γαρ αει καταβαινει επι τους αγιους και δι᾽ αυτης γινεται η των νοητων θηριων αποστροφη. 
(≡14Α_336≡> ΕΡΩΤΗΣΙΣ Β,9
Οτι «εκει ενετειλατο Κυριος την ευλογιαν, ζωην εως του αιωνος». 
ΑΠΟΚΡΙΣΙΣ
Αρραβων γαρ και των αγαθων παντων και της αϊδιου ζωης εστιν η δια του αγιου βαπτισματος διδομενη χαρις, ης μετοχοι γενοιμεθα χαριτι του Κυριου ημων Ιησου Χριστου. 
ΕΡΩΤΗΣΙΣ Β,14
Πως νοησομεν το εν τω αγιω Διονυσιω γεγραμμενον, οτι «και το μη ον εφιεται» του Θεου; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ουδεν των οντων εστιν ο Θεος αλλ᾽ υπερ παντα τα οντα, κατα τουτο και το μη ον θεσιν λαμβανει· Κυριως γαρ επ᾽ αυτου λεγεται το μη ον, επειδη ουδεν εστι των οντων. 
(≡14Α_338≡> ΕΡΩΤΗΣΙΣ Β,18
Τι εστιν· «ευκοπωτερον εστι καμηλον δια τρυμαλιας ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν των ουρανων»; 
ΑΠΟΚΡΙΣΙΣ
Ευκολωτερον εστι, φησι, το σκολιον των εθνων—τουτο γαρ η καμηλος—εισελθειν δια της στενης και τεθλιμμενης, οπερ εστιν η τρυμαλια, εις την των ουρανων βασιλειαν η των Ιουδαιων τον λαον εχοντα νομον και προφητας· ωσπερ δε η ραφις πιπτει εις δυο σχισματα και αποτελει εν, ουτω και ο Κυριος ημων Ιησους Χριστος, ος εστιν η ραφις, συνηψε τους δυο λαους, κατα τον Αποστολον ποιησας τα αμφοτερα εν. Αλλα και ο δι᾽ εγκρατειας λεπτυνας εαυτον και κλωσας ευκολωτερον εισερχεται δια της στενης πυλης εις την βασιλειαν των ουρανων η πλουσιος ο τραπεζη και ανθρωπινη δοξη εαυτον εμπλατυνων αει. 
ΕΡΩΤΗΣΙΣ Β,23
Διατι οι πρωην ανθρωποι εζων πολλα ετη, οι δε τελευταιοι ολιγα; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη παντη αθειαν ενοσουν οι πρωην, ωκονομησεν ο Θεος πολυν αυτους χρονον παρακατεχεσθαι εν τη ζωη ταυτη, οπως δια των αλλεπαλληλων συμβασεων εις αισθησιν αυτους αγαγη οτι εστιν τις προνοια η την ποικιλην των γινομενων διεξαγουσα κινησιν. Η δε τελευταια γενεα, επειδη γνωσιν ελαβε του τε γραπτου νομου και του πνευματικου, δια τουτο ου παρακατεχεται τη πολυχρονιω ζωη. 
 
ΠΑΡΑΛΛΑΓΗ Γ' ΕΡΩΤΑΠΟΚΡΙΣΕΩΝ
 
 
(≡14Α_344≡> ΕΡΩΤΗΣΙΣ Γ,1
Τι εστι το «ποιησωμεν ανθρωπον. κατ᾽ εικονα Θεου και ομοιωσιν», και υποκαταβας λεγει «και εποιησεν ο Θεος τον ανθρωπον, κατ᾽ εικονα Θεου εποιησεν αυτον» και παρελειπεν το καθ᾽ ομοιωσιν; 
ΑΠΟΚΡΙΣΙΣ
Επειδη ο πρωτος του Θεου σκοπος ην το ανθρωπον γενεσθαι «κατ᾽ εικονα Θεου και ομοιωσιν», εστι δε το «κατ᾽ εικονα» η αφθαρσια, η αθανασια, το αορατον, απερ εικονιζει το θειον, ταυτα δεδωκεν εχειν τη ψυχη, δεδωκως αυτη μετα τουτων και το αυτοδεσποτον και αυτεξουσιον, απερ παντα της ουσιας του Θεου εισιν εικονισματα. Το δε «καθ᾽ ομοιωσιν» εστιν η απαθεια, το πραον, το μακροθυμον και τα λοιπα της αγαθοτητος του Θεου γνωρισματα, απερ παντα ενεργειας Θεου εισιν παραστατικα. Τα ουν της ουσιας αυτου, απερ το κατ᾽ εικονα δηλουσιν, δεδωκε φυσικως τη ψυχη· α (≡14Α_346≡> δε της ενεργειας εισιν του Θεου, το «καθ᾽ ομοιωσιν» χαρακτηριζοντα, ταυτα τη ημετερα αυτεξουσιω αφηκε γνωμη, αναμενων του ανθρωπου το τελος, ει πως εαυτον δια της μιμησεως των θεοπρεπων της αρετης γνωρισματων τω Θεω ομοιον καταστηση· δια τουτο ουν παρελειπεν η θεια Γραφη εν τοις μετα ταυτα λεχθεισιν το «καθ᾽ ομοιωσιν». 
 
 
(≡14Α_350≡> (1393)
ΠΡΟΣ ΘΕΟΠΕΜΠΤΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ
 
Ερωτησαντα περι του κριτου της αδικιας και του, «εαν τις σε ραπιση επι την δεξιαν σιαγονα», και του, «μη μου απτου, ουπω γαρ αναβεβηκα προς τον Πατερα». 
 
Οις Λογος υπαρχει το προσκυνουμενον, τουτοις και βιος εκφαντωρ Λογου το κατορθουμενον· ινα σφραγιδα γνωσεως αληθους την πειραν λαβοντες της πραξεως, μαθωσιν αφ᾿ ων, ως θεμις, πεπονθασιν, οσον του τι ειδεναι, μειζον το γινεσθαι· και τουτου μαλλον, το αει και μαλλον, εως αν αυτοις η προς τον αιτιον αδιστακτος οικειωσις, κατορθωθειη, στασει την κινησιν περιγραφουσα και ατρεψια γνωμης την εφεσιν· οις και η κατα χαριν εκθεωσις, ιερας της κατα τονδε τον βιον και θεοειδους αγωγης, επαθλον αντιδιδοται. Προς ους μαλα σοφως καυτος απευθυνων τον βιον, θεοφυλακτε δεσποτα, ζητειν επειγη το πασι προκειμενον δι᾿ αγαθοτητα, και παντας δι᾿ απειριαν διαδιδρασκον· το μεν, ιν᾿ ελκυση προς εαυτο, τω αμηχανω της ωραιοτητος κεντριζων την εφεσιν· το δε, ινα στομωση, τη της υπεραπειρου καταπληξει και θειας υπεροχης περιστελλον τον κορον, υβρεως οντα πατερα και διαχυσεως γεννημα, τοις την φλογινην ρομφαιαν ου προθεωρουσι συν τοις Χερουβιμ τεταγμενην και στρεφομενην, ουκ αλλοις, η τοις διχα φοβον προς (≡14Α_352≡> αρετην επιστρεφουσιν· ενθεν τω μεγεθει της επι τα καλα προκοπης συνεπεκτεινων το μετριον, ω και μαλλον επαυξεις συν ασφαλεια την προοδον· ηξιωσας αγνωτην οντα με και ταπεινον επιγνωναι, δι᾿ ου τοις κατ᾿ αυτην η φυσις τροπου παρειχετο· φημι δε, του γραμματος ο λογος συνδεκτικος των αποντων εστι, και των ου βλεπομενων εμφανιστικος· τοσουτον νοησει παραδιδους και συναπτων τον τεως αισθησει μη γνωριζομενον, οσον δια ταυτης αυτος χαραττομενος παχυνεται σωματουμενος· ω και την εμην ουδενειαν εις ποθον ηγαγες τον υμετερον πλεον, η θεαν την οικειαν ασωματως κεκινηκας· προδειξας αυτον επ᾿ αμφοιν τουτοιν εχειν μαλλον το ισον περι τον λογον, η οσον ετεροι περι σε την του λογου χαριν παρα τους αλλους προτερηματα· οις δια βιου κοσμουμενος, (=1396=) πως ποτε την εμην αμβλυωπιαν προς θεωριαν εναγειν εσπουδασας, ιερων και ταυτα λογων, και ων η επιβασις, κρειττον η κατα ανθρωπον, τον ουπω τελειως υπεραναβαντα την των αστατων και διαστατων φυσιν και γενεσιν· μη οτι γ᾿ εμοι τω φορυτω τουτων εκουσιως συμφυρομενω, και σκωληκος δικην τη σηψει των ακαθαρτων καλινδουμενω και ηδομενω παθων. Πλην της ευπειθειας χαριν, και της υμετερας αγαπης τιμην, των υπερ αξιαν κατατολμων, εκεινα φημι περι ων εκελευσατε· στοχαστικως, αλλ᾿ ουκ αποφαντικως. 
Κριτην αδικιας εν τω Ευαγγελιω παραβολικως υπαρχειν και λεγεσθαι, τον ημετερον λογισμον, αρχηθεν εκ παραβασεως αδικων πεποιημενον την κρισιν· ως την του Κτισαντος μεν ου δεξαμενον εντολην· την δε του φθειροντος ελομενον συμβουλην· εξ ου και το χοϊκος ειναι, του ειναι, και του θεος γενεσθαι παμπολυ προετιμησε. Πολιν δε ειναι τουτου, την αισθησιν, η τον ορωμενον κοσμον· οις παραλογως κατα σχεσιν επαναπαυομενος, (≡14Α_354≡> της κατοικιας την παροικιαν ηλλαξατο· μητε Θεον φοβουμενος, μητε μην ανθρωπον τον αυτον γεγενημενον δι᾿ ημας εντρεπομενος· το μεν, δια την ανοιαν· το δε, δια την καταφρονησιν· εκεινην τε μη προορωμενην των κριματων το μεγεθος και ταυτην ουκ ειργομενην, ην τεως η χρηστοτης προσμενουσα την μεταβολην αναστελλει, την βασανον· αις εαυτον αυθαδως περιεσπειρε, τη δεδομενη παρα του Κτισαντος εις εξανυσιν των καθηκοντων αυτεξουσιω τιμη παρα το δεον αποχρησαμενος· και του νοουμενου το φανεν αγαθον κρινας, ο μη θεμις ην, αιρετωτερον. 
Χηραν δε διοχλουσαν, την λογικην ψυχην ατε δη προς καρπογονιαν ιερων και οσιων εργων ουκ εχουσαν τον τα καλα κατα φυσιν σπειροντα λογον. Μονη τη προς αυτην ολικη ταυτη στοργη και διαθεσει κρατουμενον· αλλ᾿ ου προσμενοντα δια την απονευσιν, και την αυθαιρετον προς τα τηδε ροπην.
Αντιδικον δε ταυτης, φημι της ψυχης, το της δυστηνου σαρκος ενυλον κινημα τε και φρονημα, δι᾿ ου της εν ημιν θειας εικονος και του κατ᾿ αυτην αξιωματος, το τε καλλος καταμολυνειν σπουδαζουσι, και το διαυγες αμαυρουν οι ακαθαρτοι δαιμονες, οπηνικα, δι᾿ ηδονης υποπιπτουσιν, επεισφρησουσι δεινως ημιν τα της ατιμιας αισχη και παθη· δι᾿ α και ο θανατος κατεκριθη της φυσεως, ουχ ελομενης το απαρχης της οντως κατατρυφησαι ζωης. 
Υπωπιασμους δε τους εκ της συνειδησεως μεθ᾿ υποφωνησεως τινος παρακλητικους αικισμους, οις προτινομενοις εκ της ψυχης, ηρεμα πως ειωθεν καμπτεσθαι το αυστηρον του λογισμου, και προς τα καλα δια την χρονιωτεραν εξιν ανυπεικτον, ου φεροντος ενδομυχουσαν, (=1397=) και οιον αικιζουσαν τε συνεχως και διοχλουσαν την βασανον· εως λυμηνηται τα την ψυχην λυμαινομενα παθη, δι᾿ εγκρατειας, και της προς τα μελη της σαρκος (≡14Α_356≡> εκουσιου νεκρωσεως. Ειτα και προς αγχιστειαν αυτου του λογου δι᾿ ευσεβειας, και της περι τα κρειττω τελεωτερας αγαγοι σπουδης, οις φυσικως ενεργουμενοις, τα οικεια και πατρικα παραβαλλων, ο υπερ ουσιαν και φυσιν Θεος Κυριος ημων Ιησους Χριστος, «ο δε Θεος ου μη ποιηση», φησι, «την εκδικησιν υμων», δι᾿ εμου σαρκωθεντος, και την του καθαιρετου της φυσεως ποιουμενου καθαιρεσιν.
Ουτω μεν ουν τα περι τουτου διεξηλθον επιτομως εγω, καθ᾿ οσον το εγχωρουν της διανοιας μετρον επηρκεσεν· ει και αλλως αλλοι τον τοπον κατανοησαντες· οι μεν εις Χριστον· οι δε τουμπαλιν, εις τον Αντιχριστον εξειληφασι. Δεος δε μοι νοειν, η λεγειν εκατερα· το μεν, ως ασυγκριτον· ου γαρ μειων μεν Υιου· μειζων δε Πατρος, η εκδικησις· η δι᾿ αλλου, και αλλη το συνολον, πλην του Υιου. Και πως επι της αυτης συγκριτικως φησι, το, «ο δε Θεος», φησιν, «ου ποιησει την εκδικησιν υμων»; Ου γαρ εχει χωραν· η διαφορος παντως δειχθησεται, και μετα της φυσεως ου δυναμενης το ισον δραν· και δια τουτο λοιπον ου συντασσομενης· εικονιζουσης δε μονον, ως υπερκειμενην, την υπερεχουσαν. Το δε, ως ανεκδεκτον και αμηχανον, το καλον ποιειν τον κακιας ευρετην και διδασκαλον· «ου γαρ δυναται», φησι, «δενδρον σαπρον καρπους καλους ποιειν»· καλον δε η εκδικησις, και τον την οχλησιν αφοσιουσθαι δεοντως του προσπελαζοντος· η τουτω παραβαλλεσθαι τυχον, ο μη θεμις, τον Πατερα, και πασης αρετης και ζωης χορηγον εξ Υιου, και ταυτα μονογενους, και ισου την φυσιν και την αγαθοτητα. Ου γαρ τα καλα δια των κακων μηνυεσθαι πεφυκεν, ωσπερ ουδε δια σκοτους το φως, η θανατου ζωη· και του μηδαμως οντος, το ον. Και ου λεγω ταυτα προς την εκεινων αθετησιν· εχομαι (≡14Α_358≡> γαρ και αντεχομαι ζωης πλεον, της των φαμενων διδασκαλιας· αλλα το οικειον μετριον δι᾿ ακραν δειλιαν ασφαλιζομενος. Την δε αναγνωσιν του υπωπιαζειν κανονιζειν ου πρεπον εμοι, δια την εν τουτοις αμαθιαν, η τοις ησκημενοις και σπουδη προελομενοις την παιδευσιν· οι ταυτην οφειλειν φασι κανονιζεσθαι βαρυτονως μαλλον, η περισπωμενως, οτι τε φασι των ρηματων ουδεν περισπαται, πλην ει μη εκ συναιρεσεως βαρυτονου καθεστηκεν, ως το, νοω, και ποιω, και χρυσω, και οσα τοιαυτα, φυλασσοντα και μετα προθεσεως επι της αυτης τον τονον.
Την δεξιαν, σιαγονα, την δεξιαν πραξιν φημι, και οσην ενθεος ημιν δια των εντολων συνισταμενος βιος χαρακτηριζει, ραπιζομενην υπο του πονηρου τη προληψει της ενεργουμενης καλοκαγαθιας· (=1400=) και τη πληγη της εντευθεν οιησεως, φλεγμαινουσαν πως δια κενοδοξιας, και επαιρομενην κατα των μηδεμιαν, α μη την ισην τυχον κεκτημενων· δι᾿ ην ωσπερ αλλην και οιον αριστεραν στρεφειν προσηκει, τον ηδη προτερον ημας κατα την απατην του αιωνος τουτου καταμολυναντα βιον, τουτω τε πληττεσθαι συνεχως δια της μνημης· και ως αμαρτωλους μαλλον συστελλεσθαι και μετριαζειν, η ως αγιους μετεωριζεσθαι, και δι᾿ επαρσιν καταπιπτειν, ουκ εχοντας πηξιν ιεραν την ταπεινωσιν. Τιμασθω δε μετα των κατα θεωριαν λαμβανομενων· μαλλον δε και προ τουτων, εις ετοιμασιαν ιεραν και προκαθαρσιν, και σωματικως ταυτα τελουμενα δια τον εντειλαμενον Κυριον· προσπαθειας εντευθεν εξιν τοις κατορθουσι δορουμενον, και της του πληττοντος περιγραφην απιστιας, τω ετοιμω της παραδοχης το προθυμον της πληγης αναστελλοντα, αιδομενου τυχον, ει μη τι αλλο, το υπερβαλλον της υποπτωσεως· και το μηδαμως αντιτεινεν τον δυναμενον τουτο ποιειν, ειργομενον δε δια την προσαξιν. 
Το δε, «μη μου απτου», προς την Μαγδαληνην λελεκται (≡14Α_360≡> Μαριαν παρα του Κυριου, κηπουρον αυτον ειναι νομισασαν· δηλουντος του μυστηριου, και υπεκφαινοντος, ως ψυχη πασα νοερα, μηπω το συμφυες σκηνος υπεραναβασα, και δια τουτο των εν γενεσει και φθορα μονον, ουδεν ουδαμως διαφεροντων λαχανων κηπευομενων· ιση γαρ επ᾿ αμφοιν η τε ροη και απορροη, και η του χρονου περιγραφη και περιοδος· δημιουργον ειναι τον Λογον υπολαμβανουσα, δια την περι ταυτα, και εως τουτων προοδον αυτου και συγκαταβασιν· ουκ αξια της τουτου κατα πνευμα καθεστηκεν επαφης, και ταυτα τοις φαινομενοις αυτον επιζητουσα· και σαρκα δι᾿ ημας γεγενημενον γινωσκουσα μονον αυτον· αλλ᾿ ουχι πρεποντως και Θεον εκ Θεου του Πατρος γεγεννημενον γινωσκουσα. Τουτο γαρ κατα το εικος νοειν υποβαλλει, το, «ουπω αναβεβηκα προς τον Πατερα μου», το μη δι᾿ ακρας θεολογιας και πιστεως, οις η των ορωμενων περιγραφεται φυσις, υψωθηναι προς της ουτω διακειμενης ψυχης· αλλ᾿ ετι παιδαγωγικως δεομενης εις εντελεστεραν τουτου καταληψιν, επι την αποκαλυπτικην εξιν των θειων ωσει τινα Γαλιλαιαν δια θεωριας αναδραμειν· και συν τοις υπ᾿αυτου προτετυπωμενοις και προβεβλημενοις λογοις, ολον ως θεμις περιληφθηναι, και γενεσθαι τοσουτον οπερ αυτος ην ο γενομενος οπερ ημεις, οσον εδειχθη τουτο γενομενος πλην μονης της αμαρτιας, ως και ημεις εκεινω διχα μονης της φυσεως, ηνικα της δωρεας της επιτυχοιμεν· ην δι᾿ ελπιδος νυν προσδεχομενος, και προσηκουσι των εντολων εργοις δεοντως αποσεμνυνων, απολαυσαις οσον επιστευσας, και τρυφησαις οσον επονησας· μαλλον δε πλεον και απειρακις οσον και ο ταυτης δοτηρ υπερουσιως υπερανεστηκε και φυσεως κινησιν, και παντος αιωνος περιληψιν.
 
 
(≡14Α_364≡>
ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΝΘ' (59) ΨΑΛΜΟΝ
 
«Εις το τελος, τοις αλλοιωθησομενοις, εις στηλογραφιαν τω Δαυιδ, εις διδαχην, οποτε ενεπυρισε την Μεσοποταμιαν και Συριαν Σωβα και επεστρεψεν Ιωαβ και επαταξε την φαραγγα των αλων, δωδεκα χιλιαδας».
«Εις το τελος, τοις αλλοιωθησομενοις» ο παρων επιγεγραπται ψαλμος, δια τε την επι τελει των χρονων δια της επιδημιας του Χριστου γενομενην τοις ανθρωποις εξ απιστιας εις πιστιν και απο κακιας εις αρετην και αγνοιας εις γνωσιν Θεου γνωμικην τε και προαιρετικην μεταβολην και αλλοιωσιν, δια τε την εις υστερον επι τελει των αιωνων γενησομενην δι᾽ αυτου του Σωτηρος ημων Θεου καθολικην του παντος γενους των ανθρωπων εν χαριτι φυσικην εκ θανατου και φθορας εις ζωην αθανατον και αφθαρσιαν δια της προσδοκωμενης αναστασεως αλλοιωσιν τε και ανανεωσιν· «εις στηλογραφιαν» δε τω «Δαυιδ», τουτεστιν αυτω τω Χριστω, δια τε την γεγενημενην ηδη κατα την θειαν αυτου σαρκωσιν, στηλης δικην, εν αυτω μεν ως αρχηγω και Σωτηρι, και μετ᾽ αυτον εν τοις κατ᾽ αυτον ευσεβως βιουσι της κακιας αναιρεσιν, δια τε τον ετι δι᾽ αυτου γενησομενον παντελη του τε θανατου και της φθορας αφανισμον. «Εις διδαχην» δε, οποταν «ενεπυρισε την Μεσοποταμιαν και την Συριαν Σωβα». Εις διδαχην ημιν τοις αλλοιουμενοις και αλλοιωθησομενοις, δηλονοτι την επαινετην και θειαν αλλοιωσιν, ο ψαλμος επιγεγραπται παρα του (≡14Α_366≡> Δαβιδ του νοητου, λεγω δε Χριστου του Θεου. Μονος γαρ αυτος αληθινος βασιλευς υπαρχων του Ισραηλ και ορωντος Θεον, ως πασης αναιρετης κακιας και αγνωσιας και νικητης παντος χρονου και φυσεως, δι᾽ ων εν ημιν η κακια συνιστασθαι πεφυκεν, ενεπυρισε την Μεσοποταμιαν, δια σαρκος ημιν ομιλησας, τουτεστι την επικλυζομενην τοις παρα φυσιν παθεσι της σαρκος εξιν της κακιας, και την «Συριαν Σωβα», τουτεστι την δεδουλωμενην τω χρονω ηγουν ηπατημενην τω αιωνι τουτω διαθεσιν· επτα γαρ η Σωβα ερμηνευεται, σαφως δε τουτο δηλοι την χρονικην ιδιοτητα· εβδοματικος γαρ ο χρονος. Φυσιν γαρ και χρονον ειωθεν ο διαβολος συνεπικινειν εαυτω κατα της αρετης και της γνωσεως, τους αφανεις συμπλεκων πολεμους, ως τας δυο Συριας κατα του Δαβιδ ο Αδρααζαρ—Αδρααζαρ γαρ εις την Ελλαδα φωνην μεταφραζομενος λυων ισχυν η κατασκαπτων δυναμιν ερμηνευεται—, οστις εστιν ο διαβολος ο δι᾽ απατης την πνευματικην ισχυν της ημετερας φυσεως κατ᾽ αρχας τη παραβασει της θειας εντολης διαλυσας, και τω χρονω και τη φυσει δουλωσας τον ανθρωπον· ανευ γαρ των υπο φυσιν και χρονον μαχεσθαι τοις ανθρωποις παντελως ου δυναται. 
«Και επεστρεψεν Ιωαβ και επαταξε την φαραγγα των Αλων, δωδεκα χιλιαδας».
Πας γαρ ο τω νοητω βασιλει Δαβιδ στρατηγων, τουτεστι τω Κυριω ημων Ιησου, κατα των εναντιων δυναμεων, πατασσει δωδεκα χιλιαδας εν τη φαραγγι των Αλων. Φαραγξ δε εστιν Αλων η σαρξ, ως χωριον παθων ατιμιας δια της παρακοης γενομενη, εν η, καθαπερ φαραγγι, δια λογου και θεωριας πας ευσεβης και φιλοθεος πατασσει φυσιν και χρονον, ηγουν την επ᾽ αυτοις της ψυχης παραλογον προληψιν, μηδαμως εμμενων (≡14Α_368≡> δια το υψος της αρετης και της γνωσεως τοις υπο φυσιν και χρονον νομοις. Ο γαρ δωδεκα αριθμος την φυσιν δηλοι και τον χρονον, ειπερ πενταδικη μεν η φυσις δια τας αισθησεις, εβδοματικος δε ο χρονος, ως πασι καθεστηκεν ευδηλον, πεντε δε τοις επτα συνθεις, τον δωδεκα πληρωσαις αν σαφως αριθμον. 
Τυχον δε και την κακως δι᾽ απατης παρα φυσιν συμπλακεισαν τη τετραδι των αισθητων τριαδα των δυναμεων της ψυχης κατα την σχεσιν, δι᾽ ης πασα γινεσθαι πεφυκεν αμαρτια, ο των ανηρημενων αριθμος υποσημαινει, ον καταφονευει καλως ο τω νοητω Δαβιδ εν τοις υπερ αληθειας αγωσιν υπουργων και γνωστικως τας αορατους μαχας συναπτων και κατα των πονηρων δυναμεων πνευματικως παραταττομενος· πασα γαρ ψυχης δυναμις, παρα φυσιν κινουμενη, τοις αισθητοις συμπλεκεσθαι πεφυκεν. Επειδαν ουν ο τε λογος και ο θυμος και η επιθυμια, τρεις τον αριθμον ουσαι γενικαι της ψυχης δυναμεις, τοις αισθητοις ηττηθωσι, τεσσαρσιν ουσι, τον δωδεκα αριθμον αποτελει· τεσσαρα γαρ επι τρια και τρια επι τεσσαρα συντιθεμενα, τουτον πληροι τον αριθμον, ον αναιρει ο τω Κυριω πιστως προσχωρων και καλως αριστευων κατα παντος αφανους και πολεμιου πνευματος. 
Επιγεγραπται γουν ο παρων ψαλμος «τοις μεν αλλοιωθησομενοις» ημιν, «εις διδαχην» των εις ημας παρα του νοητου Δαβιδ γενομενων αγαθων, «εις στηλογραφιαν δε τω Δαυιδ», τουτεστιν εις αναρρησιν των υπερ ημων αυτου θειων και σωτηριων κατορθωματων· αναρρησιν γαρ κατορθωματων η στηλογραφια δηλοι κατα τους επιστημονας των τοιουτων ονοματων εξηγητας.
«Ο Θεος, απωσω ημας και καθειλες ημας, ωργισθης και ωκτειρησας ημας». 
Απωσατο ημας ο Θεος, οταν, μη φυλαξαντες κατ᾽ αρχας (≡14Α_370≡> την εντολην, αναξιοι εφανημεν της κατα προσωπον αυτου ομιλιας· καθειλεν ημας, οταν του υψους της εν τω παραδεισω δοξης δια την ημων κακιαν απεξενωσεν· ωργισθη, οταν επι τιμωρια και κολασει της κακιας τω του θανατου επιτιμιω ημας καθυπεβαλεν· ωκτειρησεν ημας, οταν δια του μονογενους αυτου Υιου Θεου Λογου σαρκωθεντος και την υπερ παντων ημων οφειλην καταδεξαμενου ελυτρωσατο ημας του θανατου και εις την εαυτου δοξαν παλιν επανηγαγεν. 
«Συνεσεισας την γην και συνεταραξας αυτην· ιασαι τα συντριμματα αυτης, οτι εσαλευθη». 
Συνεσεισεν ημων την γην και συνεταραξε, τουτεστι την καρδιαν, δους ημιν την μαχαιραν του Πνευματος την το χειρον του κρειττονος γνωστικως διακρινουσαν και τον νομον του Πνευματος κατα του νομου της σαρκος επεγειρουσαν και τον κατα των παθων επαινετον πολεμον εν ημιν δημιουργουσαν και την εν ημιν των παθων συνεχειαν συσσειουσαν και συνταρασσουσαν επι ταις κατα προληψιν ατοποις μνημαις την συνειδησιν· ιαται δε τα συντριμματα της ημων καρδιας, απερ σαλευθεισα τε και ολισθησασα δια της παρακοης κατ᾽ αρχας εκ της εν τω παραδεισω παραβασεως υπεμεινε, δια της εν χαριτι πνευματικης αναγεννησεως.
«Εδειξας τω λαω σου σκληρα· εποτισας ημας οινον κατανυξεως· εδωκας τοις φοβουμενοις σε σημειωσιν του φυγειν απο προσωπου τοξου, οπως αν ρυσθωσιν οι αγαπητοι σου».
Δεικνυει σκληρα τοις φοβουμενοις αυτον δια των εντολων ο Θεος, κατα την πρακτικην φιλοσοφιαν τους τροπους της του σωματος νεκρωσεως υποτιθεμενος η τουναντιον δια της ποικιλης προνοιας και κρισεως φιλανθρωπως προς το συμφερον (≡14Α_372≡> παιδευων ημας, τους μη κατα θελησιν ανεχομενους τον θειον ζυγον υπελθειν του νομου των εντολων· ποτιζει δε οινον κατανυξεως, ηγουν την επομενην τη δια της πρακτικης καθαρσει κατα την πνευματικην θεωριαν χαριζομενος γνωσιν· πασα γαρ γνωσις πνευματικη κατανυσσει την καρδιαν, εις συναισθησιν αγουσα του μεγεθους των εφ᾽ ημιν θειων ευεργεσιων· διδωσι δε τοις φοβουμενοις αυτον σημειωσιν του φυγειν απο προσωπου τοξου, την νεκρωσιν του Ιησου εν τω σωματι περιφερειν διδασκων τους φοβουμενους αυτον, καθ᾽ ην η παντελης της αμαρτιας απραξια συνεστηκε· σημειωσις γαρ αληθης η δια σταυρου νεκρουσα το φρονημα της σαρκος καθεστηκε δυναμις.
«Προς το φυγειν απο προσωπου τοξου».
Τουτεστιν απο της εμφαινομενης τοις ουσιν απατηλης επιφανειας· προσωπον γαρ τοξου, φημι δε εκαστου δαιμονιωδους παθους, η την αισθησιν ερεθιζουσα των σωματων εστιν επιφανεια, καθαπερ ακις βελους την αισθησιν τιτρωσκουσα και προς τα παθη την ψυχην απρεπως διερεθιζουσα. Διοπερ απο προσωπου τοξου φησιν ο λογος φευξεσθαι τους φοβουμενους τον Κυριον, αλλ᾽ ουκ απο τοξου· το γαρ τοξον της αμαρτιας ανευ προσωπου τυχον ουδε τι δρασειε κατα των φοβουμενων τον Κυριον.
«Εφ᾽ ω ρυσθηναι τους αγαπητους του θεου».
Αγαπητοι δε Θεου εισιν οι κατα θεωριαν συνεκτικοι της θειας γνωσεως λογισμοι, ους ρυονται οι κατα την πρακτικην συνισταμενοι τροποι των αρετων απο πασης πλανης και πασων των διοχλουσων τη ψυχη κατα προληψιν της αμαρτιας μνημων.
«Σωσον τη δεξια σου και επακουσον μου. Ο Θεος ελαλησεν εν τω αγιω αυτου· Αγαλλιασομαι και διαμεριω (≡14Α_374≡> Σικημα και την κοιλαδα των σκηνων διαμετρησω».
Σωζει ο Θεος τη δεξια αυτου, διδους τον μονογενη αυτου Υιον—δεξια γαρ του Πατρος ο Υιος—λυτρον υπερ της του κοσμου σωτηριας· επακουει δε, διδους τω δικαιω προς τη αφεσει των αμαρτηματων και πνευματικα χαρισματα—ακουει μεν γαρ του ικετευοντος αυτον ο Θεος, πρωτον δια της μετανοιας αφεσιν διδους αμαρτηματων, επακουει δε, προς τη αφεσει των αμαρτηματων και τα δια χαριτος πνευματικης διδους ενεργηματα—· λαλει δε εν τω αγιω αυτου, τουτεστιν εν τω σαρκωθεντι αυτου Λογω, τον θειον αυτου σκοπον, τον αποκεκρυμμενον απο των αιωνων και απο των γενεων κατα την ενσαρκον αυτου του Χριστου οικονομιαν, δια της καθ᾽ ημας ανθρωποπρεπους αυτου αναστροφης οιονει διαρρηδην βοων και τω βιω διδους εις υποτυπωσιν αιωνιου ζωης εικονα, πασης γεγωνοτεραν φωνης, την των αγαθων εργων επιδειξιν· ‘λαλει’ δε και ‘εν’ εκαστω ‘αγιω’ φυλαττοντι αυτου τας εντολας, οιον ζωντας δεικνυς δια των εργων τους λογους και πασης φωνης γεγωνοτερους.
Αγαλλιαται δε ο δικαιος, ηνικα, τελειωθεις τη χαριτι του Μονογενους, ικανος γενηται ‘διαμερισαι’ την ‘Σικημα,’ τουτεστιν αλλοις αναλογως εκ πειρας επιστημονος υποθεσθαι τους κατα την πρακτικην ανδρικους των αρετων τροπους· ωμιασις γαρ η Σικημα ερμηνευεται, οπερ εστιν η παντων μεν εφεκτικη των παθων, πασων δε ενεργητικη των αρετων εξις—πραξεως γαρ συμβολον τον ωμον ειναι φασιν.
Και την κοιλαδα των Σκηνων διαμετρει, τους προσφορους εκαστω των οντων κατα την φυσικην θεωριαν λογους απονεμων· η γαρ ‘κοιλας των Σκηνων’ ο παρων εστι κοσμος, εν ω παντων κατα την εκαστου διαφορον γνωμην τε και διαθεσιν απαγης υπαρχει και προσκαιρος, σκηνων δικην, η παρουσα ζωη. 
῍Η παλιν Σκηναι τυγχανουσι της παρουσης κοιλαδος οι (≡14Α_376≡> των αρετων τροποι, ους διαιρει γνωστικως τοις διδασκομενοις, προς την εκαστου εξιν καταλληλον διδους αγωγην και προσφυλακην των τιμιων, ο διανεμειν ειδως εκαστω δια της καλης διδασκαλιας την αρμοζουσαν προς σωτηριαν οδον.
῍Η Σκηναι κοιλαδος υπαρχουσιν αι δια Χριστου του Σωτηρος ημων Θεου παγεισαι κατα πασαν την οικουμενην των πιστευσαντων εθνων Εκκλησιαι, ο και μαλλον, ως οιμαι, των αλλων εστιν επιφανεστερον. 
῍Η παλιν ‘κοιλαδα Σκηνων διαμετρει’ ο τον κοσμον των σωματων καθαπερ κοιλαδα σκηνων γνωσει περιλαμβανων· «σκηνος» γαρ πολλαχου της Γραφης το σωμα προσηγορευθη. 
«Εμος εστι Γαλααδ και εμος εστι Μανασσης και Εφραιμ κραταιωσις της κεφαλης μου».
Γαλααδ κατα μιαν των επι τω ονοματι τουτω ερμηνειων εστιν αποκαλυψις, Μανασσης δε ερμηνευεται ληθη· αποκαλυψις δε και ληθη εικοτως προσγινονται τω δικαιω, λαμβανοντι μεν δια θεωριας των απορρητων την μυησιν, των δε κατ᾽ αρετην πονων την ληθην δια την διαδεχομενην τους πονους των αρετων ευφροσυνην της πνευματικης θεωριας. Εφραιμ δε ερμηνευεται πλατυσμος, οπερ εστιν η κατα πιστιν επι τοις μελλουσιν αγαθοις απτωτος ελπις, ητις εστιν αντιληψις ‘της κεφαλης’ του δικαιου, τουτεστι της πιστεως· παντος γαρ δικαιου κεφαλη η πιστις εστι και παντος εργου αγαθου, ‘κραταιωσις’ δε ταυτης καθεστηκεν ασφαλης η των μελλοντων αγαθων αδιαπτωτος ελπις· καθ᾽ ην ως παροντα τα μελλοντα θεωρουντες, εμπλατυνομεθα ταις θλιψεσιν, ακαταπτωτοι εν τοις πειρασμοις διαμενοντες.
«Ιουδας βασιλευς μου, Μωαβ λεβης της ελπιδος μου».
Ιουδας εξομολογησις ερμηνευεται· αρχει γαρ η δι᾽ ευχων εξομολογησις εν τοις αγιοις παντος αγαθου. Δυναται δε νοηθηναι και εις τον Κυριον ο Ιουδας, ος εστιν αληθινος βασιλευς του πνευματικου Ισραηλ και ορωντος Θεον, ο υπερ ημων, ηνικα γεγονεν ανθρωπος, εξομολογουμενος προς τον Πατερα και λεγων· «εξομολογουμαι σοι, Πατερ αγιε». Μωαβ δε 'εντερον πατρος' ερμηνευεται, νοειται δε το ημετερον σωμα, δι᾽ ου κατα την πρακτικην φιλοσοφιαν, λουτρου δικην —οπερ δηλοι σαφως ο λεβης—, η καθαρσις πεφυκε γινεσθαι των αμαρτηματων· καθαρσις γαρ εστιν ο ‘λεβης της ελπιδος,’ τουτεστιν η δια βιου κατα την καθαρσιν προς κληρονομιαν των κατ᾽ ελπιδας αποκειμενων ημιν αγαθων ετοιμοτης.
Δυναται δε παλιν νοηθηναι ο ‘Μωαβ’ και εις την σαρκωσιν του Κυριου· Υιος γαρ ανθρωπου δι᾽ ημας γεγονε τε και εχρηματισεν ο αληθινος ‘λεβης της ελπιδος’ ημων, τουτεστιν ο ρυπτικος και καθαρτικος των εκ της αμαρτιας ημετερων κηλιδων τε και μολυσμων.
«Επι την Ιδουμαιαν εκτενω το υποδημα μου, εμοι αλλοφυλοι υπεταγησαν».
Ιδουμαια αιματωδης πηλος ερμηνευεται. Δυναται δε ληφθηναι και εις την σαρκα του Κυριου, δι᾽ ης επεβη, ως δι᾽ ‘υποδηματος,’ τοις ανθρωπινοις, αλλως χωρησαι τον Ποιητην μη δυναμενης της κτισεως, απειρον τε και αχωρητον κατα φυσιν τυγχανοντα.
Δυναται δε παλιν νοηθηναι και εις την εκαστου ημων σαρκα, εφ᾽ ης ‘εκτεινομεν το υποδημα,’ τουτεστι την φρουρουσαν την ψυχην απο των πονηρων του διαβολου τριβολων τε και (≡14Α_380≡> ακανθων ασκησιν τε και εγκρατειαν—τουτο γαρ χρη νοεισθαι το υποδημα—· ανευ γαρ ασκησεως και ακριβους εγκρατειας τα της σαρκος παθη καταπαλαισαι τον ασκητην της ευσεβειας αμηχανον.
Δυναται δε παλιν υποδημα νοηθηναι ψυχης και η δια λογου και θεωριας νεκρωθεισα αισθησις, δι᾽ ης επιβαινουσα η ψυχη τοις αισθητοις, τον αιωνα τουτον αβλαβως διαπορευεται, τους αυτου λογους δια μεσης της αισθησεως ως υποδηματος φαντασιουμενης, τας των ορατων κατ᾽ ειδος και σχημα διαφορας αναλεγομενη προς την του ενος μονου τε και αρχικου Λογου συνεσιν και επιγνωσιν.
«Εμοι αλλοφυλοι υπεταγησαν».
Ηνικα γαρ δια σαρκος τοις καθ᾽ ημας επεχωριασε τοποις ο Κυριος, υπεταγη τω κρατει της ισχυος αυτου ου μονον καταργηθεντα τα πνευματα της πονηριας, αλλα και παντα τα εθνη, δεξαμενα δια της κλησεως το σωτηριον του Ευαγγελιου κηρυγμα, υπεκυψεν· ‘υποτασσονται’ δε και παντι δικαιω οι ‘αλλοφυλοι,’ ηνικα επιβαλων, ωσπερ υποδημα, τη γη της σαρκος αυτου την νεκρουσαν τον νομον της αμαρτιας εγκρατειαν, δαμασει ου μονον τα εμφωλευοντα αυτη ακαθαρτα παθη, αλλα και τους ενεργουντας ταυτα πονηρους καταργησει δαιμονας.
«Τις απαξει με εις πολιν περιοχης;»
Πολις εστι περιοχης η εκ πολλων συνηθροισμενη θειων και μυστικων θεωρηματων σοφια, περιεχομενη ηγουν περιπεφραγμενη, καθως ετερος εφη των εκδοτων, τοις των αρετων οχυρωμασιν. 
῍Η παλιν ‘πολις’ εστι ‘περιοχης’ η καταστασις, καθ᾽ ην αναλωτος και απροσπελαστος γινεται τοις πολεμιοις δια την φρουρουσαν αυτον των αγιων δυναμεων περιβολην ο γε αληθως θεοσεβης και φιλοθεος. 
῍Η παλιν ‘πολις’ εστι ‘περιοχης’ η λογω και βιω τετειχισμενη (≡14Α_382≡> ψυχη και πασαις ταις των αρετων πληθουσα χαρισιν.
῍Η παλιν ‘πολις’ εστι ‘περιοχης’ η της αληθους και απταιστου γνωσεως εξις η εκ παντων ηθικων τε και φυσικων και θεολογικων θεωρηματων περιεχομενη, εις ην απαγεται πας ευσεβης, υπ᾽ αλλου μεν ουδενος, υπο μονου δε του Θεου του παντας προς εαυτον ελκοντος δι᾽ αφατον αγαθοτητος μεγεθος.
«῍Η τις οδηγησει με εως της Ιδουμαιας;»
Ιδουμαια, καθως εδειξε προλαβων ο λογος, εστιν η παντων των υπο αισθησιν κτισματων συστασις, περι ην η εν πνευματι φυσικη θεωρια συνιστασθαι πεφυκεν, καθ᾽ ην εκ καλλονης και μεγεθους κτισματων αναλογως ο γενεσιουργος τω ευσεβως αναλεγομενω την των οντων γνωσιν θεωρειται.
Η τυχον η κατ᾽ αρετην πρακτικη δια σαρκος φιλοσοφια, καθ᾽ ην του αγιου Πνευματος γινεται ναος το ημετερον σωμα, τοις των εντολων συνοικοδομουμενον καλλεσιν, εις ην ο αυτος παλιν ‘οδηγει’ Κυριος, χαριζομενος τοις αγαπωσιν αυτον και των ορωμενων την επιστημην, και διδασκων των μελων της γηινης ταυτης και επικηρου σαρκος την νεκρωσιν.
῍Η ινα συνελων ειπω, ‘πολις’ εστι ‘περιοχης’ η των νοητων γνωστικη θεωρια, ‘Ιδουμαια’ δε η των αισθητων επιστημη, εις ας ‘απαγει’ τε και ‘οδηγει’ η μονη του Θεου και Πατρος σοφια, ο μονογενης Υιος. Διο επαγων ο προφητης φησιν·
«Ουχι συ, ο Θεος, ο απωσαμενος ημας;»
Τουτεστιν οτι Συ, ο Θεος, ο κατ᾽ αρχας δια την αμαρτιαν ‘απωσαμενος ημας,’ αυτος δια σπλαγχνα ελεους σου οικτειρησας, (≡14Α_384≡> ‘απαγεις εις πολιν περιοχης’ και ‘οδηγεις εως της Ιδουμαιας’ κατα την προαποδεδομενην εξηγησιν.
«Και ουκ εξελευση, ο Θεος, εν ταις δυναμεσιν ημων».
‘Ου’ γαρ ‘εξελευσεται ο Θεος εν’ τω εφ᾽ εαυτω θαρρουντι και επι τω τοξω ελπιζοντι και την ρομφαιαν επιγραφομενω εαυτου σωτηριον, αλλ᾽ εν τοις εν αυτω τω Θεω κερατιουσι τους εχθρους και εν τω ονοματι αυτου εξουδενουσι τους επανισταμενους αυτοις εικοτως ο Θεος εξελευσεται προς τον κατα των αορατων εχθρων πολεμον.
«Δος ημιν βοηθειαν εκ θλιψεως· και ματαια σωτηρια ανθρωπου».
Ευκτικως δεεται του Θεου και Σωτηρος εκ προσωπου της κοινης φυσεως ο προφητης ‘δοθηναι ημιν βοηθειαν εκ’ της ‘θλιψεως,’ δηλαδη της κατασκεδασθεισης της φυσεως δια την αμαρτιαν και μεχρι των του αδου πυλων αυτην καταπιεσασης. ‘Θλιψις’ γαρ, κατ᾽ εμε φαναι, η του θανατου και της φθορας εστι τυραννις και επικρατεια, ‘βοηθεια’ δε η δια της χαριτος βεβαια της αναστασεως ελπις, προς ην αφορωντες οι ευσεβεις την του θανατου κατηφειαν αλυπως διαφερουσιν.
῍Η παλιν ‘θλιψις’ εστιν ο υπερ αρετης πονος, ‘βοηθεια’ δε η τουτον διαδεχομενη κατα Θεου χαριν απαθεια, προς ην πασα συγκρινομενη ανθρωπων σωτηρια ματαιοτης εστι και παντελης ανυπαρξια· τουτο γαρ δικαιον νοεισθαι την ματαιοτητα.
«Εν τω Θεω ποιησωμεν δυναμιν και αυτος εξουδενωσει τους θλιβοντας ημας».
Εν τω Θεω ποιουσι δυναμιν οι μη επιγραφοντες εαυτοις (≡14Α_386≡> των αρετων τα κατορθωματα μηδε τη εαυτων σοφια την των θειων μυστηριων καταληψιν, εν οις ‘αυτος’ ο Θεος μονωτατος και ολως χωρων, πασαν αρετην εργαζεται και χαριζεται γνωσιν, ‘εξουδενων’ παντας τους αντικειμενους τη τε αρετη και τη γνωσει πονηρους δαιμονας και δια κακιας και αγνωσιας ‘εκθλιβειν’ επιχειρουντας τους φοβουμενους αυτον. Αυτος γαρ παντων υπαρχει Σωτηρ, οτι και παντων Δημιουργος. Αυτω η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην.
 

Tris Ierarhes

Εορτολόγιο
Παρασκευή 25 Ιουλίου
Κοίμησις Αγίας Άννης, Ολυμπιάδος
Εκκλησία και κοινωνία
Με μια ματιά

face

Ψαλμοί
sound by Jbgmusic

Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 40 επισκέπτες και κανένα μέλος