ploigisi h3
bottom_neo.jpg

facebook2

001ΤΗ ΠΕΜΠΤΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΕΣΠΕΡΑΣ.

Ψάλλομεν τὴν παροῦσαν Ἀκολουθίαν, τὴν γεγονυῖαν παρὰ κυρίου Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου, εἰς τὴν Ὑπεραγίαν καὶ Κυρίαν Δέσποιναν Θεοτόκον, τὴν Ζωοδόχον Πηγήν· οὐ γὰρ εὕρομεν ὑπὸ τυπικοῦ τὴν τοιαύτην Ἀκολουθίαν, ἀλλ΄ ἐτέθη δι΄ ἀγάπην τῆς Ὑπεραγίας Θεοτόκου. Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι΄, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου ς΄. Ἦχος πλ. β΄.

Νίκην ἔχων Χριστέ, τὴν κατὰ τοῦ Ἅδου, ἐν τῷ Σταυρῷ ἀνῆλθες, ἵνα τοὺς ἐν σκότει θανάτου καθημένους, συναναστήσῃς σεαυτῷ, ὁ ἐν νεκροῖς ἐλεύθερος. Ὁ πηγάζων ζωήν, ἐξ οἰκείου φωτός, παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.

Σήμερον ὁ Χριστός, θάνατον πατήσας, καθὼς εἶπεν, ἀνέστη, καὶ τὴν ἀγαλλίασιν τῷ κόσμῳ ἐδωρήσατο· ἵνα πάντες κραυγάζοντες τὸν ὕμνον οὕτως εἴπωμεν· Ἡ πηγὴ τῆς ζωῆς, τὸ ἀπρόσιτον φῶς, παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

Σὲ Κύριε, τὸν ὄντα, ἐν πάσῃ τῇ κτίσει, ἁμαρτωλοὶ ποῦ φύγωμεν; ἐν τῷ οὐρανῷ; αὐτὸς κατοικεῖς· ἐν τῷ Ἅδῃ; ἐπάτησας θάνατον· εἰς τὰ βάθη τὰ τῆς θαλάσσης; ἐκεῖ ἡ χεὶρ σου Δέσποτα. Πρὸς σὲ καταφεύγομεν, σοὶ προσπίπτοντες ἱκετεύομεν, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐλέησον ἡμᾶς.

Στιχηρὰ Ἀνατολικά. Ἐν τῷ Σταυρῷ σου Χριστὲ καυχώμεθα, καὶ τὴν Ἀνάστασιν σου ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.

Δόξα τῇ δυνάμει σου Κύριε, ὅτι κατήργησας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου· ἀνεκαίνισας ἡμᾶς διὰ τοῦ Σταυροῦ σου, δωρούμενος ἡμῖν ζωὴν καὶ ἀφθαρσίαν.

Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας, θανάτῳ θάνατον ὤλεσεν.

Καὶ τῆς Ζωοδόχου Πηγῆς τρία. Ἦχος ὁ αὐτός. Ὅλην ἀποθέμενοι.

Ξένα καὶ παράδοξα, τῶν οὐρανῶν ὁ Δεσπότης, ἐπὶ σοὶ τετέλεκε, καταρχὰς Πανάμωμε· καὶ γὰρ ἄνωθεν, ἐμφανῶς ἔσταξεν, ὑετὸς καθάπερ, ἐν τῇ μήτρᾳ σου Θεόνυμφε, Πηγὴν δεικνύων σε, σύμπαν ἀγαθὸν ἀναβλύζουσαν, πλημμύραν τε ἰάσεων, τὰς εὐεργεσίας προῤῥέουσαν ἅπασιν ἀφθόνως, τοῖς χρήζουσι τὴν ῥῶσιν τῶν ψυχῶν, καὶ τὴν ὑγείαν τοῦ σώματος, ὕδατι τῆς χάριτος. (Δίς).

Μάννα σε οὐράνιον, καὶ Παραδείσου Παρθένε, τὴν Πηγὴν τὴν ἔνθεον, ὀνομάζω Δέσποινα προσφυέστατα· τῆς γὰρ γῆς ἔδραμεν, ἡ ῥοὴ καὶ χάρις, τῆς Πηγῆς σου τετραμέρειαν αὐτῆς καλύπτουσα, ξένοις τεραστίοις ἑκάστοτε, καὶ πᾶσι τὸ αἰτούμενον γίνεται τὸ ὕδωρ πινόμενον· ὅθεν γεγηθότες, Χριστώνυμοι προστρέχομεν πιστῶς, ἁγιασμὸν ἀρυόμενοι, πάντοτε γλυκύῤῥοον.

Ῥεῖθρα τῶν ἰάσεων, ἀναβλυστάνεις Παρθένε, τοῖς πιστῶς προστρέχουσι, τῇ Πηγῇ σου πάντοτε, Θεονύμφευτε· δωρεὰν ῥέεις γάρ, δαψιλῆ καὶ χύδην τοῖς νοσοῦσι τὰ ἰάματα· τυφλοὺς ἐμβλέποντας, φαίνεις ἐναργῶς προσιόντας σοι· χωλοὺς πολλοὺς ἀνώρθωσας καὶ τοὺς παρειμένους συνέσφιγξας· τὸν δὲ νεκρωθέντα, ἐζώωσας προσχύσει τῇ τριττῇ· ὑδρωπικῶν καὶ δυσπνόων τε, πάθη ἐθεράπευσας.

Δόξα... Ἦχος πλ. δ΄. Τίς λαλήσει τὰς δυναστείας σου Πηγή, ἥτις ἐξ ἀκενώτων θαυμάτων πλημμυροῦσα, πολλὰ καὶ ὑπὲρ φύσιν ἐνεργεῖς διὰ ἰάσεων; Βαβαὶ τῶν μεγαλείων, ὧν τοῖς πᾶσιν ἐπιῤῥέεις! οὐ μόνον γὰρ νοσήματα χαλεπὰ ἀπήλασας, τῶν προσιόντων μετὰ πόθου, ἀλλὰ καὶ τὰ τῶν ψυχῶν πάθη ἐκπλύνεις, καθαρίζουσα πανάσπιλε, σὺν πᾶσι βραβεύουσα καὶ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον. Ἦχος πλ. β΄. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι΄ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ΄ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Προκείμενον. Ἦχος βαρύς. Ἀγαπήσω σε Κύριε ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου. Στίχ. Ὁ Θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ΄ αὐτόν. Στίχ. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον. Στίχ. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου.

Εἰς τὸν Στίχον, τὸ Ἀναστάσιμον Στιχηρὸν τῆς Ὀκτωήχου. Ἦχος πλ. β΄. Τὴν Ἀνάστασιν σου Χριστὲ Σωτήρ, Ἄγγελοι ὑμνοῦσιν ἐν οὐρανοῖς· καὶ ἡμᾶς τοὺς ἐπὶ γῆς καταξίωσον, ἐν καθαρᾷ καρδίᾳ σὲ δοξάζειν.

Εἶτα, τὰ Στιχηρὰ τοῦ Πάσχα. Εἶ δὲ βούλει, λέγε πρῶτον τὰ παρόντα Στιχηρὰ τῆς Θεοτόκου. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ἡ ζωηφόρος Πηγή, κατὰ θαλάσσας πελαγίζουσα θαύματα, πρὸς πᾶσαν τὴν οἰκουμένην, Ὠκεανὲ νοητέ, τὰ Νειλῷα ῥεῖθρα ὑπερβαίνουσα, τῇ χύσει τῆς χάριτος· Σιλωὰμ ἐκ πέτρας ἄλλος δεύτερος, ὕδωρ πηγάζων, ὡς παράδοξον· Ἰορδάνου τε δεξαμένη ἐνέργειαν, μάννα σωτηριῶδες τε ἐναργῶς τὸ γινόμενον, πρὸς τοῦ ζητοῦντος τὴν χρείαν· πλούσιον ὄντως καὶ ἄφθονον. Χριστοῦ Μῆτερ Κόρη, ἡ προχέουσα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ὕμνοις ἐν ἐξαισίοις Πιστοί, τὴν ἐπουράνιον νεφέλην ὑμνήσωμεν, σταγόνα τὴν οὐρανίαν, τὸν ζωοδότην Χριστόν, ἐπὶ γῆς ἀῤῥεύστως ὑετίζουσαν· τὸ ζῶν, τὸ ἁλλόμενον, καὶ πηγάζον ἀθάνατα, ὕδωρ τὸ θεῖον, τὴν ἀμβροσίαν τοῦ νέκταρος, τοῦ μηδέποτε μετὰ πόσιν ἐκρέοντος· δίψαν δὲ τὴν συντήκουσαν, ψυχὰς ἀπελαύνοντος· οὗπερ πιόντες ἐμφρόνως, ῥεύματα θεῖα προβάλλονται, κοιλίας ἐκ νόου, ἐπομβρίζοντα τοῖς πᾶσι, χάριν τὴν ἄφθονον.

Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. «Χαίροις, ἡ Ζωοδόχος Πηγή, ἡ ἀενάως ἀναβλύζουσα χάριτας, ἡ βρύσις τῶν ἰαμάτων, ἡ πᾶσαν νόσων ἰσχύν, ἀσθενῆ καί φαύλην ἀπελέγχουσα· τυφλῶν ἡ ἀνάβλεψις, καί λεπρῶν θεία κάθαρσις· σθένος ἀρρώστων, παρειμένων ἀνόρθωσις, ἡ πηγάζουσα, νοσημάτων πᾶν φάρμακον, ἅπασι τοῖς προστρέχουσι, πιστῶς τῷ τεμένει σου, μέγα κοινόν ἰατρεῖον, ἄμισθον ὄντως καί ἕτοιμον, Χριστοῦ Μῆτερ Λόγου, τοῦ πηγάζοντος τῷ κόσμῳ, τό μέγα ἔλεος.»

Δόξα... Ἦχος πλ. α΄. Σαλπίσωμεν φιλέορτοι ἐν ὕμνοις, σκιρτήσωμεν ἐν ὕδατι, καὶ χορεύσωμεν εὐφραινόμενοι, τοῖς ἀενάως πλημμυροῦσι τῆς ζωηφόρου Πηγῆς· Βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ Πηγῆς τὴν χάριν προχείτωσαν ἀφθόνως· Βασιλεῖς γὰρ ἔσωσε· τοὺς ἐν κλίνῃ συσχεθέντας δέ, τῇ προσψαύσει ἐξανέστησε. Ποιμένες τε καὶ σύμπαντες, τὴν ὀμβροφόρον νεφέλην, τὸ σωτήριον συνελθόντες ἀρυσώμεθα· οἱ ἐν νόσοις ἀπαλλαγήν· οἱ ἐν κινδύνοις τὴν ῥῶσιν· τὴν ἀναψυχὴν οἱ ἐν δίψει· τὰ ὄμματα τε οἱ τυφλοί· οἱ κωφεύοντες τὴν εὐηκοΐαν· τὴν ἰατρείαν οἱ καχεκτοῦντες· οἱ ἐν θανάτοις τὴν ζωηφόρον· οἱ πάντες τὴν πανταχοῦ πιστοῖς προῤῥέουσαν, ὕδατα σωτηρίας, ἀνακροτήσαντες, οὕτω κράξωμεν· Ἀείζωα προχέουσα νάματα, ἐκ Πηγῆς ἁγνή, μὴ διαλίπῃς Παρθένε πρεσβεύουσα πάντοτε ὑπὲρ τῶν δούλων σου.

Καὶ νῦν... Ἦχος α΄. Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Χριστὸς ἀνέστη...

Ηχος α´.«῾Ο ναός σου, Θεοτόκε, ἀνεδείχθη παράδεισος, ὡς ποταμούς ἀειζώους, ἀναβλύζων ἰάματα· ᾧ προσερχόμενοι πιστῶς, ὡς Ζωοδόχου ἐκ Πηγῆς, ῥῶσιν ἀντλοῦμεν, καί ζωήν τήν αἰώνιον· πρεσβεύεις γάρ σύ, τῷ ἐκ σοῦ τεχθέντι Σωτῆρι Χριστῷ, σωθῆναι τάς ψυχάς ἡμῶν.»

Καὶ ἀπόλυσις.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ ΠΡΩΪ. Εἰς τὸν Ὄρθρον, ὁ Κανὼν τοῦ Πάσχα μετὰ τῶν εἱρμῶν εἰς η΄, καὶ τῆς Θεοτόκου εἰς ς΄. Ὁ Κανὼν τοῦ Πάσχα. Ὠδὴ α΄. Ἦχος α΄.

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί· Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες.

Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατὸς τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος.

Εἶτα τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς. Νικηφόρου Καλλίστου τοῦ Ξανθοπούλου. Εἱρμὸς ὁ αὐτός.

Νῦν πηγάσαις μοι Παρθένε, Θεοτόκε Πηγή, χάριν διδοῦσα λόγου, ὡς ἀνυμνήσω σου πηγήν, τὴν βλυστάνουσαν ζωήν, καὶ χάριν πιστοῖς· σὺ γὰρ ἐνυπόστατον Λόγον ἐπήγασας.

Ἰατρεῖον ὑπὲρ φύσιν, ὁ ναός σου σεμνή, δείκνυται πᾶσι Κόρη· ἐκ γὰρ θανάτου προφανοῦς τοὺς προστρέχοντας πιστούς, σαφῶς ἀνιστᾷ, καὶ πᾶσι τὴν ἄφθονον, ἀναβλύζει γλυκύτητα.

Καταῤῥέεις οὐρανόθεν ἀκενώτως ἡμῖν, χαρίτας ὄντως μόνη· τὸν γὰρ τυφλώττοντα ποιεῖς, ἀναβλέπειν πρὸς τὸ φῶς, βορβόρῳ καινῷ, φωνήσασα ἄνωθεν, ὑπὲρ ἔννοιαν τῷ Λέοντι.

Ἡ κοινὴ φιλοτιμία, τοῦ βροτείου σεμνή, Χαῖρε Μαρία, Χαῖρε· ὁ γὰρ τῶν ὅλων ποιητής, ἐπὶ σοὶ ὥσπερ σταγών, κατέβη σαφῶς, Πηγὴν σε ἀθάνατον, ἀναδείξας Θεόνυμφε.

Καταβασία. Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

Ὠδὴ γ΄.

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Νῦν πάντα πεπλήρωται φωτός, οὐρανὸς τε καὶ γῆ, καὶ τὰ καταχθόνια· ἑορταζέτω γοῦν πᾶσα κτίσις, τὴν Ἔγερσιν Χριστοῦ, ἐν ᾗ ἐστερέωται.

Χθὲς συνεθαπτόμην σοι Χριστέ, συνεγείρομαι σήμερον ἀναστάντι σοι· συνεσταυρούμην σοι χθές· αὐτός με συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.

Τῆς Θεοτόκου. Φωτεινόν σε ἅγιον ναόν, τοῦ Δεσπότου τῶν ὅλων Κόρη ἐπίσταμαι· καὶ ἀφθαρσίας πηγήν, τὸ ὕδωρ προῤῥέουσαν Χριστόν, ἐξ οὗ ποτιζόμεθα.

Ὅσην χάριν Δέσποινα Πηγή, Αὐτοκράτορι δίδως οὔρων τὴν πρόοδον, ἐπεχομένην δεινῶς, τοῦ λίθου ὑπόστασιν φρικτήν, τῷ ὕδατι λύσασαν.

Ῥέει χάρις ἄφθονος ἐκ σοῦ, Θεοτόκε Παρθένε χύδην πηγάζουσα· χωλοὶ σκιρτῶσιν ἐν σοί, λεπρῶν καθαρίζεται πληθύς, καὶ Δαίμονες πνίγονται.

Ὅλοις νέμεις ἴασιν πιστοῖς, βασιλεῦσι, δημόταις, καὶ πένησιν, ἄρχουσι, πτωχοῖς, πλουσίοις κοινῶς, τὸ ὕδωρ προχέουσα Πηγή, ἀποίκιλον φάρμακον.

Καταβασία. Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ΄ ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

Κοντάκιον τοῦ Πάσχα. Ἦχος πλ. δ΄. Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Εἶτα, Κάθισμα τῆς Θεοτόκου. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον. Τὴν ἀέναον κρήνην καὶ ζωηράν, τὴν πηγάζουσαν ῥεῖθρα θείαν Πηγήν, συμφώνως αἰνέσωμεν, οἱ τὴν χάριν αἰτούμενοι· καθ΄ ἑκάστην βρύει, καὶ γὰρ τὰ ἰάματα, ὡς ποταμῶν τὰ ῥεύματα, δεικνῦσα ἐλάχιστα. Ὅθεν κατὰ χρέος προσιόντες ἐν πόθῳ, πιστῶς ἀρυσώμεθα, ἐκ Πηγῆς ἀνεξάντλητον, ῥῶσιν ὄντως ἀθάνατον, δροσίζουσαν σαφῶς τῶν εὐσεβῶν, τὰς καρδίας, καὶ χείλεσιν ἐκβοήσωμεν· Σὺ εἶ τῶν πιστῶν τὸ παραμύθιον.

Ὠδὴ δ΄.

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Ἄρσεν μέν, ὡς διανοῖξαν, τὴν παρθενεύουσαν νηδύν, πέφηνε Χριστός· ὡς βρωτὸς δέ, ἀμνὸς προσηγόρευται· ἄμωμος δέ, ὡς ἄγευστος κηλῖδος, τὸ ἡμέτερον Πάσχα· καὶ ὡς Θεὸς ἀληθής, τέλειος λέλεκται.

Ὡς ἐνιαύσιος ἀμνός, ὁ εὐλογούμενος ἡμῖν, στέφανος χρηστὸς ἑκουσίως, ὑπὲρ πάντων τέθυται, Πάσχα τὸ καθαρτήριον· καὶ αὖθις ἐκ τοῦ τάφου ὡραῖος, δικαιοσύνης ἡμῖν ἔλαμψεν ἥλιος.

Ὁ θεοπάτωρ μὲν Δαυΐδ, πρὸ τῆς σκιώδους κιβωτοῦ ἥλατο σκιρτῶν· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἅγιος, τὴν τῶν συμβόλων ἔκβασιν, ὁρῶντες, εὐφρανθῶμεν ἐνθέως, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Τῆς Θεοτόκου. Ὑπὲρ τὴν ψάμμον ἀληθῶς, καὶ τὰς σταγόνας ὑετῶν, πέφυκε Παρθένε τὰ πλήθη τῆς Πηγῆς τῶν ἔργων σου, ἀκαταπαύστως ῥέοντα, ἅπασαν ἐπὶ χθόνα πλουσίως πάντα νοσοῦντα δεινῶς, τάχος ἰώμενα.

Κατασχεθέντα γυναικός, ὑπὸ καρκίνου τὸν μαζόν, ὕδωρ ἐπιχεῖται Παρθένε, τῆς Πηγῆς σου Δέσποινα· καὶ παραυτίκα πέπαυται, πάθη θανατηφόρα τῷ ῥείθρῳ, καὶ ὁ καρκίνος ὀρθά, βαίνειν ἐγνώρισεν.

Ἀκατανόητον ἐν σοί, καὶ ὑπὲρ φύσιν τὸ πραχθέν, ἔνεστι σαφῶς Θεοτόκε· τὸ γὰρ ὕδωρ γίνεται, τὸ τῆς Πηγῆς σου ἴαμα, νόσων θανατηφόρων ἐναντίον, ὅπερ ἡ φύσις, σαφῶς οἶδεν οὐδέποτε.

Ἀεὶ θανατοῖ με ὁ ἐχθρός, ταῖς ἐνηδόνοις προσβολαῖς, Δέσποινα Πηγὴ Θεοτόκε, μὴ παρίδῃς, πρόφθασον, ἡ ταχινὴ βοήθεια· τούτου δὲ τῶν παγίδων με λύτρου, ἵνα ὑμνῶ σε ἀεὶ τὴν πολυύμνητον.

Καταβασία. Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ΄ ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστὸς ὡς παντοδύναμος.

Ὠδὴ ε΄.

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Τὴν ἄμετρόν σου εὐσπλαγχνίαν, οἱ ταῖς τοῦ Ἅδου σειραῖς, συνεχόμενοι δεδορκότες, πρὸς τὸ φῶς ἠπείγοντο Χριστέ, ἀγαλλομένῳ ποδί, Πάσχα κροτοῦντες αἰώνιον.

Προσέλθωμεν λαμπαδηφόροι, τῷ προϊόντι Χριστῷ ἐκ τοῦ μνήματος, ὡς νυμφίῳ, καὶ συνεορτάσωμεν ταῖς φιλεόρτοις τάξεσι, Πάσχα Θεοῦ τὸ σωτήριον.

Τῆς Θεοτόκου. Λαλούμενα Κόρη Παρθένε, τὰ τῆς Πηγῆς σου τῷ ὄντι τεράστια, καταπλήττει τῶν βροτῶν διάνοιαν· ὑπὲρ γὰρ φύσιν πέφυκε, πάντας πιστοὺς ἁγιάζοντα.

Ἰστόρησε πόκος τὸ Μάννα, καὶ Σιλωὰμ καὶ ἡ πέτρα πηγάζουσα, Σολομῶντος ἡ στοὰ τὴν χάριν σου, τὰ Ἰορδάνεια νάματα, καὶ ἡ πηγὴ Σαμαρείτιδος.

Σταγόνες σου Κόρη Παρθένε, αἱ τῆς Πηγῆς καὶ νεκρὸν ἀνεζώωσαν· ὑπὲρ λόγον τὸ πραχθὲν καὶ ἔννοιαν! τὰ σὰ γὰρ πάντα πάναγνε, λόγον νικᾷ τὸν ἀνθρώπινον.

Τὰ πάθη μου Κόρη ἰάσαις, τῆς αἱμοῤῥοίας πηγὴν ἡ ξηράνασα, καὶ τὸ ῥῖγος, τῆς φλογὸς τὴν ἄναψιν, καὶ ἑκτικὴν διάθεσιν, οὔρων δεσμὰ καὶ γαστρόῤῥοιαν.

Καταβασία. Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

Ὠδὴ ς΄.

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Φυλάξας τὰ σήμαντρα σῷα Χριστέ, ἐξηγέρθης τοῦ τάφου, ὁ τὰς κλεῖς τῆς Παρθένου μὴ λυμηνάμενος ἐν τῷ τόκῳ σου, καὶ ἀνέῳξας ἡμῖν, Παραδείσου τὰς πύλας.

Σῶτέρ μου τὸ ζῶν τε καὶ ἄθυτον ἱερεῖον, ὡς Θεός, σεαυτὸν ἑκουσίως, προσαγαγὼν τῷ Πατρί, συνανέστησας, παγγενῆ τὸν Ἀδάμ, ἀναστὰς ἐκ τοῦ τάφου.

Τῆς Θεοτόκου. Οἱ λόγοι τοῦ λόγου ὡς ὄντως πηγήν, ἀνυμνοῦσι σε Ἁγνή· τῆς σοφίας βυθὸν γάρ, ὡς ὑπὲρ λόγον γεννᾷς, τὸν κρεμάσαντα, ἐν αἰθέρι τὰς ῥοάς, καὶ τὴν γῆν ἐπὶ ὕδωρ.

Ὑπῆλθες τὴν τῶν κλιμάκων φοράν, ἀπειλοῦσαν συντριβήν, τοὺς ἐκεῖσε ζωγράφους, ὦ παναγία Πηγή, διασώσασα, καὶ λαὸν ὑπὸ σεισμοῦ, πεπτωκότος τοῦ δόμου.

Τὰς μήτρας ἀγόνους στειρώσει τὸ πρίν, διαλύεις ἐμφανῶς, τῆς Πηγῆς σου τῷ ῥείθρῳ· καὶ γὰρ ὡς τέξασα σύ, παρθενεύουσα, τὸν Δεσπότην τοῦ παντός, καὶ τοὺς τόκους βραβεύεις.

Οὐ λόγος, οὐ νοῦς, οὐδὲ γλῶττα τὸν σὸν ἐξισχύουσιν Ἁγνή, τοκετὸν εὐφημῆσαι· ἀλλ΄ ἀσθενοῦσιν ἐν σοί, καὶ ἐλέγχεται, φιλοσόφων τὸ σεμνὸν καὶ ῥητόρων κομψότης.

Καταβασία.Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

Τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ. Ἐξ ἀκενώτου σου Πηγῆς Θεοχαρίτωτε, ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.

Ὁ Οἶκος. Ἄχραντε Θεοτόκε, ἡ τεκοῦσα ἀῤῥήτως, Πατρὸς τὸν προαιώνιον Λόγον πλάτυνόν μου τὸ στόμα σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ Πηγῇ σου ταῦτα·

Χαῖρε πηγή, χαρμονῆς ἀλήκτου· χαῖρε, ῥοὴ καλλονῆς ἀῤῥήτου.

Χαῖρε, νοσημάτων παντοίων κατάλυσις· χαῖρε, παθημάτων ποικίλων κατάκλυσις.

Χαῖρε, ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς· χαῖρε, ὕδωρ χαριέστατον τοῖς νοσοῦσι πολλαπλῶς.

Χαῖρε, νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον· χαῖρε, κρᾶμα καρδίας, ἀμβροσίαν προῤῥέον.

Χαῖρε, κρατὴρ τοῦ μάννα ζωήῤῥυτε· χαῖρε, λουτὴρ καὶ νέκταρ θεόῤῥευστε.

Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα· χαῖρε, φλογμὸν ἀῤῥωστίας σβεννῦσα.

Χαῖρε, ὕδωρ σωτήριον.

Συναξάριον. Τῇ Παρασκευῇ τῆς Διακαινησίμου ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ Θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς· ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.

Στίχοι. Μάννα, Σιλωάμ, καὶ Στοὰν Σολομῶντος. Πηγήν, Κόρη, σήν, ἐμφανῶς πᾶς τις βλέπει. Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρὸν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομα σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι΄ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (γ΄).

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος. (γ΄).

Ὠδὴ ζ΄.

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον· ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικόν, σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο.

Θανάτου ἑορτάζομεν νέκρωσιν, Ἅδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

Τῆς Θεοτόκου. Ὑδρεύσασθε νοσοῦντες ἰάματα· ἡ πάναγνος ῥέει γάρ, θείας ἐκ πηγῆς, τὸν γλυκασμὸν τὸν ἀληθῆ, τὸν χειμάῤῥουν τρυφῆς ὄντως βλύζουσα· διὸ καὶ πίστει κρουνούς, τοὺς ἀφθόνους ἀρυσώμεθα σύμπαντες.

Ξενίζει τοὺς ἀκούοντας Δέσποινα, τὰ ξένα σου τέρατα, πάντας τοὺς πιστούς· τοὺς γὰρ ἀλάλους καὶ κωφούς, ὡς εὐλάλους δεικνύει τὸ ὕδωρ σου, τοὺς πάσχοντάς τε δεινῶς θεραπεύει, καὶ ἴασιν χαρίζεται.

Ἀνάγεις ἐκ καμίνου τῶν θλίψεων, δροσίζουσα νάμασι, ξένης ἐκ πηγῆς, τοὺς προσιόντας σοι Σεμνή· φαγεδαίνης λυτροῦται γὰρ ἄνθρωπος, καὶ λώβης· τὸν δὲ λεπρὸν θεραπεύεις καὶ ἄνθρακας κατέσβεσας.

Νεάνιδες καὶ κόραι τὴν Δέσποιναν, καὶ σύμπαντες ἄνθρωποι, πίστει ἐκ ψυχῆς, ἀνευφημήσωμεν λαμπρῶς· διατρήσεις γὰρ ἥλων, ὑέλωπας, καὶ ἕλκη τὰ πονηρά, καὶ ὀγκώσεις, καὶ παράλυτον ἰάσατο.

Καταβασία. Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Ὠδὴ η΄.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Δεῦτε τοῦ καὶ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεὸν εἰς τοὺς αἰῶνας.

Ἆρον κύκλῳ τοὺς ὀφθαλμοὺς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν, καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τὰ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τῆς Θεοτόκου. Θεῖον ἡ Πηγὴ καὶ σεβάσμιον ὕδωρ, προῤῥέει σου Παρθένε· ὑδρωπικῶν γὰρ τὸ ῥεῦμα, ἀναχαιτίζει σφοδρῶς, ἐπικλήσει τῇ θείᾳ τῆς χάριτος· διὸ σε τιμῶμεν, Πηγὴ εἰς τοὺς αἰῶνας.

Πάντες τὸ σεπτὸν καὶ ζωήῤῥυτον ὕδωρ, ὑμνήσωμεν προφρόνως· τῆς γὰρ δυσπνοίας τὸ ῥεῦμα κατὰ χώραν ἱστᾷ, καὶ ἐλεύθερον ποιεῖ πρὸς διέξοδον. Βαβαὶ σῶν θαυμασίων! ἁγνὴ Θεοκυῆτορ.

Ποῖον εὐφημήσει Πανύμνητε στόμα, τοῦ τόκου σου τὸ ξένον; ἀλλὰ καὶ νοῦς ὁποῖος, τῶν θαυμάτων πηγὴν περιβλέψαιτο, καὶ λόγοις κροτήσειεν; οὐκ ἐστὶ τῇ φύσει ἰσχύς, τὰ σὰ θαυμάζειν.

Ὅλον ἐπὶ σοὶ τοῦ θανάτου τὸ κράτος, ἠφάνισται ἀθρόον, ὦ Βασιλὶς καὶ Κυρία· Βασιλέα καὶ γάρ, τὴν ἀθάνατον ζωὴν σὺ ἐπήγασας, τὸ ὕδωρ τὸ μάννα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Καταβασία. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρίς ἐστι πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὠδὴ θ΄.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ὢ θείας! ὢ φίλης! ὢ γλυκυτάτης σου φωνῆς· μεθ΄ ἡμῶν ἀψευδῶς γάρ, ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣν οἱ πιστοί, ἄγκυραν ἐλπίδος, κατέχοντες ἀγαλλόμεθα.

Ὦ Πάσχα τὸ μέγα, καὶ ἱερώτατον Χριστέ· ὦ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇ Ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.

Τῆς Θεοτόκου. Ὑδάτων ἁπάντων, Κόρη ὑπέρκειται ἁγνή, τῆς Πηγῆς σου τὸ ὕδωρ, ἐμφανῶς δωρούμενον, ἀπαλλαγὴν νοσημάτων δεινῶν, καὶ ταῖς ψυχαῖς, ἅπασαν τὴν ῥῶσιν, ὡς ὑπὲρ φύσιν χεόμενον.

Λυτῆρα τῶν νόσων, τὸν νέον ἰδοὺ Σιλωάμ, τῆς Πηγῆς σου Παρθένε, καθορῶμεν ἅπαντες· ὄμματα γὰρ προσλαμβάνει πηρός, ἅπαντες δέ, ῥῶσιν ἀενάως, πρὸς τῇ ζωῇ ποριζόμεθα!

Οἱ ῥῶσιν ζητοῦντες, προσδράμετε ἐν τῇ Πηγῇ· ἡ γὰρ Κόρη Παρθένος, ἐνοικεῖ τῷ ὕδατι. Σκίρτα πιστῶν, καὶ εὐφραίνου πληθύς, οὕτως ὡς χρή, ἕξεις τῷ τεμένει, τὴν ἀμοιβὴν τῶν αἰτήσεων.

Ὑψώθη Πηγῆς σου, τὸ ὕδωρ ὑπὲρ οὐρανούς, καὶ τῆς γῆς τὰς ἀβύσσους, ταῖς ῥοαῖς διέδραμε· τοῦτό ἐστιν ἀμβροσία ψυχῆς, νέκταρ πιστῶν, μέλι τὸ ἐκ πέτρας, καὶ ἡ τοῦ μάννα διάδοσις.

Εὐφραίνεις Παρθένε, τὸν Ἄνακτα ὑπερφυῶς, ἀναβλύζουσα χάριν, ἐκ Πηγῆς ἀέναον, τοῦτο διδοῦσα, κατ΄ ἐχθρῶν τὴν ἰσχύν, νίκας ἀεί, ῥῶσιν καὶ εἰρήνην, καὶ αἰτημάτων ἐκπλήρωσιν.

Καταβασία. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών· σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ἐξαποστειλάριον τοῦ Πάσχα. Σαρκὶ ὑπνώσας ὡς θνητός, ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.

Τῆς Θεοτόκου. Πηγὴ ὑπάρχεις ἀληθῶς, ὕδατος ζῶντος Δέσποινα· ἐκπλύνεις οὖν νοσήματα, ψυχῶν σωμάτων χαλεπά, ἐν τῇ προσψαύσει μόνη σου, ὕδωρ τῆς σωτηρίας, Χριστὸν ἡ προχέουσα.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχ. η΄, καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα τῆς Ὀκτωήχου δ΄. Ἦχος πλ. β΄. Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπ΄ αὐτῷ πεποιθότες, σε τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν. Ἐλέησον ἡμᾶς.

Ἡ ταφὴ σου Δέσποτα, Παράδεισον ἤνοιξε τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα Θεὸν ἡμῶν ὑμνοῦμεν, ἐλέησον ἡμᾶς.

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν, τὸν ἀναστᾶντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις ἡμῶν καὶ ἀνάστασις. Ἐλέησον ἡμᾶς.

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν Προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν Ἀνάστασιν.

Τῆς Θεοτόκου. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ. Ὕδωρ τὸ τῆς Πηγῆς, σωτήριον ὑπάρχει, πᾶσι τοῖς ἀσθενοῦσι· προσέλθωμεν οὖν πίστει, καὶ χάριν ἀρυσώμεθα.

Φρέαρ τὸ ζωηρόν, Πηγῆς τῆς ἀθανάτου τοῖς προσιοῦσι πόθῳ, ἰάσεων παρέχει, πλημμυραν ἀνεξάντλητον.

Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ῥώννυσι τὰς ψυχάς, τὸ ὕδωρ τῆς Παρθένου· οἱ τῶν παθῶν ἐν ῥύποις, προσδράμωμεν τῇ Κόρῃ, καὶ τούτους ἀποπλύνωμεν.

Στίχ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Στάμνος ἡ ἱερά, τὸ μάννα νῦν ἀφθόνως, Πηγῆς ἐξ ἀενάου, προχέει τοῖς αἰτοῦσι, τὴν χρείαν πᾶς ἀντλήσωμεν.

Εἶτα τὰ Στιχηρὰ τοῦ Πάσχα μετὰ τῶν Στίχων αὐτῶν. Ἦχος πλ. α΄. Στίχ. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.

Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται· Πάσχα καινόν, Ἅγιον· Πάσχα μυστικόν· Πάσχα πανσεβάσμιον· Πάσχα Χριστὸς ὁ λυτρωτής· Πάσχα ἄμωμον· Πάσχα μέγα· Πάσχα τῶν πιστῶν· Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν· Πάσχα, πάντας ἁγιάζον πιστούς.

Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ· τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον.

Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, τοῖς αὐτοῦ Μαθηταῖς.

Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Πάσχα τὸ τερπνόν· Πάσχα Κυρίου, Πάσχα· Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε· Πάσχα, ἐν χαρᾷ ἀλλήλους περιπτυξώμεθα· ὦ Πάσχα λύτρον λύπης· καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ, ἐκλάμψας Χριστός, τὰ Γύναια χαρᾶς ἔπλησε λέγων· Κηρύξατε Ἀποστόλοις.

Δόξα... Καὶ νῦν... Ἀναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς· Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Τό Μεγαλυνάριον· «῞Υδωρ τό ζωήῤῥυτον τῆς πηγῆς, μάννα τό προχέον, τόν ἀθάνατον δροσισμόν, τό νέκταρ τό θεῖον, τήν ξένην ἀμβροσίαν, τό μέλι τό ἐκ πέτρας, ὕμνοις τιμήσωμεν».

footer
  • Τετάρτη 25 Απριλίου

    Μάρκου του Ευαγγελιστού
  • Αυτήν τη στιγμή επισκέπτονται τον ιστότοπό μας 213 επισκέπτες και κανένα μέλος

Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ